Ancient Greek
Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησίς μου ἡ πρὸς Θεὸν, ὑπὲρ αὐτῶν ἐστιν εἰς σωτηρίαν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 4.1-17
Not analysed yet
Καὶ τί δεῖ τὰ ἄλλα λέγειν, ὅσα ἐντεῦθεν βλαστάνει κακά; Μυρίων γὰρ ἂν ἑλοίμην γενέσθαι βαρβάρων δοῦλος, ἢ κενοδοξίας ἅπαξ· οὐδὲ γὰρ ἐπιτάττουσιν ἐκεῖνοι τοιαῦτα τοῖς αἰχμαλώτοις, οἷα αὕτη κελεύει τοῖς ὑπηκόοις. Πάντων γὰρ ἔσο δοῦλος, φησὶ, κἂν λαμπρότεροί σου, κἂν εὐτελέστεροι τύχωσιν ὄντες· καταφρόνει ψυχῆς, ἀμέλησον ἀρετῆς, καταγέλασον ἐλευθερίας, κατάθυσόν σου τὴν σωτηρίαν· κἂν ἀγαθόν τι ποιήσῃς, μὴ πρὸς ἀρέσκειαν τοῦ Θεοῦ, ἀλλὰ πρὸς ἐπίδειξιν τῶν πολλῶν, ἵνα ἀπολέσῃς τὸν ἐπὶ τούτοις στέφανον· κἂν ἐλεῇς, κἂν νηστεύῃς, τὸν μὲν πόνον ὑπόστηθι, τὸ δὲ κέρδος ἀπολέσαι σπούδασον. Τί τούτων τῶν ἐπιταγμάτων ὠμότερον γένοιτ' ἄν; Ἐντεῦθεν καὶ βασκανία τὴν ἀρχὴν ἔχει, ἐντεῦθεν καὶ ἀπόνοια, ἐντεῦθεν καὶ ἡ μήτηρ τῶν κακῶν ἡ φιλαργυρία. Ὁ γὰρ ἐσμὸς τῶν οἰκετῶν, καὶ οἱ χρυσοφοροῦντες βάρβαροι, καὶ οἱ παράσιτοι, καὶ οἱ κόλακες, καὶ τὰ ἀργυρένδετα ὀχήματα, καὶ τὰ ἄλλα τὰ τούτων καταγελαστότερα, οὐχ ἡδονῆς ἕνεκεν οὐδὲ χρείας τινὸς γίνεται, ἀλλ' ἢ κενοδοξίας μόνης. Ναὶ, φησίν· ἀλλ' ὅτι μὲν κακὸν τουτὶ τὸ πάθος, παντί που δῆλόν ἐστι· πῶς δ' ἂν αὐτὸ διαφύγοιμεν, τοῦτο εἰπεῖν χρή. Μάλιστα μὲν, ἂν πείσῃς σαυτὸν καλῶς, ὅτι χαλεπὸν τουτὶ τὸ νόσημα, ἀρχὴν λήψῃ διορθώσεως ἀρίστην· ἐπεὶ καὶ ὁ νοσῶν ταχέως ἐπιζητήσει τὸν ἰατρὸν, ἂν τοῦτο μάθῃ πρὸ τῶν ἄλλων, ὅτι νοσεῖ. Εἰ δὲ καὶ ἑτέραν ἐπιζητεῖς ὁδὸν τῆς ἐντεῦθεν φυγῆς, ὅρα πρὸς τὸν Θεὸν διηνεκῶς, καὶ ἀρκοῦ τῇ παρ' αὐτοῦ δόξῃ. Κἂν ἴδῃς τὸ πάθος γαργαλίζον σε καὶ διεγεῖρον εἰπεῖν τοῖς συνδούλοις τὰ κατωρθωμένα σοι, λογισάμενος πάλιν, ὅτι μετὰ τὸ εἰπεῖν οὐδὲν γίνεται κέρδος, σβέσον τὴν ἄτοπον ἐπιθυμίαν, καὶ πρὸς τὴν ψυχήν σου εἰπέ· Ἰδοὺ τοσοῦτον ὠδῖνες χρόνον εἰπεῖν σου τὰ κατορθώματα, καὶ οὐκ ἐκαρτέρησας σιγῇ κατασχεῖν, ἀλλ' εἰς πάντας ἐξήνεγκας· τί οὖν σοι πλέον γέγονεν ἐντεῦθεν; Πλέον μὲν οὐδὲν, ζημία δὲ ἐσχάτη, καὶ τὸ κενῶσαι ἅπαντα τὰ μετὰ πολλοῦ συλλεγέντα πόνου. Μετὰ δὲ τοῦτο κἀκεῖνο ἐννόησον, ὅτι διεφθαρμένη τῶν πολλῶν ἡ ψῆφος καὶ ἡ κρίσις ἐστὶ, καὶ οὐ διεφθαρμένη μόνον, ἀλλ' ὅτι καὶ ταχέως μαραίνεται. Κἂν γὰρ πρὸς ὥραν θαυμάσωσι, τοῦ καιροῦ παρελθόντος, πάντων εἰσὶν ἐπιλελησμένοι καὶ τὸν παρὰ τοῦ Θεοῦ σοι δεδομένον στέφανον ἥρπασαν, καὶ τὸν παρ' ἑαυτῶν οὐκ ἴσχυσάν σοι διατηρῆσαι. Καίτοι καὶ εἰ οὗτος ἔμενε, πολλῆς ἀθλιότητος ἦν ἐκείνου τοῦτον ἀλλάξασθαι· ὅταν δὲ καὶ οὗτος διαῤῥέῃ, ποίαν ἕξομεν ἀπολογίαν, ὑπὲρ τοῦ μὴ μένοντος τὸν μένοντα προδιδόντες, ὑπὲρ τῆς τῶν ὀλίγων εὐφημίας τοσαῦτα ἀπολλύντες ἀγαθά; Καίτοι εἰ καὶ πολλοὶ οἱ ἐπαινοῦντες εἶεν, καὶ οὗτοι τοῦ ταλανίζεσθαι ἄξιοι, καὶ τότε μᾶλλον, ὅταν πλείους οἱ τοῦτο ποιοῦντες ὦσιν. Εἰ δὲ θαυμάζεις τὸ εἰρημένον, ἄκουσον τοῦ Χριστοῦ ταῦτα ψηφιζομένου· Οὐαὶ γὰρ ὑμῖν, φησὶν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι. Καὶ μάλα εἰκότως. Εἰ γὰρ ἑκάστης τέχνης τοὺς δημιουργοὺς δεῖ ζητεῖν κριτὰς, πῶς τῆς ἀρετῆς τὴν δοκιμασίαν τοῖς πολλοῖς ἐπιτρέπεις, ἀλλ' οὐχὶ πρὸ πάντων ἐκείνῳ τῷ μάλιστα πάντων εἰδότι, καὶ συγκροτῆσαι καὶ στεφανῶσαι δυναμένῳ; Τοῦτο τοίνυν τὸ ῥῆμα ἐγγράψωμεν καὶ τοίχοις καὶ θύραις καὶ διανοίᾳ, καὶ συνεχῶς λέγωμεν πρὸς ἑαυτούς· Οὐαὶ ἡμῖν, ὅταν καλῶς εἴπωσιν ἡμᾶς πάντες οἱ ἄνθρωποι. Καὶ γὰρ καὶ αὐτοὶ οἱ λέγοντες, ὕστερον διαβάλλουσιν ὡς κενόδοξον καὶ φιλότιμον καὶ ἐρῶντα τῆς παρ' αὐτῶν εὐφημίας. Ἀλλ' οὐχ ὁ Θεὸς οὕτως, ἀλλ' ὅταν ἴδῃ σε ἐρῶντα τῆς παρ' αὐτοῦ δόξης, τότε σε μάλιστα ἐπαινέσεται καὶ θαυμάσεται καὶ ἀνακηρύξει. Ὁ δὲ ἄνθρωπος οὐχ οὕτως, ἀλλὰ λαβών σε δοῦλον ἀντ' ἐλευθέρου, καὶ διὰ ψιλοῦ ῥήματος πολλάκις σοι χαρισάμενος ἔπαινον ψευδῆ. ἥρπασεν ἀπὸ σοῦ μισθὸν ἀληθῆ, καὶ ἀργυρωνήτου μᾶλλον ὑπέταξεν. Ἐκείνους μὲν γὰρ μετὰ τὰ ἐπιτάγματα ἔχουσιν ὑπακούοντας οἱ δεσπόται, σὺ δὲ καὶ χωρὶς ἐπιταγμάτων δουλεύεις. Οὐδὲ γὰρ ἀναμένεις ἀκοῦσαί τι παρ' αὐτῶν, ἀλλ' ἂν γνῷς μόνον δι' ὧν αὐτοῖς χαριῇ, οὐδὲ ἐπιταττόντων αὐτῶν πάντα ποιεῖς. Πόσης οὖν οὐκ ἂν εἴημεν ἄξιοι γεέννης τοὺς μὲν μοχθηροὺς τέρποντες, καὶ πρὶν ἐπιτάξουσι θεραπεύοντες, τοῦ δὲ Θεοῦ καθ' ἑκάστην ἡμέραν ἐγκελευομένου καὶ παραινοῦντος, μηδὲ οὕτως ἀκούοντες; Καίτοι γε εἰ δόξης καὶ ἐπαίνων ἐρᾷς, φεῦγε τὸν παρ' ἀνθρώπων ἔπαινον, καὶ τότε ἐπιτεύξῃ δόξης· ἀποστράφηθι τὰς εὐφημίας, καὶ τότε μυρίων ἀπολαύσεις τῶν ἐπαίνων καὶ παρὰ Θεῷ, καὶ παρ' ἀνθρώποις. Οὐδένα γὰρ οὕτω δοξάζειν εἰώθαμεν ὡς τὸν ὑπερορῶντα δόξης, οὐδὲ ἐπαινεῖν καὶ θαυμάζειν ὡς τὸν καταφρονοῦντα τοῦ θαυμάζεσθαι καὶ ἐπαινεῖσθαι· εἰ δὲ ἡμεῖς, πολλῷ μᾶλλον ὁ τῶν ὅλων Θεός. Ὅταν δὲ ἐκεῖνός σε δοξάζῃ καὶ ἐπαινῇ, τίς σου μακαριστότερος γένοιτ' ἄν; Καὶ γὰρ ὅσον δόξης καὶ ἀτιμίας τὸ μέσον, τοσοῦτον τῆς ἄνωθεν δόξης πρὸς τὴν ἀνθρωπίνην τὸ διάφορον· μᾶλλον δὲ πολλῷ πλέον καὶ ἄπειρον. Εἰ γὰρ καὶ μηδενὶ παραβαλλομένη αὕτη αἰσχρά τίς ἐστι καὶ δυσειδὴς, ὅταν καὶ πρὸς ἑτέραν αὐτὴν ἀντεξετάζωμεν, ἐννόησον ὅσον φανεῖται τὸ αἶσχος. Καθάπερ γὰρ ἑταιριζομένη γυνὴ καὶ ἐπὶ τοῦ στέγους ἑστῶσα πᾶσαν ἑαυτὴν ἐκδίδωσιν, οὕτω καὶ οἱ κενοδοξίας δοῦλοι· μᾶλλον δὲ καὶ ἐκείνης αἰσχίους οὗτοι. Ἐκεῖναι μὲν γὰρ πολλαχοῦ κατεφρόνησάν τινων ἐρασθέντων αὐτῶν· σὺ δὲ ἅπασι σαυτὸν προὔθηκας, καὶ δραπέταις καὶ λῃσταῖς καὶ βαλαντιοτόμοις. Ἀπὸ γὰρ τούτων καὶ τῶν τοιούτων τὰ ἐπαινοῦντα ὑμᾶς συνέστηκε θέατρα· καὶ οὓς καθ' ἑαυτοὺς ὄντας οὐδενὸς ἀξίους εἶναι νομίζεις, τούτους συλλεγέντας τῆς σεαυτοῦ προτιμᾷς σωτηρίας, καὶ πάντων ἐκείνων ἀτιμότερον σαυτὸν ἀποφαίνεις.