Ancient Greek
Οἴδαμεν δὲ, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 4.1-15
Not analysed yet
Εἶτα, ἵνα μὴ δόξῃ ταῦτα ἐγκαταλείψεως εἶναι. καὶ τὸν προφήτην ἐπάγει προαναφωνοῦντα ταῦτα πρὸ πολλοῦ τοῦ χρόνου, καὶ λέγοντα· Ὅτι ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· τουτέστι, Πᾶσίν ἐσμεν προκείμενοι εἰς τὸ πάσχειν κακῶς. Ἀλλ' ὅμως πρὸς τοὺς τοσούτους καὶ τηλικούτους κινδύνους, καὶ τὰς καινὰς ταύτας τραγῳδίας ἀρκοῦσα παράκλησις ἡ τῶν ἀγώνων ἡμῖν ὑπόθεσις δέδοται· μᾶλλον δὲ οὐκ ἀρκοῦσα μόνον, ἀλλὰ καὶ πολλῷ πλείων. Οὐ γὰρ δι' ἀνθρώπους οὐδὲ δι' ἄλλο τι βιωτικὸν ταῦτα πάσχομεν, ἀλλὰ διὰ τὸν τῶν ὅλων, φησὶ, βασιλέα. Οὐ τούτῳ δὲ μόνον αὐτοὺς, ἀλλὰ καὶ ἑτέρῳ πάλιν ἀνέδησε στεφάνῳ ποικίλῳ καὶ πολυειδεῖ. Ἐπειδὴ γὰρ ἀνθρώπους ὄντας οὐκ ἐνῆν μυρίους ὑπομεῖναι θανάτους, δείκνυσιν ὅτι οὐδὲν ταύτῃ τὰ βραβεῖα ἠλάττωται. Κἂν γὰρ τῇ φύσει κεκληρωμένον ᾖ τὸ μόνον ἅπαξ ἀποθανεῖν, τῇ προαιρέσει τὸ καθημέραν τοῦτο πάσχειν, εἰ βουληθείημεν, δέδωκεν ὁ Θεός. Ὅθεν δῆλον, ὅτι τοσούτους ἀπελευσόμεθα ἔχοντες στεφάνους, ὅσας ἂν βιώσωμεν ἡμέρας· μᾶλλον δὲ καὶ πολλῷ πλείους· ἔστι γὰρ ἐν ἡμέρᾳ μιᾷ καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις ἀποθανεῖν. Ὁ γὰρ πρὸς τοῦτο παρεσκευασμένος, ἀεὶ τὸν μισθὸν ἀπηρτισμένον λαμβάνει. Τοῦτο γοῦν καὶ ὁ προφήτης αἰνιττόμενος ἔλεγεν· Ὅλην τὴν ἡμέραν. Διὸ καὶ ὁ Ἀπόστολος αὐτὸν ἐπεισήγαγε, μειζόνως αὐτοὺς διεγείρων. Εἰ γὰρ οἱ ἐν τῇ Παλαιᾷ, φησὶ, καὶ γῆν τὸ ἔπαθλον τῶν πόνων ἔχοντες, καὶ τὰ ἄλλα τῷ παρόντι συγκαταλυόμενα βίῳ, οὕτω τῆς παρούσης ὑπερεώρων ζωῆς, καὶ τῶν πειρασμῶν καὶ τῶν κινδύνων, τίνα ἂν σχοίημεν συγγνώμην ἡμεῖς, μετὰ τὸν οὐρανὸν καὶ τὴν βασιλείαν τὴν ἄνω καὶ τὰ ἀπόῤῥητα ἀγαθὰ καταμαλακιζόμενοι, καὶ μηδὲ πρὸς τὸ αὐτὸ μέτρον φθάνοντες ἐκείνων; Ἀλλ' οὕτω μὲν οὐκ εἶπε, τῷ δὲ συνειδότι αὐτὸ καταλιπὼν τῶν ἀκροατῶν, τῇ μαρτυρίᾳ ἀρκεῖται μόνῃ, καὶ δείκνυσιν, ὅτι καὶ θυσία αὐτῶν τὰ σώματα γίνεται, καὶ οὐ δεῖ θορυβεῖσθαι, οὐδὲ ταράττεσθαι, τοῦ Θεοῦ οὕτως οἰκονομήσαντος. Καὶ ἑτέρως δὲ αὐτοὺς προτρέπει. Ἵνα γὰρ μὴ λέγῃ τις, ὅτι ἁπλῶς ταῦτα φιλοσοφεῖ πρὸ τῆς πείρας τῶν πραγμάτων, ἐπήγαγεν· Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, τοὺς καθημερινοὺς τῶν ἀποστόλων θανάτους λέγων. Εἶδες ἀνδρείαν καὶ ἐπιείκειαν; Ὥσπερ γὰρ ἐκεῖνα, φησὶν, οὐκ ἀνθίσταται σφαττόμενα, οὕτως οὐδὲ ἡμεῖς. Ἀλλ' ἐπειδὴ τῆς ἀνθρωπίνης διανοίας ἡ ἀσθένεια καὶ μετὰ τοσαῦτα τὸ πλῆθος τῶν πειρασμῶν ἐδεδοίκει, ὅρα πῶς πάλιν ἀνίστησι τὸν ἀκροατὴν, καὶ ὑψηλὸν ποιεῖ καὶ γαῦρον, εἰπών· Ἀλλ' ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, οὐχ ὅτι νῦν νικῶμεν μόνον, ἀλλ' ὅτι καὶ δι' ὧν ἐπιβουλευόμεθα νικῶμεν. Καὶ οὐχ ἁπλῶς νικῶμεν, ἀλλ' ὑπερνικῶμεν, τουτέστι, μετὰ εὐκολίας ἁπάσης, χωρὶς ἱδρώτων καὶ πόνων. Οὐ γὰρ πράγματα ὑπομένοντες, ἀλλὰ τὴν γνώμην παρασκευάζοντες μόνον, οὕτω πανταχοῦ τὰ τρόπαια ἱστῶμεν κατὰ τῶν ἐχθρῶν. Καὶ μάλα εἰκότως· Θεὸς γάρ ἐστιν ἡμῖν ὁ συναγωνιζόμενος. Μὴ τοίνυν ἀπιστήσῃς, εἰ μαστιζόμενοι τῶν μαστιζόντων περιγινόμεθα, εἰ ἐλαυνόμενοι τῶν διωκόντων κρατοῦμεν, εἰ ἀποθνήσκοντες τοὺς ζῶντας τρεπόμεθα. Ὅταν γὰρ καὶ τὴν δύναμιν τοῦ Θεοῦ καὶ τὴν ἀγάπην θῇς, οὐδὲν τὸ κωλύον τὰ θαυμαστὰ ταῦτα ἐκβῆναι καὶ παράδοξα, καὶ τὴν ἐκ περιουσίας λάμψαι νίκην. Οὐδὲ γὰρ ἁπλῶς ἐνίκων, ἀλλὰ μετὰ πολλοῦ τοῦ θαύματος, καὶ ὥστε μαθεῖν, ὅτι οὐ πρὸς ἀνθρώπους ὁ πόλεμος τοῖς ἐπιβουλεύουσιν ἦν, ἀλλὰ πρὸς τὴν ἄμαχον δύναμιν ἐκείνην. Ὅρα γοῦν τοὺς Ἰουδαίους ἐν μέσῳ αὐτοὺς ἔχοντας, καὶ διαποροῦντας καὶ λέγοντας· Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι κατέχοντες αὐτοὺς, καὶ ὑπευθύνους ἔχοντες, καὶ δεσμοῦντες, καὶ κόπτοντες, ἠπόρουν καὶ ἐν ἀμηχανίᾳ ἦσαν, δι' αὐτῶν τούτων ἡττώμενοι, δι' ὧν προσεδόκων νικᾷν. Καὶ οὔτε τύραννος, οὔτε δήμιοι, οὔτε δαιμόνων φάλαγγες, οὔτε αὐτὸς ὁ διάβολος περιγενέσθαι αὐτῶν ἴσχυσεν, ἀλλ' ἐκ πολλῆς ἅπαντες ἡττῶντο τῆς περιουσίας, ἅπερ κατ' αὐτῶν ἐμηχανῶντο, πάντα ὑπὲρ αὐτῶν ὁρῶντες γινόμενα. Διὸ καὶ ἔλεγεν· Ὑπερνικῶμεν. Καινὸς γὰρ οὗτος ὁ νόμος τῆς νίκης ἦν, τὸ διὰ τῶν ἐναντίων κρατεῖν, καὶ μηδέποτε ἡττᾶσθαι, ἀλλ' ὡς αὐτοὺς ὄντας κυρίους τοῦ τέλους, οὕτως ἐπὶ τοὺς ἀγῶνας ἐξιέναι τούτους. Πέπεισμαι γὰρ, ὅτι οὔτε θάνατος οὔτε ζωὴ, οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα, οὔτε ὕψωμα οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.