Ancient Greek · ~21 min
Νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλὴμ, διακονῶν τοῖς ἁγίοις. Εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ. Εὐδόκησαν γὰρ, καὶ ὀφειλέται αὐτῶν εἰσιν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 4.1-29
Not analysed yet
Βλέπε αὐτῶν τὸν περὶ τὸ κήρυγμα πόνον, τὸν ἐν τῷ μαρτυρίῳ στέφανον, τὴν ἐν τοῖς χρήμασι φιλοτιμίαν, τὴν περὶ Παῦλον ἀγάπην, τὸ περὶ τὸν Χριστὸν φίλτρον· παράβαλε τούτοις τὰ σὰ, τὴν περὶ τὰ χρήματα σπουδὴν, τὴν πρὸς τὰς πορνευομένας ἅμιλλαν, τὴν πρὸς τὸν χόρτον φιλονεικίαν· καὶ τότε ὄψεις τίνες μὲν ἐκεῖνοι, τίς δὲ σύ. Μᾶλλον δὲ μὴ παράβαλε μόνον, ἀλλὰ καὶ ζήλου τὴν γυναῖκα, καὶ τὰ φορτία τῆς χλόης ἀποθεμένη (τοῦτο γὰρ ἡ τῶν ἱματίων πολυτέλεια), λάμβανε τὸν ἐκ τοῦ οὐρανοῦ κόσμον, καὶ μάνθανε πόθεν ἐγένοντο τοιοῦτοι οἱ περὶ Πρίσκιλλαν. Πόθεν οὖν ἐγένοντο; Δύο ἔτη τὸν Παῦλον ἐξενοδόχησαν· ἔτη δὲ δύο τί οὐκ ἂν αὐτῶν εἰργάσατο τὴν ψυχήν; Τί οὖν ἐγὼ πάθω, φησὶν, ὅτι Παῦλον οὐκ ἔχω; Ἐὰν θέλῃς, ἀκριβέστερον ἔχεις ἢ ἐκεῖνοι· οὐδὲ γὰρ ἐκείνους ἡ ὄψις ἡ Παύλου τοιούτους ἐποίησεν, ἀλλὰ τὰ ῥήματα Παύλου. Ὥστε, εἰ βουληθείης, καὶ Παῦλον καὶ Πέτρον καὶ Ἰωάννην καὶ τῶν προφητῶν ἅπαντα τὸν χορὸν μετὰ τῶν ἀποστόλων ἕξεις ὁμιλοῦντά σοι διηνεκῶς. Λάβε γὰρ τῶν μακαρίων τούτων τὰς βίβλους, καὶ ἐντύγχανε διηνεκῶς ταῖς ἐκείνων γραφαῖς, καὶ δυνήσονταί σε ποιῆσαι κατὰ τὴν τοῦ σκηνοποιοῦ γυναῖκα. Καὶ τί λέγω Παῦλον; Ἂν γὰρ ἐθέλῃς, καὶ αὐτὸν ἕξεις τὸν Παύλου Δεσπότην· διὰ γὰρ τῆς Παύλου γλώττης καὶ ἐκεῖνός σοι διαλέξεται. Καὶ ἑτέρως δὲ πάλιν δυνήσῃ δέξασθαι τοῦτον, ὅταν τοὺς ἁγίους δέξῃ, ὅταν τοὺς εἰς ἐκεῖνον πιστεύοντας θεραπεύσῃς· οὕτω καὶ ἀπελθόντων ἐκείνων, πολλὰ ὑπομνήματα εὐλαβείας ἕξεις. Οἶδε γὰρ καὶ τράπεζα ἐφ' ἧς ὁ ἅγιος ἔφαγε, καὶ καθέδρα ἐφ' ἧς ἐκάθισε, καὶ κλίνη ἐφ' ἧς κατεκλίθη, κατανύξαι τὸν ὑποδεξάμενον, καὶ ἀπελθόντος ἐκείνου. Πῶς γοῦν οἴει τὴν Σωναμῖτιν ἐκείνην κατανύττεσθαι, εἰσελθοῦσαν εἰς τὸ ὑπερῷον ἔνθα κατέμενεν ὁ Ἐλισσαῖος, ὁρῶσαν τὴν τράπεζαν, τὴν κλίνην ἐφ' ἧς ὁ ἅγιος ἐκεῖνος ἐκάθευδε; πόσην ἐντεῦθεν δέχεσθαι τὴν εὐλάβειαν; Οὐδὲ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, ἔῤῥιψεν ἐκεῖ τὸ παιδίον νεκρὸν, εἰ μὴ πολλὴν ἐκεῖθεν ἐκαρποῦτο τὴν ὠφέλειαν. Εἰ γὰρ μετὰ τοσοῦτον χρόνον εἰσιόντες, ἔνθα ἔμεινε Παῦλος, ἔνθα ἐδέθη, ἔνθα συνεκάθισε καὶ διελέχθη, πτερούμεθα, καὶ πρὸς τὴν μνήμην τῆς ἡμέρας ἀπὸ τῶν τόπων παραπεμπόμεθα· ἔτι νεωτέρων τῶν πραγμάτων ὄντων, τί πάσχειν εἰκὸς τοὺς μετ' εὐλαβείας ξενοδοχοῦντας; Ταῦτ' οὖν εἰδότες ὑποδεχώμεθα τοὺς ἁγίους, ἵνα λάμπῃ ἡ οἰκία, ἵνα ἀπαλλάττηται τῶν ἀκανθῶν, ἵνα λιμὴν γένηται τὸ δωμάτιον· καὶ ὑποδεχώμεθα, καὶ τοὺς πόδας νίπτωμεν. Οὐκ εἶ σὺ τῆς Σάῤῥας βελτίων οὐδὲ εὐγενεστέρα οὐδὲ εὐπορωτέρα, κἂν βασίλισσα ᾖς. Τριακοσίους γοῦν καὶ δεκακαιοκτὼ οἰκογενεῖς εἶχεν ἐκείνη, ὅτε καὶ τὸ δύο παῖδας ἔχειν πλοῦτος ἦν. Καὶ τί λέγω τριακοσίους καὶ δεκακαιοκτὼ οἰκέτας; Τὴν οἰκουμένην ἅπασαν ἐν τῷ σπέρματι καὶ ταῖς ἐπαγγελίαις ἐκέκτητο, τὸν τοῦ Θεοῦ φίλον εἶχεν ἄνδρα, αὐτὸν τὸν Θεὸν προστάτην, ὃ πάσης βασιλείας μεῖζον ἦν. Ἀλλ' ὅμως ἐν τοσαύτῃ οὖσα περιφανείᾳ καὶ δόξῃ, αὐτὴ ἔφυρε τὰ ἄλευρα, καὶ τὰ ἄλλα πάντα διηκονεῖτο, καὶ ἑστιωμένοις παρειστήκει πάλιν ἐν τάξει θεραπαινίδος. Οὐκ εἶ σὺ τοῦ Ἀβραὰμ εὐγενέστερος, ὃς τὰ οἰκετῶν ἔπραττε, μετὰ τὰ τρόπαια ἐκεῖνα, μετὰ τὰς νίκας, μετὰ τὴν τιμὴν τοῦ βασιλέως Αἰγύπτου, μετὰ τὸ τοὺς Περσῶν ἐλάσαι βασιλεῖς, καὶ τὰ λαμπρὰ στῆσαι τρόπαια. Μηδὲ τοῦτο ἴδῃς, ὅτι εὐτελεῖς τὸ φαινόμενον οἱ ἅγιοι οἱ πρὸς σὲ καταγόμενοι, καὶ πτωχοὶ καὶ ῥακοδυτοῦντες πολλάκις, ἀλλ' ἐκείνης μέμνησο τῆς φωνῆς τῆς λεγούσης· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε· καὶ, Μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρὸς ἡμῶν τοῦ ἐν οὐρανοῖς· καὶ δέχου μετὰ προθυμίας αὐτοὺς, τὰ μυρία σοι κομίζοντας ἀγαθὰ διὰ τῶν ἀσπασμῶν τῆς εἰρήνης. Καὶ μετὰ τῆς Σάῤῥας λογίζου καὶ τὴν Ῥεβέκκαν, ἣ καὶ ὑδρεύετο καὶ ἐπότιζε καὶ ἐκάλει τὸν ξένον ἔνδον, πάντα καταπατήσασα τῦφον· διά τοι τοῦτο καὶ μεγάλους τῆς φιλοξενίας ἐλάμβανε τοὺς μισθούς. Σὺ δὲ, εἰ βουληθείης, καὶ μείζους ἐκείνων λήψῃ. Οὐ γὰρ παιδίον μόνον δώσει σοι ὁ Θεὸς τὸν καρπὸν, ἀλλὰ καὶ τὸν οὐρανὸν καὶ τὰ ἐκεῖ ἀγαθὰ καὶ γεέννης ἀπαλλαγὴν καὶ ἁμαρτημάτων συγχώρησιν· καὶ γὰρ μέγας, καὶ σφόδρα μέγας ὁ τῆς φιλοξενίας καρπός. Οὕτω καὶ ὁ Ἰοθὸρ, καὶ ταῦτα βάρβαρος ὢν, κηδεστὴν ἔλαβε τὸν τῇ θαλάττῃ μετὰ τοσαύτης ἐπιτάξαντα τῆς ἐξουσίας· καὶ γὰρ αἱ θυγατέρες αὐτῷ τὸ καλὸν τοῦτο θήραμα ἐσαγήνευσαν. Ταῦτ' οὖν ἐννοοῦσα, καὶ τὴν ἀνδρείαν τῶν γυναικῶν ἐκείνων λογιζομένη καὶ τὴν φιλοσοφίαν, καταπάτησον τὸν παρόντα τῦφον, τὸν τῶν ἱματίων καλλωπισμὸν, τὴν τῶν χρυσίων πολυτέλειαν, τῶν μύρων τὴν ἀλοιφήν· καὶ τὸ κατακλᾶσθαι καὶ θρύπτεσθαι καὶ ῥυθμῷ βαδίζειν ἀφιεῖσα, πᾶσαν ταύτην τὴν ἐπιμέλειαν εἰς τὴν ψυχὴν εἰσάγαγε, καὶ τὸν τῶν οὐρανῶν πόθον ἄναψον ἐπὶ τῆς διανοίας. Ἂν γὰρ οὗτός σε ὁ ἔρως ἕλῃ, ὄψει τὸν βόρβορον καὶ τὸν πηλὸν, καὶ καταγελάσῃ τῶν νῦν θαυμαζομένων· οὐδὲ γὰρ ἔστι γυναῖκα πνευματικοῖς κοσμουμένην κατορθώμασιν, ἐπιζητῆσαι τὸν γέλωτα τοῦτον. Ῥίψασα τοίνυν ταῦτα πάντα, ἃ καὶ ἀγοραίων γυναῖκες, ἃ καὶ ὀρχηστρίδες καὶ αὐλητρίδες μετὰ πολλῆς ἔχουσι τῆς φιλοτιμίας, περίθου φιλοσοφίαν, φιλοξενίαν, προστασίαν τῶν ἁγίων, κατάνυξιν, εὐχὰς συνεχεῖς. Ταῦτα χρυσῶν ἱματίων βελτίω, ταῦτα λίθων σεμνότερα καὶ περιδεῤῥαίων, ταῦτα καὶ παρ' ἀνθρώποις εὐδόκιμον ποιεῖ, καὶ παρὰ τοῦ Θεοῦ μέγαν φέρει σοι τὸν μισθόν. Οὗτος τῆς Ἐκκλησίας ὁ κόσμος, ἐκεῖνος τῶν θεάτρων· οὗτος τῶν οὐρανῶν ἄξιος, ἐκεῖνος ἵππων καὶ ἡμιόνων· ἐκεῖνος καὶ νεκροῖς σώμασι περιτίθεται, οὗτος ἐν ψυχῇ μόνον ἀγαθῇ λάμπει, ἐν ᾖ Χριστὸς κατοικεῖ. Τοῦτον τοίνυν κτησώμεθα τὸν κόσμον, ἵνα αἰδώμεθα πανταχοῦ καὶ ἡμεῖς, καὶ εὐαρεστήσωμεν τῷ Χριστῷ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.