Ancient Greek · ~18 min
Ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας εἰς Χριστόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 4.1-30
Not analysed yet
Διὰ τοῦτο οὐδὲ ἐν τῇ βασιλείᾳ ἴση ἡ τιμὴ, οὐδὲ ἐν τοῖς μαθηταῖς πάντες ἴσοι, ἀλλ' οἱ τρεῖς τῶν ἄλλων προεῖχον, καὶ ἐν τούτοις αὐτοῖς τοῖς τρισὶ πολλὴ πάλιν διαφορά· πολλὴ γὰρ ἀκρίβεια παρὰ τῷ Θεῷ καὶ μέχρι τῶν ἐσχάτων. Καὶ γὰρ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ, φησί. Καίτοι γε πάντες ἦσαν ἀπόστολοι, καὶ πάντες ἐπὶ δώδεκα θρόνους μέλλουσι καθῆσθαι, καὶ πάντες ἀφῆκαν τὰ ἑαυτῶν, καὶ πάντες αὐτῷ συνῆσαν· ἀλλ' ὅμως τοὺς τρεῖς ἐλάμβανε. Καὶ πάλιν καὶ τούτων αὐτῶν ἔφησέ τινας ἐγχωρεῖν καὶ ὑπερέξειν· Τὸ γὰρ καθίσαι, φησὶν, ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται. Καὶ τὸν Πέτρον δὲ αὐτῶν προτίθησι λέγων, Φιλεῖς με πλέον τούτων; καὶ ὁ Ἰωάννης δὲ ὑπὲρ τοὺς ἄλλους ἠγαπᾶτο. Καὶ γὰρ πάντων ἐξέτασις ἔστα ἀκριβής· κἂν μικρὸν ὑπερέχῃς τοῦ πλησίον, κἂν ἀκαριαῖον, κἂν ὁτιοῦν, οὐδὲ τοῦτο παρόψεται ὁ Θεός. Καὶ τοῦτο καὶ ἄνωθεν ἴδοι τις ἂν διαλάμπον. Καὶ γὰρ ὁ Λὼτ δίκαιος ἦν, ἀλλ' οὐχ οὕτως ὡς ὁ Ἀβραάμ· καὶ ὁ Ἰεζεκίας πάλιν, ἀλλ' οὐχ οὕτως ὡς ὁ Δαυΐδ· καὶ οἱ προφῆται πάντες, ἀλλ' οὐχ οὕτως ὡς ὁ Ἰωάννης. Ποῦ τοίνυν εἰσὶν οἱ μετὰ τὴν τοσαύτην ἀκρίβειαν οὐ βουλόμενοι εἶναι γέενναν; Εἰ γὰρ οἱ δίκαιοι πάντες οὐ τῶν αὐτῶν ἀπολαύσονται, κἂν μικρὸν ὦσι τῶν ἑτέρων ὑπερέχοντες (Ἀστὴρ γὰρ ἀστέρος διαφέρει, φησὶν, ἐν δόξῃ)· πῶς οἱ ἁμαρτωλοὶ ἐν τοῖς αὐτοῖς ἔσονται τοῖς δικαίοις; Ταύτην γὰρ οὐδ' ἂν ἄνθρωπος ἐργάσαιτο τὴν σύγχυσιν, μήτι γε ὁ Θεός. Εἰ δὲ βούλεσθε, καὶ ἐπὶ τῶν ἡμαρτηκότων, καὶ ἐπὶ τῶν ἤδη γεγενημένων ταύτην ὑμῖν δείξω τὴν διαφορὰν καὶ τὴν ἀκριβῆ δικαιοκρισίαν. Σκόπει δέ· ἥμαρτεν ὁ Ἀδὰμ, ἥμαρτε καὶ ἡ Εὔα· καὶ ἀμφότεροι μὲν παρέβησαν, οὐκ ἐξ ἴσης δὲ ἥμαρτον· οὐκοῦν οὐδὲ ἐξ ἴσης ἐκολάσθησαν. Τοσοῦτον γὰρ τὸ μέσον ἦν, ὡς Παῦλον εἰπεῖν, ὅτι Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε. Καίτοι ἡ ἀπάτη μία ἦν· ἀλλ' ὅμως ἡ τοῦ Θεοῦ μετὰ ἀκριβείας ἐξέτασις τοσοῦτον ἔδειξε τὸ μέσον, ὡς Παῦλον εἰπεῖν τοῦτο. Πάλιν ὁ μὲν Κάϊν ἐκολάζετο· ὁ δὲ Λάμεχ μετ' ἐκεῖνον φονεύσας, οὐδὲν τοιοῦτον ἔπαθε· καίτοι καὶ τοῦτο φόνος, κἀκεῖνο φόνος, καὶ πολλῷ χαλεπώτερος, ὅτι μηδὲ τῷ παραδείγματι γέγονε βελτίων οὗτος· ἀλλ' ὅμως ἐπειδὴ ὁ μὲν οὔτε ἀδελφὸν ἔσφαξε μετὰ παραίνεσιν, οὔτε ἐδεήθη τοῦ κατηγορήσοντος, οὔτε Θεοῦ ἐρωτῶντος ἠναισχύντησεν, ἀλλὰ καὶ μηδενὸς ἐλέγχοντος καὶ κατεῖπεν ἑαυτοῦ καὶ κατεδίκασε, συγγνώμης ἔτυχεν· ὁ δὲ, ἐπειδὴ τἀναντία ἐποίησεν, ἐτιμωρεῖτο. Ἴδε μεθ' ὅσης ἀκριβείας ἐξετάζει τὰ γινόμενα ὁ Θεός. Διὰ τοῦτο καὶ τοὺς ἐν τῷ κατακλυσμῷ ἑτέρως, καὶ τοὺς ἐν Σοδόμοις ἄλλως ἐτιμωρήσατο· καὶ τοὺς Ἰσραηλίτας δὲ πάλιν διαφόρως, καὶ τοὺς ἐν Βαβυλῶνι, καὶ τοὺς ἐπ' Ἀντιόχου· δεικνὺς, ὅτι πολὺν ἔχει τῶν ἡμετέρων λόγον. Καὶ οἱ μὲν ἑβδομήκοντα ἐδούλευσαν ἔτη, οἱ δὲ τετρακόσια· οἱ δὲ τέκνα ἔφαγον, καὶ μυρίας ἑτέρας χαλεπωτέρας ὑπέμειναν συμφορὰς, καὶ οὐδὲ ταύτῃ ἀπηλλάγησαν οὔτε οὗτοι οὔτε οἱ ζῶντες καέντες ἐν Σοδόμοις. Ἀνεκτότερον γὰρ, φησὶν, ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥων, ἢ τῇ πόλει ἐκείνῃ. Εἰ μὲν γὰρ μηδὲν αὐτῷ μήτε ἁμαρτανόντων ἡμῶν μέλει, μήτε κατορθούντων, ἴσως ἕξει τινὰ λόγον τὸ λέγειν μὴ εἶναι κόλασιν· εἰ δὲ τοσαύτην ποιεῖται σπουδὴν, ὥστε μὴ ἁμαρτάνειν ἡμᾶς, καὶ τοσαῦτα πραγματεύεται, ὥστε κατορθοῦν, εὔδηλον ὅτι καὶ ἁμαρτάνοντας κολάζει, καὶ κατορθοῦντας στεφανοῖ. Σὺ δέ μοι σκόπει τῶν πολλῶν τὴν ἀνωμαλίαν. Ἐνταῦθα μὲν γὰρ ἐγκαλοῦσι τῷ Θεῷ, ὅτι μακροθυμεῖ πολλάκις, καὶ περιορᾷ πολλοὺς μιαροὺς, ἀσελγεῖς, βιαίους, μὴ διδόντας δίκην· ἐκεῖ πάλιν ἂν ἀπειλήσῃ κολάζειν αὐτοὺς, σφοδροὶ καὶ βαρεῖς εἰσιν αἰτιώμενοι· καίτοι γε εἰ τοῦτο λυπεῖ, ἐκεῖνο ἀποδέχεσθαι ἔδει καὶ θαυμάζειν. Ἀλλ' ὢ τῆς ἀνοίας, ὢ τῆς ἀλόγου καὶ ὀνώδους γνώμης· ὢ φιλαμαρτήμονος καὶ φιληδόνου καὶ πρὸς κακίαν βλεπούσης ψυχῆς· καὶ γὰρ ἀπὸ τῆς φιληδονίας τὰ δόγματα ἅπαντα ταῦτα τίκτεται· ὡς εἰ βουληθεῖεν οἱ ταῦτα λέγοντες ἀρετῆς ἐπιλαβέσθαι, ταχέως καὶ περὶ τῆς γεέννης πιστωθήσονται, καὶ οὐκ ἀμφιβαλοῦσι. Καὶ ποῦ, φησὶ, καὶ ἐν ποίῳ χωρίῳ αὕτη ἔσται ἡ γέεννα; Τί γάρ σοι τούτου μέλει; τὸ γὰρ ζητούμενον, δεῖξαι ὅτι ἔστιν, οὐχ ὅπου τεταμίευται καὶ ἐν ποίῳ χωρίῳ. Τινὲς μὲν γὰρ μυθολογοῦντές φασιν, ὅτι ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφὰτ, ὃ περὶ πολέμου τινὸς εἴρηται παρελθόντος, καὶ νῦν τοῦτο εἰς τὴν γέενναν ἕλκοντες· ἡ δὲ Γραφὴ οὐ τοῦτό φησιν. Ἀλλ' ἐν ποίῳ τόπῳ, φησὶν, ἔσται; Ἔξω που, ὡς ἔγωγε οἶμαι, τοῦ κόσμου τούτου παντός. Καθάπερ γὰρ τῶν βασιλείων τὰ δεσμωτήρια καὶ τὰ μέταλλα πόῤῥω διέστηκεν, οὕτω δὴ καὶ τῆς οἰκουμένης ταύτης ἔξω που ἔσται ἡ γέεννα.