# In epistulam ad Romanos (homiliae 1-32) 4.1-19

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/4.1-19

Τί γὰρ ἂν εἴποις, ὦ Ἰουδαῖε; Εἰ μὴ ἐξεβλήθημεν ἡμεῖς, οὐκ ἂν ἐκλήθητε εὐθέως ὑμεῖς; Τοῦτο δὲ λέγει καὶ ὁ ἐξ ἐθνῶν· Εἰ μὴ ἐσώθην ἐγὼ, οὐκ ἂν ἐζήλωσας σύ. Εἰ δὲ καὶ ὃ πλεονεκτοῦμεν βούλει μαθεῖν, ἐγὼ μὲν ἐκ τοῦ πιστεῦσαι, σὲ σώζω· σὺ δὲ προσκεκρουκὼς, πάροδον ἡμῖν δέδωκάς σου προτέραν. Εἶτα πάλιν αἰσθόμενος, ὅτι καθήψατο αὐτῶν, τὸ πρότερον ἀναλαμβάνει καί φησιν· Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν; Ἀλλὰ καὶ τοῦτο αὐτοὺς καταδικάζει πάλιν, εἴ γε ἄλλοι μὲν ἐκ τῶν ἁμαρτημάτων αὐτῶν ἐκέρδανον, οὗτοι δὲ οὐδὲ ἐκ τῶν ἑτέρων κατορθωμάτων ὠφελήθησαν. Εἰ δὲ τὸ ἐξ ἀνάγκης συμβὰν, τοῦτο ἐκείνων εἶναί φησι, μὴ θαυμάσῃς· ἵνα γὰρ καὶ τούτους, ὃ πολλάκις εἶπον, καταστείλῃ κἀκείνους προτρέψῃ, οὕτω σχηματίζει τὸν λόγον. Ὅπερ γὰρ ἔφθην εἰπὼν, κἂν μυριάκις ἀπεβλήθησαν Ἰουδαῖοι, πίστιν δὲ μὴ ἐπεδείξαντο τὰ ἔθνη, οὐκ ἂν ἐσώθησάν ποτε. Ἀλλὰ τῷ ἠσθενηκότι παρίσταται μέρει, καὶ βοηθεῖ τῷ πεπονηκότι. Ὅρα δὲ καὶ ἐν οἷς χαρίζεται διὰ ῥημάτων αὐτοὺς παραμυθούμενος μόνον. Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν, φησὶ, καταλλαγὴ κόσμου. Καὶ τί τοῦτο πρὸς Ἰουδαίους; Τίς ἡ πρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν; Ἀλλ' οὐδὲ τοῦτό τι πρὸς ἐκείνους, εἰ μὴ προσελήφθησαν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ ὀργιζόμενος αὐτοῖς, τοσαῦτα ἐχαρίσατο ἑτέροις, ὅταν αὐτοῖς καταλλαγῇ, τί οὐ χαριεῖται; Ἀλλ' ὥσπερ ἡ ἀνάστασις τῶν νεκρῶν οὐ διὰ τὴν πρόσληψιν αὐτῶν, οὕτως οὐδὲ νῦν ἡ σωτηρία ἡ ἡμετέρα δι' αὐτούς· ἀλλ' ἐξεβλήθησαν μὲν ἐκ τῆς ἀνοίας αὐτῶν, ἐσώθημεν δὲ ἀπὸ τῆς πίστεως ἡμεῖς καὶ τῆς ἄνωθεν χάριτος. Τούτων δὲ οὐδὲν ἐκείνους ὠφελῆσαι δυνήσεται, εἰ μὴ τὴν προσήκουσαν ἐπιδείξαιντο πίστιν. Πλὴν ἀλλὰ τὰ αὐτῷ συνήθη ποιῶν, προάγει τὸν λόγον εἰς ἕτερον ἐγκώμιον, οὐκ ὂν ἐγκώμιον, ἀλλὰ δοκοῦν εἶναι μόνον, τοὺς ἀρίστους τῶν ἰατρῶν μιμούμενος, οἳ τοσαῦτα παραμυθοῦνται τοὺς κάμνοντας, ὅσα ἡ τῆς ἀῤῥωστίας ἐνδίδωσι φύσις. Τί γάρ φησιν; Εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι· ἀπαρχὴν ἐνταῦθα καὶ ῥίζαν καλῶν, τοὺς περὶ τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, τοὺς προφήτας, τοὺς πατριάρχας, τοὺς ἐπὶ τῆς Παλαιᾶς εὐδοκιμηκότας ἅπαντας· κλάδους δὲ τοὺς ἐξ αὐτῶν πιστεύσαντας. Εἶτα ἐπειδὴ ἀντέπιπτεν αὐτῷ τὸ πολλοὺς ἠπιστηκέναι, ὅρα πῶς αὐτὸ πάλιν ὑποτέμνεται, καί φησιν· Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν. Καὶ μὴν ἄνω ἔλεγες, ὅτι οἱ πλείους ἀπώλοντο, καὶ ὀλίγοι διεσώθησαν· πῶς οὖν ἐνταῦθα ἐπὶ τῶν ἀπολλυμένων τὸ, Τινὲς, τέθεικας, ὅπερ ὀλιγότητός ἐστιν ἐμφαντικόν; Οὐκ ἐμαυτῷ, φησὶ, περιπίπτων, ἀλλὰ θεραπεῦσαι σπεύδων καὶ ἀνακτήσασθαι τοὺς πεπονηκότας. Εἶδες πῶς διὰ παντὸς τοῦ χωρίου δείκνυται τοῦτο κατασκευάζων, τὸ βούλεσθαι παραμυθήσασθαι αὐτούς; κἂν ἀνέλῃς αὐτὸ, πολλὰ ἕψεται τὰ ἐναντιώματα. Σὺ δέ μοι σκόπει αὐτοῦ τὴν σοφίαν, πῶς δοκῶν ὑπὲρ αὐτῶν λέγειν, καὶ παραμυθίαν αὐτοῖς ἐπινοεῖν, καὶ πλήττει λανθανόντως, καὶ πάσης ἀπολογίας δείκνυσιν ἐστερημένους, ἀπὸ τῆς ῥίζης, ἀπὸ τῆς ἀπαρχῆς. Ἐννόησον γὰρ πονηρίαν τῶν κλάδων, ὅτε μηδὲ ῥίζαν ἔχοντες γλυκεῖαν, μιμοῦνται αὐτήν· καὶ τὴν κακίαν τοῦ φυράματος, ὅταν μηδὲ ἀπὸ τῆς ἀπαρχῆς μεταβάλληται. Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν. Καὶ μὴν τὸ πλέον ἐξεκλάσθη· ἀλλ', ὅπερ ἔφην, βούλεται αὐτοὺς παραμυθεῖσθαι. Διὰ τοῦτο οὐδὲ παρ' ἑαυτοῦ, ἀλλὰ παρ' ἐκείνων εἰσάγει τὸν λόγον, καὶ ἐν τούτῳ λανθανόντως αὐτῶν καθικνούμενος, καὶ δεικνὺς τῆς τοῦ Ἀβραὰμ συγγενείας ἐκπεπτωκότας· τοῦτο γὰρ ἦν, ὃ ἔσπευδεν εἰπεῖν, ὅτι οὐδὲν κοινὸν πρὸς ἐκεῖνον ἔχουσιν. Εἰ γὰρ ἁγία ἡ ῥίζα, οὗτοι δὲ οὐχ ἅγιοι, ἄρα πόῤῥω τῆς ῥίζης οὗτοι. Εἶτα δοκῶν παραμυθήσασθαι τὸν Ἰουδαῖον, πάλιν πλήττει διὰ τῆς κατηγορίας τοὺς ἐξ ἐθνῶν· εἰπὼν γὰρ, Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, ἐπήγαγε· Σὺ δὲ ἀγριέλαιος ὢν, ἐνεκεντρίσθης. Ὅσῳ γὰρ ἂν εὐτελὴς ᾖ ὁ ἐξ ἐθνῶν, τοσούτῳ μᾶλλον ὁ Ἰουδαῖος ἀλγεῖ τοῖς αὐτοῦ τοῦτον ἐντρυφῶντα ὁρῶν· κἀκείνῳ δὲ οὐ τοσαύτη ἀπὸ τῆς εὐτελείας ἡ αἰσχύνη, ὅση ἀπὸ τῆς μεταβολῆς ἡ τιμή. Καὶ σκόπει σοφίαν· οὐκ εἶπεν, Ἐνεφυτεύθης, ἀλλ', Ἐνεκεντρίσθης, ἐν τούτῳ πάλιν δάκνων τὸν Ἰουδαῖον, καὶ δεικνὺς ἐν τῷ δένδρῳ τῷ αὐτοῦ τὸν ἐξ ἐθνῶν ἑστηκότα, καὶ τοῦτον κείμενον χαμαί. Διόπερ οὐδὲ μέχρι τούτου ἔστη, οὐδὲ εἰπὼν, Ἐνεκεντρίσθης, ἀπηλλάγη, καίτοι τὸ πᾶν ἐδήλωσε τούτῳ· ἀλλ' ὅμως ἐνδιατρίβει τῇ εὐημερίᾳ τούτου, καὶ εὐρύνει τὴν εὐδοκίμησιν, λέγων· Καὶ συγκοινωνὸς τῆς ῥίζης καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου. Καὶ δοκεῖ μὲν αὐτὸν ἐν τάξει προσθήκης τεθεικέναι· δείκνυσι δὲ οὐδὲν αὐτὸν ταύτῃ παραβλαπτόμενον, ἀλλὰ τὸ πᾶν ἔχοντα, ὅσον εἶπεν ὁ κλάδος ὁ ἐκ τῆς ῥίζης ἀναβάς. Ἵνα γὰρ μὴ ἀκούσας, Σὺ δὲ ἐνεκεντρίσθης, ἠλαττῶσθαι αὐτὸν νομίσῃς πρὸς τὸν ἔμφυτον κλάδον συγκρίνων, ὅρα πῶς αὐτὸν ἐξισοῖ λέγων· Καὶ συγκοινωνὸς τῆς ῥίζης καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου· τουτέστιν, εἰς τὴν αὐτὴν κατέστης εὐγένειαν, εἰς τὴν αὐτὴν φύσιν. Εἶτα ἐπιπλήξας, καὶ εἰπὼν, Μὴ κατακαυχῶ τῶν κλάδων, δοκεῖ μὲν παραμυθεῖσθαι τὸν Ἰουδαῖον, δείκνυσι δὲ αὐτοῦ τὸ εὐτελὲς καὶ τὴν πολλὴν ἀτιμίαν. Διὰ τοῦτο οὐδὲ εἶπε, Μὴ καυχῶ, ἀλλὰ, Μὴ κατακαυχῶ, μὴ κατ' ἐκείνων καυχῶ ὥστε αὐτοὺς ἀποῤῥῆξαι· καὶ γὰρ εἰς τὰ ἐκείνων ἕστηκας, τῶν ἐκείνων ἀπολαύεις.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
