Ancient Greek
Ἄρα οὖν, ἀδελφοὶ, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ, τοῦ κατὰ σάρκα ζῇν. Εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν· εἰ δὲ Πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 5.1-10
Not analysed yet
Τοῦτο δὲ αὐτὸ καὶ ἐπὶ τῶν λυπηρῶν ποιοῦσι πολλάκις, εἰσάγοντες καὶ ἄμπελον θρηνοῦσαν, καὶ οἶνον καὶ ὄρη καὶ τὰ φατνώματα ὀλολύζοντα τοῦ ναοῦ, ἵνα καὶ ἐντεῦθεν πάλιν τὴν ὑπερβολὴν τῶν κακῶν ἐννοήσωμεν. Τούτους δὲ καὶ ὁ Ἀπόστολος μιμούμενος, προσωποποιεῖ τὴν κτίσιν ἐνταῦθα, καί φησι στενάζειν αὐτὴν καὶ ὠδίνειν· οὐκ ἐπειδὴ στεναγμοῦ τινος ἤκουσεν ἀπὸ γῆς καὶ οὐρανοῦ φερομένου, ἀλλ' ἵνα τῶν μελλόντων ἀγαθῶν ἐνδείξηται τὴν ὑπερβολὴν, καὶ τὴν ἐπιθυμίαν τῆς ἀπαλλαγῆς τῶν κατεχόντων κακῶν. Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα. Τί ἐστι, Τῇ ματαιότητι ἡ κτίσις ὑπετάγη; Φθαρτὴ γέγονε. Τίνος ἕνεκεν καὶ διὰ τί; Διὰ σὲ τὸν ἄνθρωπον. Ἐπειδὴ γὰρ σῶμα ἔλαβες θνητὸν καὶ παθητὸν, καὶ ἡ γῆ κατάραν ἐδέξατο καὶ ἀκάνθας ἤνεγκε καὶ τριβόλους. Ὅτι δὲ καὶ οὐρανὸς μετὰ τῆς γῆς παλαιούμενος πρὸς τὴν ἀμείνω λῆξιν ὕστερον μεταστήσεται, ἄκουσον τοῦ Προφήτου λέγοντος· Καταρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Καὶ ὁ Ἡσαΐας δὲ ταῦτα ἐμφαίνων ἔλεγεν· Ἐμβλέψατε εἰς τὸν οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω, ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη, ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται, οἱ δὲ κατοικοῦντες αὐτὴν, ὥσπερ ταῦτα ἀπολοῦνται. Εἶδες πῶς ἐδούλευσε τῇ ματαιότητι ἡ κτίσις, καὶ πῶς ἐλευθεροῦται ἀπὸ τῆς φθορᾶς; Ὁ μὲν γάρ φησιν· Ὡς ἱμάτιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· ὁ δὲ Ἡσαΐας, Οἱ δὲ κατοικοῦντες αὐτὴν, ὥσπερ ταῦτα ἀπολοῦνται· οὐ παντελῆ λέγων ἀπώλειαν, φησίν· οὐδὲ γὰρ οἱ κατοικοῦντες αὐτὴν, τουτέστιν, οἱ ἄνθρωποι, τοιαύτην ὑποστήσονται, ἀλλὰ τὴν πρόσκαιρον, καὶ δι' αὐτῆς ἐπὶ τὴν ἀφθαρσίαν μεταστήσονται, ὥσπερ οὖν καὶ ἡ κτίσις. Ἅπερ ἅπαντα διὰ τοῦ εἰπεῖν, Ὡς ταῦτα, παρεδήλωσεν· ὅπερ οὖν καὶ ὁ Παῦλος προϊών φησι· τέως μέντοι περὶ τῆς δουλείας αὐτῆς διαλέγεται, καὶ δείκνυσι τίνος ἕνεκεν τοιαύτη γέγονε, καὶ τὴν αἰτίαν ἡμᾶς τίθησι. Τί οὖν; ἐπηρέασται δι' ἕτερον ταῦτα παθοῦσα; Οὐδαμῶς· καὶ γὰρ δι' ἐμὲ γέγονεν. Ἡ τοίνυν δι' ἐμὲ γενομένη πῶς ἂν ἀδικοῖτο εἰς ἐμὴν διόρθωσιν ταῦτα πάσχουσα; Ἄλλως δὲ, τὸν τοῦ δικαίου καὶ ἀδίκου λόγον οὐδὲ κινεῖν ἐπὶ τῶν ἀψύχων καὶ ἀναισθήτων δεῖ. Ἀλλ' ὁ Παῦλος, ἐπειδὴ αὐτὴν ἐπροσωποποίησεν, οὐδενὶ κέχρηται τούτων ὧν εἶπον, ἀλλ' ἑτέρῳ τινὶ λόγῳ, τὸν ἀκροατὴν ἐκ περιουσίας παραμυθήσασθαι σπεύδων. Ποίῳ δὴ τούτῳ; Τί λέγεις, φησί; κακῶς ἔπαθε διὰ σὲ καὶ φθαρτὴ γέγονεν; Ἀλλ' οὐδὲν ἠδίκηται· καὶ γὰρ ἄφθαρτος ἔσται διὰ σὲ πάλιν· τοῦτο γάρ ἐστι τὸ, Ἐπ' ἐλπίδι. Ὅταν δὲ λέγῃ, Οὐχ ἑκοῦσα ὑπετάγη, οὐχ ἵνα κυρίαν γνώμης οὖσαν δείξῃ, τοῦτο λέγει, ἀλλ' ἵνα μάθῃς, ὅτι τῆς τοῦ Χριστοῦ κηδεμονίας τὸ πᾶν ἐγένετο, οὐκ ἐκείνης κατόρθωμα τοῦτο. Εἰπὲ δὴ, καὶ ποίᾳ ἐλπίδι; Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται. Τί ἐστι, Καὶ αὐτή; Οὐχὶ σὺ μόνος, ἀλλὰ καὶ ὅ σού ἐστι καταδεέστερον, καὶ ὃ οὐ μετέχει λογισμοῦ οὐδὲ αἰσθήσεως, καὶ τοῦτό σοι κοινωνήσει τῶν ἀγαθῶν. Ἐλευθερωθήσεται γὰρ, φησὶν, ἀπὸ τῆς δουλείας τῆς φθορᾶς· τουτέστιν, οὐκέτι ἔσται φθαρτὴ, ἀλλὰ ἀκολουθήσει τῇ τοῦ σώματος εὐμορφίᾳ τοῦ σοῦ. Ὥσπερ γὰρ γενομένου φθαρτοῦ, γέγονε φθαρτὴ καὶ αὕτη· οὕτως ἀφθάρτου καταστάντος, καὶ αὐτὴ ἀκολουθήσει καὶ ἕψεται πάλιν· ὅπερ οὖν καὶ δεικνὺς ἐπήγαγεν· Εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ· τουτέστι, διὰ τὴν ἐλευθερίαν. Καθάπερ γὰρ τιθηνὸς παιδίον τρέφουσα βασιλικὸν, ἐπὶ τῆς ἀρχῆς ἐκείνου γενομένου τῆς πατρικῆς, καὶ αὐτὴ συναπολαύει τῶν ἀγαθῶν, οὕτω καὶ ἡ κτίσις, φησίν. Ὁρᾷς τὸν ἄνθρωπον πανταχοῦ προηγούμενον, καὶ δι' αὐτὸν ἅπαντα γινόμενα; Εἶδες πῶς παραμυθεῖται τὸν ἀγωνιζόμενον, καὶ δείκνυσι τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν; Τί γὰρ ἀλγεῖς, φησὶν, ἐπὶ τοῖς πειρασμοῖς; Σὺ διὰ σεαυτὸν πάσχεις, ἡ κτίσις διὰ σέ. Οὐ παραμυθεῖται δὲ μόνον, ἀλλὰ καὶ ἀξιόπιστα, δείκνυσι τὰ λεγόμενα. Εἰ γὰρ ἡ κτίσις ἐλπίζει διὰ σὲ πάντα γινομένη, πολλῷ μᾶλλον σὺ, δι' ὃν ἡ κτίσις ἀπολαύειν μέλλει τῶν ἀγαθῶν πάντων ἐκείνων. Οὕτω καὶ οἱ ἄνθρωποι, τοῦ υἱοῦ μέλλοντος ἐπ' ἀξιώματος φαίνεσθαι, καὶ τοὺς δούλους λαμπροτέραν ἐνδύουσι στολὴν εἰς τὴν τοῦ παιδὸς δόξαν· ὥσπερ οὖν καὶ ὁ Θεὸς τὴν κτίσιν ἀφθαρσίαν περιβάλλει εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων. Οἴδαμεν γὰρ, ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν.