# In epistulam ad Romanos (homiliae 1-32) 4.1-13

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Οἴδαμεν γὰρ, ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/4.1-13

Καὶ τίνος ἕνεκεν, φησὶν, εἰ τοσαύτη τῆς ἁμαρτίας ἡ τυραννὶς πρὸ τῆς χάριτος ἦν, ἐκολάσθησαν οἱ ἁμαρτάνοντες; Ὅτι τοιαῦτα ἐπετάγησαν, οἷα δυνατὸν ἦν καὶ τῆς ἁμαρτίας κρατούσης κατορθοῦν. Οὐδὲ γὰρ εἰς ἄκραν αὐτοὺς εἷλκε πολιτείαν, ἀλλὰ καὶ χρημάτων ἀπολαύειν ἐπέτρεπε, καὶ γυναιξὶ κεχρῆσθαι πλείοσιν οὐκ ἐκώλυε, καὶ θυμῷ χαρίσασθαι μετὰ τοῦ δικαίου, καὶ τρυφῇ χρήσασθαι συμμέτρῳ· καὶ τοσαύτη ἦν ἡ συγκατάβασις, ὡς καὶ ἐλάττονα ὧν ὁ φυσικὸς διηγόρευσε νόμος, τὸν γραπτὸν ἀπαιτεῖν. Ὁ μὲν γὰρ τῆς φύσεως νόμος ἕνα ἄνδρα μιᾷ γυναικὶ διηνεκῶς ὁμιλεῖν ἐκέλευεν· ὅπερ οὖν καὶ ὁ Χριστὸς δηλῶν ἔλεγεν, ὅτι Ὁ ποιήσας ἐξ ἀρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Ὁ δὲ Μωϋσέως νόμος οὔτε τὴν μὲν ἐκβαλεῖν, τὴν δὲ ἀντεισάγειν ἐκώλυεν, οὔτε δύο κατὰ ταυτὸν ἔχειν ἀπηγόρευε. Χωρὶς δὲ τούτου, καὶ ἕτερα πλείονα τῶν ἐν τῷ νόμῳ τοὺς πρὸ τούτου κατορθωκότας ἴδοι τις ἂν τῷ τῆς φύσεως παιδευομένους νόμῳ. Οὐ τοίνυν ἐπηρεάσθησαν οἱ ἐν τῇ Παλαιᾷ πολιτευσάμενοι, συμμέτρου νομοθεσίας οὕτως εἰσενεχθείσης αὐτοῖς. Εἰ δὲ μηδὲ οὕτως ἤρκεσαν περιγενέσθαι, τῆς αὐτῶν ῥᾳθυμίας τὸ ἔγκλημα. Διὰ τοῦτο καὶ ὁ Παῦλος εὐχαριστεῖ, ὅτι οὐδὲν τούτων ἀκριβολογησάμενος ὁ Χριστὸς, οὐ μόνον τῶν ἡμετέρων οὐκ ἀπῄτησεν εὐθύνας, ἀλλὰ καὶ ἐπιτηδείους ἐποίησε πρὸς μείζονα δρόμον. Διό φησιν, Εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ. Καὶ τὴν σωτηρίαν ἀφεὶς ὡμολογημένην, ἐκ τῶν ἤδη κατασκευασθέντων ἐπ' ἄλλο μεταβαίνει πλέον λέγων, ὅτι οὐ τῶν προτέρων ἀπηλλάγημεν μόνον, ἀλλὰ καὶ πρὸς τὸ μέλλον ἀχείρωτοι γεγόναμεν. Οὐδὲν γὰρ, φησὶ, κατάκριμα νῦν τοῖς ἐν Χριστῷ Ἰησοῦ, μὴ κατὰ σάρκα περιπατοῦσιν. Ἀλλ' οὐ πρότερον αὐτὸ εἴρηκεν, ἕως ἀνέμνησε πάλιν τῆς προτέρας καταστάσεως. Πρότερον γὰρ εἰπὼν, Ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμω Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας, τότε ἐπήγαγεν· Οὐδὲν ἄρα κατάκριμα νῦν τοῖς ἐν Χριστῷ Ἰησοῦ. Εἶτα ἐπειδὴ ἀντέπιπτεν αὐτῷ τὸ πολλοὺς καὶ μετὰ τὸ βάπτισμα ἁμαρτάνειν, διὰ τοῦτο πρὸς αὐτὸ ἐπείγεται. Καὶ οὐχ ἁπλῶς φησι, Τοῖς ἐν Χριστῷ Ἰησοῦ, ἀλλὰ, Τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι· δεικνὺς, ὅτι ἐκ ῥᾳθυμίας τὸ πᾶν λοιπὸν τῆς ἡμετέρας· δυνατὸν γὰρ νῦν μὴ κατὰ σάρκα περιπατεῖν, τότε δὲ δύσκολον ἦν. Εἶτα γὰρ ἑτέρως αὐτὸ κατασκευάζει διὰ τῶν ἑξῆς λέγων· Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με· νόμον Πνεύματος ἐνταῦθα τὸ Πνεῦμα καλῶν. Ὥσπερ γὰρ νόμον ἁμαρτίας τὴν ἁμαρτίαν, οὕτω νόμον Πνεύματος τὸ Πνεῦμά φησι. Καίτοι καὶ τὸν Μωϋσέως οὕτως ἐκάλει λέγων, Οἴδαμεν γὰρ, ὅτι ὁ νόμος πνευματικός ἐστι· τί οὖν τὸ μέσον; Πολὺ καὶ ἄπειρον· ἐκεῖνος μὲν γὰρ πνευματικὸς, οὗτος δὲ νόμος Πνεύματος. Καὶ τί τοῦτο ἐκείνου διέστηκεν; Ὅτι ὁ μὲν ὑπὸ τοῦ Πνεύματος ἐδόθη μόνον, οὗτος δὲ καὶ Πνεῦμα ἐχορήγει τοῖς δεχομένοις αὐτὸν δαψιλές. Διὸ καὶ ζωῆς αὐτὸν νόμον ἐκάλεσε, πρὸς ἀντιδιαστολὴν ἐκείνου τοῦ τῆς ἁμαρτίας, οὐ τοῦ Μωϋσαϊκοῦ. Ὅταν γὰρ λέγῃ, Ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, οὐ τὸν Μωϋσέως νόμον λέγει ἐνταῦθα· οὐδαμοῦ γὰρ αὐτὸν νόμον ἁμαρτίας καλεῖ· πῶς γὰρ, ὃν δίκαιον καὶ ἅγιον πολλάκις ὠνόμασε, καὶ ἁμαρτίας ἀναιρετικόν; ἀλλ' ἐκεῖνον τὸν ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός. Τοῦτον γὰρ τὸν χαλεπὸν κατέλυσε πόλεμον θανατώσασα τὴν ἁμαρτίαν ἡ τοῦ Πνεύματος χάρις, καὶ ποιήσασα τὸν ἀγῶνα κοῦφον ἡμῖν, καὶ πρότερον στεφανώσασα, καὶ τότε μετὰ πολλῆς τῆς συμμαχίας ἐπὶ τὰ παλαίσματα ἑλκύσασα. Καὶ ὅπερ ἀεὶ ποιεῖ, ἀπὸ τοῦ Υἱοῦ εἰς τὸ Πνεῦμα μεταβαίνων, ἀπὸ τοῦ Πνεύματος εἰς τὸν Υἱὸν καὶ τὸν Πατέρα, καὶ τῇ Τριάδι πάντα τὰ παρ' ἡμῶν λογιζομένος· τοῦτο καὶ ἐνταῦθα ἐργάζεται. Καὶ γὰρ εἰπὼν, Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; ἔδειξε Πατέρα διὰ Υἱοῦ τοῦτο ποιοῦντα· εἶτα πάλιν τὸ Πνεῦμα τὸ ἅγιον μετὰ τοῦ Υἱοῦ· Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με, φησίν· εἶτα πάλιν τὸν Πατέρα καὶ τὸν Υἱόν· Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, φησὶν, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. Πάλιν δοκεῖ μὲν διαβάλλειν τὸν νόμον· εἰ δέ τις ἀκριβῶς προσέχοι, καὶ σφόδρα αὐτὸν ἐπαινεῖ, σύμφωνον τῷ Χριστῷ δεικνὺς, καὶ τὰ αὐτὰ προῃρημένον. Οὐδὲ γὰρ εἶπε, Τὸ πονηρὸν τοῦ νόμου, ἀλλὰ, Τὸ ἀδύνατον· καὶ πάλιν, Ἐν ᾧ ἠσθένει, οὐκ, Ἐν ᾧ ἐκακούργει, ἢ ἐπεβούλευε. Καὶ οὐδὲ τὴν ἀσθένειαν αὐτῷ λογίζεται, ἀλλὰ τῇ σαρκὶ, λέγων· Ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός· σάρκα πάλιν ἐνταῦθα οὐχὶ τὴν οὐσίαν αὐτὴν καὶ τὸ ὑποκείμενον, ἀλλὰ τὸ σαρκικώτερον φρόνημα καλῶν, δι' ὧν καὶ τὸ σῶμα καὶ τὸν νόμον ἀπαλλάττει κατηγορίας· οὐ διὰ τούτων δὲ μόνον, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
