# In epistulam ad Romanos (homiliae 1-32) 4.1-27

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν διὰ Γραφῶν προφητικῶν κατ' ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, εἰς ὑπακοὴν πίστεως, εἰς πάντα τὰ ἔθνη γνωρισθέντος· μόνῳ σοφῷ Θεῷ, διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/4.1-27

Εἶτα οὐκ αἰσχυνόμεθα, ὅσην ὁ τοῦ διαβόλου καὶ τῶν δαιμόνων ἔρως ἰσχὺν ἔχει, ταύτην οὐ δυνάμενοι περὶ τὴν κατὰ Θεὸν ἐπιδεῖξαι φιλίαν; οὐκ ἐννοεῖς, ὅτι τοῦτο μέγιστόν ἐστιν ὅπλον κατὰ τοῦ διαβόλου· οὐ συνορᾷς, ὅτι παρέστηκεν ὁ πονηρὸς δαίμων ἐκεῖνος, ἕλκων πρὸς ἑαυτὸν τὸν μισούμενον, καὶ βουλόμενος πλεονεκτῆσαι τὸ μέλος; σὺ δὲ παρατρέχεις, καὶ τὸ ἔπαθλον προδίδως τῆς μάχης; Καὶ γὰρ ἔπαθλον ὁ ἀδελφὸς ἐν τῷ μέσῳ κεῖται· κἂν περιγένῃ, σὺ τὸν στέφανον ἔλαβες· ἂν δὲ ῥᾳθυμήσῃς, ἀστεφάνωτος ἀνεχώρησας. Παῦσαι τοίνυν τὸ σατανικὸν ἐκεῖνο φθεγγόμενος ῥῆμα, ὅτι Ἐὰν ἀδελφός μου μισῇ με, οὐδὲ ἰδεῖν αὐτὸν βούλομαι. Οὐδὲν γὰρ αἰσχρότερον τοῦ ῥήματος τούτου, καίτοι γε εὐγενοῦς αὐτὸ ψυχῆς δεῖγμα εἶναι τίθενται οἱ πολλοί· ἀλλ' οὐδὲν τούτων δυσγενέστερον οὐδὲ ἀνοητότερον οὐδὲ ὠμότερον. Διὸ δὴ μάλιστα καὶ πενθῶ, ὅτι τὰ τῆς κακίας ἀρετῆς εἶναι νομίζουσιν οἱ πολλοὶ, καὶ ὑπερορᾷν καὶ καταφρονεῖν, λαμπρὸν ἔδοξεν εἶναι καὶ σεμνόν· ὅπερ μεγίστη παγίς ἐστι τοῦ διαβόλου, τὸ καὶ ἀγαθὴν περιθεῖναι δόξαν τῇ πονηρίᾳ· διὸ καὶ δυσεξάλειπτος γίνεται. Καὶ γὰρ πολλῶν ἔγωγε ἤκουσα σεμνυνομένων ἐπὶ τῷ μὴ προσίεσθαι τοὺς ἀποστρεφομένους αὐτούς· καίτοι γε ὁ Δεσπότης σου καὶ ἐγκαλλωπίζεται τούτῳ. Ποσάκις γοῦν αὐτὸν διέπτυσαν ἄνθρωποι; ποσάκις ἀπεστράφησαν; αὐτὸς δὲ οὐ παύεται ἐπιτρέχων. Μὴ τοίνυν λέγε, ὅτι Οὐ δύναμαι προσίεσθαι τοὺς μισοῦντας, ἀλλ' εἰπὲ, ὅτι Οὐ δύναμαι διαπτύσαι τοὺς διαπτύοντας. Τοῦτο τοῦ μαθητοῦ τοῦ Χριστοῦ τὸ ῥῆμα, ὡς τό γε ἕτερον τοῦ διαβόλου· τοῦτο λαμπροὺς ἐποίει καὶ ἐνδόξους, ὡς τό γε ἕτερον αἰσχροὺς καὶ καταγελάστους. Διὰ τοῦτο θαυμάζομεν Μωϋσέα, ὅτι καὶ τοῦ Θεοῦ λέγοντος, Ἔασόν με, καὶ θυμωθεὶς ἐκτρίψω αὐτοὺς, οὐκ ἠδυνήθη διαπτύσαι τοὺς πολλάκις αὐτὸν ἀποστραφέντας, ἀλλ' ἔλεγεν, Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον. Θεοῦ γὰρ φίλος ἦν καὶ μιμητής. Μὴ δὴ σεμνυνώμεθα ἐν οἷς ἐγκαλύπτεσθαι δεῖ, μηδὲ λέγωμεν τὰ τῶν ἀγοραίων τούτων καὶ σεσυρμένων ἀνθρώπων, Οἶδα καταπτύσαι μυρίων· ἀλλὰ κἂν ἕτερος τοῦτο λέγῃ, καταγελῶμεν καὶ ἐπιστομίζωμεν, ὅτι καλλωπίζεται ἐφ' οἷς αἰσχύνεσθαι ἔδει. Τί λέγεις, εἰπέ μοι; καταπτύεις ἀνθρώπου πιστοῦ, οὗ ἀπίστου ὄντος οὐ κατέπτυσεν ὁ Χριστός; Τί λέγω, οὐ κατέπτυσεν; Οὕτω μὲν οὖν αὐτὸν ἐφίλησεν ἐχθρὸν ὄντα καὶ δυσειδῆ, ὡς καὶ ἀποθανεῖν ὑπὲρ αὐτοῦ. Εἶτα αὐτὸς μὲν οὕτως ἐφίλησε καὶ τοιοῦτον ὄντα, σὺ δὲ νῦν, ὅτε ὡραῖος ἐγένετο καὶ θαυμαστὸς, διαπτύεις, εἰπέ μοι, μέλος ὄντα τοῦ Χριστοῦ, καὶ σῶμα γενόμενον Δεσποτικόν; οὐκ ἐννοεῖς, τί φθέγγῃ; οὐκ αἰσθάνῃ οἷα τολμᾷς; Κεφαλὴν ἔχει τὸν Χριστὸν, καὶ τράπεζαν καὶ ἱμάτιον καὶ ζωὴν καὶ φῶς καὶ νυμφίον, καὶ πάντα ἐστὶν ἐκεῖνος αὐτῷ, καὶ τολμᾷς εἰπεῖν, ὅτι Διαπτύω τοῦτον; καὶ οὐ τοῦτον μόνον, ἀλλὰ καὶ μυρίους ἑτέρους μετ' αὐτοῦ; Ἐπίσχες, ἄνθρωπε, καὶ ἀνάπαυσαι τῆς μανίας· ἐπίγνωθι τὸν ἀδελφὸν, μάθε ὅτι ἀνοίας ταῦτα τὰ ῥήματα καὶ παραπληξίας, καὶ λέγε τἀναντία, ὅτι Κἂν μυριάκις με διαπτύῃ, ἐγὼ οὐκ ἀποστήσομαι· οὕτω καὶ τὸν ἀδελφὸν κερδανεῖς, καὶ εἰς δόξαν τοῦ Θεοῦ βιώσῃ, καὶ τῶν μελλόντων μεθέξεις ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
