# In epistulam ad Romanos (homiliae 1-32) 4.1-4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας. Αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν. Ὁμοίως δὲ καὶ οἱ ἄῤῥενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/4.1-4

Ἵν' οὖν μὴ τοῦτο γένηται, ἔχωμεν πρὸ ὀφθαλμῶν ἀκριβῆ τὸν τοῦ Θεοῦ φόβον. Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἀπόλλυσιν ἄνθρωπον, ὡς τὸ ταύτης ἐκπεσεῖν τῆς ἀγκύρας· ὥσπερ οὐδὲν σώζει, ὡς τὸ διηνεκῶς ἐκεῖ βλέπειν. Εἰ γὰρ ἄνθρωπον ἔχοντες πρὸ ὀφθαλμῶν, ὀκνηρότεροι γινόμεθα περὶ τὰ ἁμαρτήματα, πολλάκις δὲ καὶ οἰκέτας ἐρυθριάσαντες ἐπιεικεστέρους, οὐδὲν πράττομεν ἄτοπον, ἐννόησον πόσης ἀπολαύσομεν ἀσφαλείας, τὸν Θεὸν πρὸ ὀφθαλμῶν ἔχοντες. Οὐδαμοῦ γὰρ ὁ διάβολος ἡμῖν οὕτω διακειμένοις ἐπιθήσεται, ἅτε ἀνόνητα πονῶν· ἂν δὲ πλανωμένους ἔξω, καὶ χωρὶς χαλινοῦ περιιόντας ἴδῃ, παρ' ἡμῶν λαβὼν τὴν ἀρχὴν, πανταχοῦ λοιπὸν ἡμᾶς ἀποβουκολῆσαι δυνήσεται. Καὶ ὅπερ οἱ ῥᾴθυμοι τῶν οἰκετῶν πάσχουσιν ἐπ' ἀγορᾶς, τὰς μὲν ἀναγκαίας ἀφέντες διακονίας, ἐφ' ἅς εἰσιν ἀπεσταλμένοι παρὰ τῶν δεσποτῶν, ἁπλῶς δὲ καὶ εἰκῆ τοῖς παρεμπίπτουσι προςηλούμενοι, καὶ τὴν σχολὴν ἐκεῖ καταναλίσκοντες, τοῦτο καὶ ἡμεῖς ὑπομένομεν, ὅταν ἀποστῶμεν τῶν ἐπιταγμάτων τοῦ Θεοῦ. Ἑστήκαμεν γὰρ λοιπὸν πλοῦτον θαυμάζοντες, καὶ κάλλος σώματος, καὶ τὰ ἄλλα τὰ μηδὲν πρὸς ἡμᾶς, ὥσπερ ἐκεῖνοι οἱ οἰκέται τῶν ἐπαιτῶν τοῖς θαυματοποιοῦσι προσέχουσιν, εἶτα ἐλθόντες βραδέως, οἴκοι τὰς ἐσχάτας ὑπομένουσι πληγάς. Πολλοὶ δὲ καὶ τὴν ὁδὸν τὴν προκειμένην παρῆλθον, ἑτέροις τοιαῦτα ἀσχημονοῦσιν ἀκολουθοῦντες. Ἀλλὰ μὴ ἡμεῖς τοῦτο ποιῶμεν· καὶ γὰρ ἀπεστάλμεθα ἀνύσαι πολλὰ τῶν κατεπειγόντων, κἂν ἀφέντες ἐκεῖνα στῶμεν κεχηνότες πρὸς τὰ ἀνόνητα ταῦτα, ἀναλωθέντος ἡμῖν τοῦ καιροῦ παντὸς εἰκῆ καὶ μάτην, τὴν ἐσχάτην δώσομεν δίκην. Εἰ γὰρ καὶ ἀσχολεῖν βούλει σαυτὸν, ἔχεις ἃ θαυμάζειν ὀφείλεις, καὶ περὶ ἃ κεχηνέναι πάντα τὸν χρόνον· ἅπερ οὐ γέλωτός ἐστιν ἄξια, ἀλλὰ θαύματος καὶ ἐπαίνων πολλῶν, ὡς ὅ γε τὰ καταγέλαστα θαυμάζων, καὶ αὐτὸς ἔσται τοιοῦτος, καὶ τοῦ γελωτοποιοῦντος χείρων· ὅπερ ἵνα μὴ πάθῃς, ἀποπήδησον ταχέως. Τί γὰρ καὶ ἕστηκας, εἰπέ μοι, πρὸς τὸν πλοῦτον κεχηνὼς καὶ ἀνεπτερωμένος; τί θαυμαστὸν ὁρᾷς καὶ ἱκανόν σου τοὺς ὀφθαλμοὺς κατασχεῖν; τοὺς χρυσοφοροῦντας ἵππους, καὶ τοὺς οἰκέτας τοὺς μὲν βαρβάρους, τοὺς δὲ εὐνούχους, καὶ τὰ ἱμάτια τὰ πολυτελῆ, καὶ τὴν καταμαλακιζομένην ἐν τούτοις ψυχὴν, καὶ τὴν ἀνεσπασμένην ὀφρὺν, καὶ τὰς περιδρομὰς, καὶ τοὺς θορύβους; Καὶ ποῦ ταῦτα ἄξια θαύματος; τί δὲ οὗτοι τῶν ἐπαιτῶν διεστήκασι τῶν ὀρχουμένων, καὶ συριζόντων ἐπὶ τῆς ἀγορᾶς; Καὶ γὰρ καὶ οὗτοι πολλῷ τῷ λιμῷ τῆς ἀρετῆς κατεχόμενοι, χορεύουσιν ἐκείνων χορείαν καταγελαστοτέραν, ἀγόμενοι καὶ περιαγόμενοι, νῦν μὲν εἰς τραπέζας πολυτελεῖς, νῦν δὲ εἰς ἑταιριζομένων γυναικῶν καταγώγιον, νῦν δὲ εἰς κολάκων ἐσμοὺς καὶ παρασίτων πλῆθος. Εἰ δὲ χρυσοφοροῦσι, διὰ τοῦτο μάλιστα ἐλεεινοὶ, ὅτι τὰ μηδὲν πρὸς αὐτοὺς περισπούδαστα αὐτοῖς μᾶλλόν εἰσι. Μὴ γάρ μοι τὰ ἱμάτια ἴδῃς, ἀλλὰ ἀνακάλυψον αὐτῶν τὴν ψυχὴν, καὶ σκόπησον εἰ μὴ μυρίων γέμει τραυμάτων, καὶ ῥάκια περιβέβληται, καὶ ἔστιν ἔρημος καὶ ἀπροστάτευτος. Τί οὖν ὄφελος τῆς ἔξω μανίας; Καὶ γὰρ πολλῷ βέλτιον πένητα εἶναι ἐν ἀρετῇ ζῶντα, ἢ βασιλέα ὄντα μετὰ πονηρίας. Ὁ μὲν γὰρ πένης παρ' ἑαυτῷ ἀπολαύει πάσης τῆς κατὰ ψυχὴν τρυφῆς, καὶ οὐδὲ τῆς ἔξωθεν αἰσθάνεται πενίας διὰ τὸν ἔνδον πλοῦτον· ὁ δὲ βασιλεὺς τρυφῶν ἐν τοῖς οὐδὲν αὐτῷ προσήκουσιν, ἐν τοῖς μάλιστα αὐτῷ διαφέρουσι κολάζεται, ἐν ψυχῇ καὶ λογισμοῖς καὶ τῷ συνειδότι, τοῖς ἐκεῖ συναποδημοῦσιν αὐτῷ. Ταῦτ' οὖν εἰδότες, τὰ μὲν ἱμάτια ἀποθώμεθα τὰ χρυσᾶ, ἀνελώμεθα δὲ ἀρετὴν καὶ τὴν ἐκ ταύτης ἡδονήν. Οὕτω γὰρ καὶ ἐνταῦθα καὶ ἐκεῖ πολλῆς ἀπολαύσομεν τῆς τρυφῆς, καὶ τῶν ἐπηγγελμένων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
