Ancient Greek
Πρῶτον μὲν εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ ὑπὲρ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 4.1-2
Not analysed yet
Ὅρα σοφίαν διδασκάλου. Εἶπεν, Εἰς τὸ στηριχθῆναι ὑμᾶς· οἶδε βαρὺ καὶ φορτικὸν τὸ εἰρημένον τοῖς μαθηταῖς ὂν, καὶ λέγει, Εἰς τὸ παρακληθῆναι ὑμᾶς. Ἀλλὰ καὶ τοῦτο βαρὺ πάλιν, οὐχ οὕτω μὲν ὡς τὸ πρότερον, βαρὺ δὲ ὅμως. Ὑποτέμνεται τοίνυν καὶ τούτου πάλιν τὸ φορτικὸν, λεαίνων πανταχόθεν τὸν λόγον, καὶ ποιῶν εὐπαράδεκτον. Οὐ γὰρ ἁπλῶς εἶπε, Παρακληθῆναι, ἀλλὰ, Συμπαρακληθῆναι, καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ ἑτέραν εἰσάγει πλείονα θεραπείαν, εἰπών· Διὰ τῆς ἐν ἀλλήλοις πίστεως, ὑμῶν τε καὶ ἐμοῦ. Βαβαὶ, πόση ἡ ταπεινοφροσύνη. ἔδειξε καὶ ἑαυτὸν ἐκείνων δεόμενον, οὐκ ἐκείνους τούτου μόνον· καὶ τοὺς μαθητὰς ἐν τάξει διδασκάλων ἐκάθισεν, οὐδεμίαν ὑπεροχὴν ἀφεὶς μεῖναι παρ' αὐτῷ, ἀλλὰ πολλὴν τὴν ἰσοτιμίαν ἐπιδειξάμενος. Κοινὸν γάρ ἐστι τὸ κέρδος, φησὶ, καὶ ἐγὼ τῆς παρ' ὑμῶν δέομαι παρακλήσεως, καὶ ὑμεῖς τῆς παρ' ἐμοῦ. Καὶ πῶς τοῦτο γίνεται; Διὰ τῆς ἐν ἀλλήλοις πίστεως, ὑμῶν τε καὶ ἐμοῦ. Καθάπερ γὰρ ἐπὶ πυρὸς ἂν πολλάς τις συναγάγῃ λαμπάδας, λαμπρὰν ἀνάπτει τὴν φλόγα· οὕτω καὶ ἐπὶ τῶν πιστῶν γίνεσθαι πέφυκεν. Ὅταν μὲν γὰρ καθ' ἑαυτοὺς ὦμεν διεσπασμένοι, ἀθυμότεροί πώς ἐσμεν· ὅταν δὲ ἰδόντες ἀλλήλους τοῖς οἰκείοις περιπλακῶμεν μέλεσι, πολλὴν δεχόμεθα τὴν παράκλησιν. Μὴ γάρ μοι τὸν παρόντα καιρὸν ἐξετάσῃς, καθ' ὃν τῇ τοῦ Θεοῦ χάριτι κατὰ κώμην καὶ πόλιν, καὶ ἐν αὐτῇ τῇ ἐρήμῳ πολλὰ τῶν πιστευόντων τὰ τάγματα, καὶ πᾶσα ἀσέβεια ἐξελήλαται, ἀλλ' ἐννόησον κατ' ἐκεῖνον τὸν καιρὸν, ὅσον ἦν ἀγαθὸν καὶ διδάσκαλον ἰδεῖν τοὺς μαθητὰς, καὶ ὑπὸ ἀδελφῶν ἀδελφοὺς ὀφθῆναι ἐξ ἄλλης πόλεως ἐπελθόντας. Ἵνα δὲ καὶ σαφέστερον τὸ λεγόμενον ποιήσω, ἐπὶ ὑποδείγματος τὸν λόγον ἀγάγωμεν. Εἰ γὰρ συμβαίη ποτὲ καὶ γένοιτο, ὃ μὴ γένοιτο, ἀπενεχθέντας εἰς τὴν Περσῶν γῆν ἢ Σκυθῶν ἢ βαρβάρων ἑτέρων διεσπάρθαι κατὰ δύο καὶ τρεῖς ἐν ἐκείναις ταῖς πόλεσιν, εἶτα ἐξαίφνης τινὰ τῶν ἐντεῦθεν ἰδεῖν ἐπελθόντα, ἐννόησον ὅσην ἂν ἐκαρπωσάμεθα τὴν παραμυθίαν. Οὐχ ὁρᾶτε καὶ τοὺς ἐν τοῖς δεσμωτηρίοις ὄντας, εἴ τινα τῶν ἐπιτηδείων ἴδοιεν, ἀνισταμένους καὶ ἐπτερωμένους ὑπὸ τῆς ἡδονῆς; Εἰ δὲ αἰχμαλωσίᾳ καὶ δεσμωτηρίῳ παραβάλλω τοὺς τότε καιροὺς, μὴ θαυμάσῃς· πολὺ γὰρ χαλεπώτερα τούτων ἔπασχον ἐκεῖνοι, διεσπαρμένοι καὶ ἐλαυνόμενοι, καὶ λιμῷ καὶ πολέμοις συζῶντες, καὶ καθημερινοὺς θανάτους τρέμοντες, καὶ ὑποπτεύοντες καὶ φίλους καὶ οἰκείους καὶ συγγενεῖς, καὶ καθάπερ ξένην τὴν οἰκουμένην οἰκοῦντες, μᾶλλον δὲ πολλῷ τῶν ἐν ἀλλοτρίᾳ διατριβόντων χαλεπώτερον. Διά τοι τοῦτό φησιν (Εἰς τὸ στηριχθῆναι ὑμᾶς, καὶ συμπαρακληθῆναι διὰ τῆς ἐν ἀλλήλοις πίστεως. Τοῦτο δὲ ἔλεγεν, οὐχ ὡς αὐτὸς χρῄζων τῆς παρ' ἐκείνων συμμαχίας, ἄπαγε· πῶς γὰρ ὁ τῆς Ἐκκλησίας στῦλος, ὁ σιδήρου καὶ πέτρας στεῤῥότερος, ὁ πνευματικὸς ἀδάμας καὶ μυρίαις ἀρκῶν πόλεσιν); ἀλλ' ἵνα μὴ καταφορικὸν ποιήσῃ τὸν λόγον μηδὲ σφοδρὰν τὴν ἐπιτίμησιν, καὶ αὐτὸς δεῖσθαι τῆς παρακλήσεως ἔλεγε τῆς ἐκείνων. Εἰ δέ τις ἐνταῦθα παράκλησιν καὶ εὐφροσύνην τὴν ἐπὶ τῆς πίστεως αὐτῶν ἐπίδοσιν λέγοι, καὶ ταύτης δεῖσθαι τὸν Παῦλον, οὐκ ἂν οὐδὲ οὕτως ἁμάρτοι τοῦ λόγου. Εἰ οὖν καὶ ἐπιθυμεῖς, φησὶ, καὶ εὔχῃ, καὶ μέλλεις παρακλήσεως ἀπολαύειν, καὶ παρακλήσεως μεταδιδόναι, τί τὸ κωλύον ἐλθεῖν; Ταύτην τοίνυν λύων τὴν ὑπόνοιαν, ἐπήγαγεν· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι πολλάκις προεθυμήθην ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τῆς δεῦρο. Ὅρα μέτρα δουλικῆς ὑπακοῆς, καὶ πολλῆς εὐγνωμοσύνης ἀπόδειξιν. Ὅτι μὲν γὰρ ἐκωλύθη, λέγει· διὰ τί δὲ, οὐκέτι. Οὐ γὰρ ἐξετάζει τοῦ Δεσπότου τὸ πρόσταγμα, ἀλλὰ πείθεται μόνον· καίτοι γε εἰκὸς ἦν διαπορῆσαι, τίνος ἕνεκεν πόλιν οὕτω λαμπρὰν καὶ μεγάλην, καὶ πρὸς ἣν ἅπασα ἔβλεπεν ἡ οἰκουμένη, ἐκώλυσεν ὁ Θεὸς ἀπολαῦσαι διδασκάλου τοιούτου, καὶ ἐπὶ χρόνον τοσοῦτον. Ὁ μὲν γὰρ τῆς κρατούσης πόλεως περιγενόμενος, καὶ τοῖς ἀρχομένοις ῥᾳδίως ἐπῄει· ὁ δὲ τὴν βασιλικωτέραν ἀφεὶς, τοῖς δὲ ὑπηκόοις ἐφεδρεύων, τὸ κεφάλαιον εἶχεν ἠμελημένον. Ἀλλ' ὅμως οὐδὲν τούτων περιεργάζεται, ἀλλὰ παραχωρεῖ τῷ τῆς προνοίας ἀκαταλήπτῳ, τό τε ἐμμελὲς ἐπιδεικνύμενος τῆς ἑαυτοῦ ψυχῆς, καὶ παιδεύων πάντας ἡμᾶς μηδέποτε τὸν Θεὸν ἀπαιτεῖν εὐθύνας τῶν γινομένων, κἂν δοκῇ πολλοὺς θορυβεῖν τὰ πραττόμενα. Δεσπότου μὲν γάρ ἐστι μόνον τὸ ἐπιτάττειν, δούλων δὲ τὸ πείθεσθαι. Διὰ τοῦτο, ὅτι μὲν ἐκωλύθη, λέγει· τίνος δὲ ἕνεκεν, οὐκέτι· Οὐδὲ γὰρ ἐγὼ οἶδα, φησί. Μὴ τοίνυν ἐρώτα με Θεοῦ βουλὴν ἢ γνώμην. Οὐδὲ γὰρ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· Τί με ἐποίησας οὕτω; Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, καὶ ζητεῖς μαθεῖν; οὐκ οἶσθα, ὅτι μέλει πάντων αὐτῷ, ὅτι σοφός ἐστιν, ὅτι οὐδὲν ἁπλῶς ἐργάζεται καὶ εἰκῆ; ὅτι τῶν γεγεννηκότων σε μᾶλλον φιλεῖ, καὶ πατρὸς ἐκ πολλοῦ τοῦ περιόντος ὑπερβαίνει φιλοστοργίαν, καὶ μητρὸς κηδεμονίαν; Μηδὲν οὖν πλέον ζήτει, μηδὲ πρόβαινε περαιτέρω· καὶ γὰρ ἀρκεῖ σοι ταῦτα εἰς παραμυθίαν· ἐπεὶ καὶ τότε σοφῶς ᾠκονόμητο τὸ τῶν Ῥωμαίων. Εἰ δὲ τὸν τρόπον ἀγνοεῖς, μὴ δυσχέραινε· τοῦτο γὰρ πίστεως μάλιστα, τὸ καὶ ἀγνοοῦντα τὸν τρόπον τῆς οἰκονομίας, δέχεσθαι τὸν περὶ προνοίας λόγον.