Ancient Greek · ~15 min
Καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν· οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθ' εἷς, ἀλλήλων μέλη.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 4.1-21
Not analysed yet
Ἡμεῖς δὲ σαφῶς εἰδότες, ὅτι τὸν Χριστὸν ὑποδεχόμεθα, οὐδὲ ταύτῃ γινόμεθα ἥμεροι. Ἀλλ' ἐκεῖνος μὲν καὶ παρακαλεῖ καὶ ἱκετεύει καὶ προσκυνεῖ· ἡμεῖς δὲ ὑβρίζομεν τοὺς προσιόντας ἡμῖν· καὶ ὁ μὲν δι' ἑαυτοῦ καὶ τῆς γυναικὸς πάντα ἀνύει, ἡμεῖς δὲ οὐδὲ διὰ τῶν οἰκετῶν. Εἰ δὲ καὶ τὴν τράπεζαν βουληθείης ἰδεῖν, ἣν παρέθηκε, πολλὴν καὶ ἐνταῦθα ὄψει τὴν φιλοτιμίαν, οὐχ ἣν ὁ τῆς περιουσίας ἐποίει τρόπος, ἀλλ' ὁ τῆς προαιρέσεως πλοῦτος. Πόσοι γοῦν τότε εὔποροι ἦσαν; Ἀλλ' οὐδεὶς τοιοῦτον οὐδὲν ἐποίησε. Πόσαι χῆραι ἦσαν ἐν τῷ Ἰσραήλ; Ἀλλ' οὐδεμία ἐξένισε τὸν Ἠλίαν. Πόσοι εὔποροι πάλιν ἦσαν ἐπὶ τοῦ Ἐλισσαίου; Ἀλλ' ἡ Σωναμῖτις τὸν καρπὸν τῆς φιλοξενίας ἐτρύγα μόνη· ὥσπερ οὖν καὶ ὁ Ἀβραὰμ, τότε ὢν μετὰ τῆς δαψιλείας καὶ τῆς προθυμίας. Καὶ διὰ τοῦτο μάλιστα ἄξιον θαυμάζειν, ὅτι μηδὲ εἰδὼς τίνες ἦσαν οἱ παραγεγονότες, ταῦτα ἐποίει. Μὴ τοίνυν μηδὲ σὺ πολυπραγμόνει· διὰ γὰρ τὸν Χριστὸν δέχῃ· κἂν μέλλῃς ἀεὶ περιεργάζεσθαι, πολλάκις καὶ δόκιμον ἄνδρα παραδραμῇ, καὶ τὸν ἐκ τούτου μισθὸν ἀπολεῖς. Καίτοι ὁ μὲν μὴ δόκιμον δεχόμενος οὐκ ἐγκαλεῖται, ἀλλὰ καὶ μισθὸν ἔχει. Ὁ δεχόμενος γὰρ προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται. Ὁ δὲ ἐκ τῆς ἀκαίρου ταύτης πολυπραγμοσύνης τὸν θαυμαστὸν παρατρέχων, καὶ δίκην δίδωσι. Μὴ τοίνυν βίους καὶ πράξεις πολυπραγμόνει· καὶ γὰρ ἐσχάτης τοῦτο ἀπειροκαλίας ἐστὶν, ὑπὲρ ἑνὸς ἄρτου ζωὴν ὁλόκληρον περιεργάζεσθαι. Εἰ γὰρ ἀνδροφόνος οὗτος, εἰ γὰρ λῃστὴς, εἰ γὰρ ὁτιοῦν, ἄρτου καὶ ὀλίγων ἀργυρίων οὐ δοκεῖ σοι ἄξιος εἶναι; Ἀλλ' ὁ μὲν Δεσπότης σου καὶ ἥλιον αὐτῷ ἀνατέλλει· σὺ δὲ καὶ τῆς ἐφημέρου τροφῆς ἀνάξιον αὐτὸν κρίνεις; Ἐγὼ δὲ καὶ ἑτέραν ὑπερβολὴν τίθημι· κἂν γὰρ ἐπιστάμενος ᾖς σαφῶς, ὅτι μυρίων οὗτος γέμει κακῶν, οὐδὲ οὕτως ἀπολογίαν ἕξεις τῆς ἐφημέρας τροφῆς αὐτὸν ἀποστερῶν. Ἐκείνου γὰρ δοῦλος εἶ τοῦ λέγοντος, Οὐκ οἴδατε ποίου πνεύματός ἐστε; ἐκείνου εἶ οἰκέτης τοῦ θεραπεύσαντος τοὺς λιθάσαντας αὐτόν· μᾶλλον δὲ τοῦ σταυρωθέντος ὑπὲρ αὐτῶν. Καὶ μή μοι λέγε, ὅτι Ἕτερον ἀνεῖλε· καὶ γὰρ εἰ καὶ σεαυτὸν ἀναιρεῖν μέλλει, μηδὲ οὕτω λιμώττοντα παρίδῃς. Καὶ γὰρ ἐκείνου μαθητὴς εἶ τοῦ τῶν σταυρωσάντων τὴν σωτηρίαν ποθοῦντος, τοῦ λέγοντος ἐν αὐτῷ τῷ σταυρῷ· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Ἐκείνου δοῦλος εἶ τοῦ τὸν ῥαπίσαντα αὐτὸν θεραπεύσαντος, τοῦ τὸν ὑβρίσαντα ἐν αὐτῷ τῷ σταυρῷ στεφανώσαντος· οὗ τί γένοιτ' ἂν ἴσον; Καὶ γὰρ ἀμφότεροι παρὰ τὴν ἀρχὴν οἱ λῃσταὶ ὕβριζον αὐτόν· ἀλλ' ὅμως θατέρῳ τούτων τὸν παράδεισον ἠνέῳξε. Καὶ δακρύει τοὺς μέλλοντας αὐτὸν ἀναιρεῖν, καὶ ταράττεται καὶ συγχεῖται ὁρῶν τὸν προδότην, οὐχ ὅτι σταυροῦσθαι ἔμελλεν, ἀλλ' ὅτι ἐκεῖνος ἀπώλλυτο. Ἐταράττετο τοίνυν προειδὼς τὴν ἀγχόνην καὶ τὴν μετὰ τὴν ἀγχόνην κόλασιν. Καὶ εἰδὼς αὐτοῦ τὴν πονηρίαν, μέχρις ἐσχάτης ὥρας αὐτὸν ἔφερε, καὶ οὐ διεκρούετο, ἀλλὰ καὶ ἐφίλησε τὸν προδότην. Ὁ Δεσπότης σου φιλεῖ, καὶ δέχεται χείλεσι τὸν μέλλοντα αὐτοῦ τὸ αἷμα τὸ τίμιον εὐθέως ἐκχεῖν· σὺ δὲ τὸν πένητα οὐδὲ ἄρτου ἀξιοῖς; καὶ οὐκ αἰδῇ τὸν νόμον, ὃν ἔθηκεν ὁ Χριστός; Διὰ γὰρ τούτων ἔδειξεν, ὅτι οὐ μόνον τοὺς πένητας, ἀλλ' οὐδὲ τοὺς ἐπὶ θάνατον ἡμᾶς ἄγοντας ἀποστρέφεσθαι δεῖ. Μὴ τοίνυν μοι τοῦτο εἴπῃς, ὅτι ὁ δεῖνά μοι εἰργάσατο δεινὰ, ἀλλ' ἐννόησον τί ἐποίησεν ὁ Χριστὸς πρὸς αὐτῷ τῷ σταυρῷ διὰ τοῦ φιλήματος, ᾧ προδίδοσθαι ἔμελλε, τὸν προδότην διορθούμενος. Καὶ ὅρα πῶς ἐντρεπτικῶς. Ἰούδα, γάρ φησι, φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου προδίδως; Τίνα οὐκ ἂν ἐμάλαξε; τίνα οὐκ ἂν ἐπέκαμψεν αὕτη ἡ φωνή; ποῖον θηρίον, ποῖον ἀδάμαντα; Ἀλλ' οὐ τὸν δείλαιον ἐκεῖνον. Μὴ τοίνυν λέγε, ὅτι τὸν δεῖνα ἐφόνευσεν ὁ δεῖνα, καὶ διὰ τοῦτο αὐτὸν ἀποστρέφομαι. Κἂν γὰρ κατὰ σοῦ μέλλῃ τὸ ξίφος ὠθεῖν, καὶ τὴν δεξιὰν βαπτίζειν εἰς αὐτὸν τὸν λαιμὸν, αὐτὴν φίλησον τὴν δεξίαν· ἐπεὶ καὶ ὁ Χριστὸς τὸ στόμα ἐφίλησεν ἐκεῖνο τὸ τὴν σφαγὴν ἐργασάμενον.