# In epistulam ad Romanos (homiliae 1-32) 4.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/4.1

Πόθεν οὖν ὁ ἁγιασμός; Ἀπὸ τῆς ἀγάπης. Εἰπὼν γὰρ, Ἀγαπητοῖς, τότε ἐπήγαγε, Κλητοῖς ἁγίοις, δηλῶν ὅτι ἐντεῦθεν ἡμῖν ἡ πηγὴ τῶν ἀγαθῶν ἁπάντων· ἁγίους δὲ τοὺς πιστοὺς καλεῖ πάντας. Χάρις ὑμῖν καὶ εἰρήνη. Ὢ προσηγορίας μυρία φερούσης ἀγαθά. Τοῦτο καὶ ὁ Χριστὸς τοῖς ἀποστόλοις εἰς τὰς οἰκίας εἰσιοῦσι πρῶτον ῥῆμα φάσκειν ἐπέταττε. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἐντεῦθεν πανταχοῦ προοιμιάζεται, ἀπὸ τῆς χάριτος καὶ τῆς εἰρήνης. Οὐδὲ γὰρ μικρὸν κατέλυσεν ὁ Χριστὸς πόλεμον, ἀλλὰ καὶ ποικίλον καὶ παντοδαπὸν καὶ χρόνιον, καὶ τοῦτον οὐκ ἐκ τῶν ἡμετέρων πόνων, ἀλλὰ διὰ τῆς αὐτοῦ χάριτος. Ἐπεὶ οὖν ἡ μὲν ἀγάπη τὴν χάριν, ἡ δὲ χάρις τὴν εἰρήνην ἐδωρήσατο, ὡς ἐν τάξει προσηγορίας αὐτὰ θεὶς, ἐπεύχεται μένειν διηνεκῆ καὶ ἀκίνητα, ὥστε μὴ πάλιν ἕτερον ἀναῤῥιπισθῆναι πόλεμον· καὶ παρακαλεῖ τὸν δεδωκότα, πάγια ταῦτα διατηρεῖν, οὕτω λέγων· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἰδοὺ ἐνταῦθα τὸ, ἀπὸ, κοινόν ἐστι Πατρὸς καὶ Υἱοῦ, ὅπερ ἐστὶν ἴσον τῷ, Ἐξ οὗ. Οὐ γὰρ εἶπε, Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀλλ', Ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Βαβαὶ, πόσον ἴσχυσεν ἡ τοῦ Θεοῦ ἀγάπη. οἱ ἐχθροὶ καὶ ἠτιμωμένοι, ἅγιοι καὶ υἱοὶ γεγόνασιν ἐξαίφνης. Ὅταν γὰρ πατέρα καλέσῃ, υἱοὺς ἐδήλωσεν· ὅταν δὲ υἱοὺς εἴπῃ, ἅπαντα τῶν ἀγαθῶν τὸν θησαυρὸν ἀνεκάλυψε. Μένωμεν τοίνυν ἀξίαν τῆς δωρεᾶς τὴν πολιτείαν ἐνδεικνύμενοι, καὶ τὴν εἰρήνην καὶ τὴν ἁγιωσύνην διατηροῦντες. Τὰ μὲν γὰρ ἄλλα ἀξιώματα πρόσκαιρά τέ ἐστι, καὶ τῷ παρόντι συγκαταλύεται βίῳ, καὶ χρημάτων ἐστὶν ὠνητά· ὅθεν οὐδὲ ἀξιώματα αὐτὰ εἶναι ἄν τις φαίη, ἀλλ' ὀνόματα ἀξιωμάτων μόνον, ἐν τῇ τῶν ἱματίων περιβολῇ, καὶ τῇ τῶν δορυφόρων κολακείᾳ τὴν δύναμιν ἔχοντα· τοῦτο δὲ, ἅτε παρὰ τοῦ Θεοῦ δοθὲν, τὸ δῶρον τὸ τῆς ἁγιωσύνης καὶ τῆς υἱοθεσίας, οὐδὲ θανάτῳ διακόπτεται, ἀλλὰ καὶ ἐνταῦθα ποιεῖ λαμπροὺς, καὶ πρὸς τὴν μέλλουσαν ἡμῖν συναποδημεῖ ζωήν. Ὁ γὰρ τὴν υἱοθεσίαν διατηρῶν, καὶ τὴν ἁγιωσύνην μετὰ ἀκριβείας φυλάττων, αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου καὶ τὴν ἁλουργίδα ἔχοντος, λαμπρότερός τέ ἐστι πολλῷ καὶ μακαριστότερος, καὶ κατὰ τὸν παρόντα βίον γαλήνῃ τε ἐντρυφῶν πολλῇ, καὶ χρησταῖς συντρεφόμενος ἐλπίσι, καὶ οὐδεμίαν θορύβου καὶ ταραχῆς ἔχων ὑπόθεσιν, ἀλλ' ἡδονῆς διηνεκοῦς ἀπολαύων. Εὐθυμίαν γὰρ καὶ χαρὰν οὐκ ἀρχῆς μέγεθος, οὐ χρημάτων πλῆθος, οὐ δυναστείας ὄγκος, οὐκ ἰσχὺς σώματος, οὐ πολυτέλεια τραπέζης, οὐχ ἱματίων κόσμος, οὐκ ἄλλο τι τῶν ἀνθρωπίνων ποιεῖν εἴωθεν, ἀλλ' ἢ κατόρθωμα μόνον πνευματικὸν, καὶ συνειδὸς ἀγαθόν. Καὶ ὁ τοῦτο κεκαθαρμένον ἔχων, κἂν ῥάκια περικείμενος ᾖ, καὶ λιμῷ παλαίων, τῶν σφόδρα τρυφώντων ἐστὶν εὐθυμότερος· ὥσπερ οὖν ὁ πονηρὰ συνειδὼς ἑαυτῷ, κἂν τὰ πάντων περιβάλληται χρήματα, πάντων ἐστὶν ἀθλιώτερος. Διὰ δὴ τοῦτο ὁ μὲν Παῦλος ἐν λιμῷ ζῶν τῷ διηνεκεῖ καὶ γυμνότητι, καὶ μαστιζόμενος καθ' ἑκάστην ἡμέραν, ἔχαιρέ τε καὶ ἐτρύφα μᾶλλον τῶν βασιλευόντων τότε· ὁ δὲ Ἀχαὰβ βασιλεύων καὶ τρυφῆς ἀπολαύων πολυτελοῦς, ἐπειδὴ τὴν ἁμαρτίαν ἐκείνην εἰργάσατο, ἔστενέ τε καὶ ἠθύμει, καὶ τὸ πρόσωπον αὐτοῦ συμπεπτωκὸς ἦν, καὶ πρὸ τῆς ἁμαρτίας καὶ μετὰ τὴν ἁμαρτίαν. Εἰ τοίνυν βουλόμεθα ἀπολαύειν ἡδονῆς, πρὸ τῶν ἄλλων ἁπάντων φεύγωμεν πονηρίαν, καὶ διώκωμεν ἀρετὴν, ὡς οὐκ ἐνὸν ἄλλως τούτου μετασχεῖν, κἂν ἐπ' αὐτὸν ἀναβῶμεν τὸν θρόνον τὸν βασιλικόν. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ὁ δὲ καρπὸς τοῦ Πνεύματος ἀγάπη, χαρὰ, εἰρήνη. Τοῦτον οὖν τὸν καρπὸν τρέφωμεν παρ' ἑαυτοῖς, ἵνα καὶ τῆς ἐνταῦθα χαρᾶς ἀπολαύσωμεν, καὶ τῆς μελλούσης ἐπιτύχωμεν βασιλείας, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
