# In epistulam ad Romanos (homiliae 1-32) 5.1-12

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι ἁγίῳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/5.1-12

Πῶς οὖν αὐτὰ ἔλυσεν ὁ Παῦλος; Ἀπὸ τοῦ δεῖξαι τίς ἐστιν ὁ Ἰσραὴλ, ᾧ ὑπέσχετο. Τούτου γὰρ δειχθέντος, καὶ ἐκεῖνο συναποδέδεικται, τὸ πεπληρῶσθαι τὰς ἐπαγγελίας ἁπάσας. Ὅπερ οὖν δηλῶν ἔλεγεν· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ. Διὰ τοῦτο οὐδὲ τὸ τοῦ Ἰακὼβ ὄνομα τέθεικε, ἀλλὰ τὸ τοῦ Ἰσραὴλ, ὅπερ ἀρετῆς ἦν τοῦ δικαίου καὶ τῆς ἄνωθεν δωρεᾶς καὶ τοῦ Θεὸν ἑωρακέναι σύμβολον. Καίτοι φησὶν, ὅτι πάντες ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. Εἰ οὖν πάντες ἥμαρτον, πῶς οἱ μὲν ἐσώθησαν, οἱ δὲ ἀπώλοντο, Ὅτι μὴ πάντες προσελθεῖν ἠβουλήθησαν· ὡς τό γε αὐτοῦ μέρος διεσώθησαν ἅπαντες· καὶ γὰρ ἐκλήθησαν ἅπαντες. Ἀλλὰ τέως τοῦτο οὐ τίθησιν, ἀλλ' ἐκ περιουσίας αὐτὸ λύει, καὶ ἐκ παραδειγμάτων ἑτέρων, ἄλλο ζήτημα εἰς μέσον ἄγων, καὶ καθάπερ ἐν τοῖς ἔμπροσθεν ἔλυσεν ἀπορίαν μεγίστην δι' ἀπορίας ἑτέρας. Ἐπειδὴ γὰρ ἐζητεῖτο, πῶς, τοῦ Χριστοῦ δικαιωθέντος, πάντες ἀπήλαυσαν οἱ λοιποὶ τῆς δικαιοσύνης ἐκείνης, τὸ τοῦ Ἀδὰμ παρεισήγαγε, λέγων· Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος λαβόντες, ἐν ζωῇ βασιλεύσουσι. Καὶ τὸ μὲν τοῦ Ἀδὰμ οὐ λύει, τὸ δὲ αὐτοῦ λύει ἐκ τούτου, καὶ δείκνυσιν, ὅτι λόγον ἔχει πλείονα τὸ τὸν ὑπὲρ αὐτῶν ἀποθανόντα ἐξουσίαν ἔχειν αὐτῶν ὡς ἂν θέλῃ. Τὸ μὲν γὰρ ἑνὸς ἁμαρτήσαντος πάντας κολάζεσθαι, οὐ σφόδρα δοκεῖ κατὰ λόγον γίνεσθαι τοῖς πολλοῖς· τὸ δὲ ἑνὸς κατορθώσαντος πάντας δικαιοῦσθαι, καὶ λόγον ἔχοι ἂν μᾶλλον, καὶ τῷ Θεῷ πρεπωδέστερον. Ἀλλ' ὅμως οὐκ ἔλυσεν ἐκεῖνο τὸ ἀπορούμενον· ὅσῳ γὰρ ἀσαφέστερον ἔμενε, τοσούτῳ μᾶλλον ὁ Ἰουδαῖος ἐπεστομίζετο· καὶ ἡ τούτου διαπόρησις ἐπ' ἐκεῖνο μετέβαινε, καὶ σαφέστερον τοῦτο ἐκεῖθεν γίνεται. Οὕτω δὴ καὶ ἐνταῦθα, ἐκ διαπορουμένων ἑτέρων λύει τὰ ζητούμενα· πρὸς γὰρ Ἰουδαίους ὁ ἀγὼν ἦν αὐτῷ. Διά τοι τοῦτο τὰ μὲν παραδείγματα, ἅπερ ἤγαγεν εἰς μέσον, οὐ σφόδρα λύει· οὐ γὰρ ἦν ὑπεύθυνος τοιούτοις, ὡς ἐν τῇ πρὸς Ἰουδαίους μάχῃ· τὰ δὲ αὐτοῦ πάντα ἐξ ἐκείνων ποιεῖ σαφέστερα. Τί γὰρ θαυμάζεις, φησὶν, ὅτι Ἰουδαίων οἱ μὲν ἐσώθησαν, οἱ δὲ οὐκ ἐσώθησαν νῦν; Καὶ γὰρ ἄνωθεν τοῦτο ἐπὶ τῶν πατριαρχῶν γινόμενον ἴδοι τις ἄν. Διὰ τί γὰρ ὁ Ἰσαὰκ σπέρμα καλεῖται μόνος, καίτοι γε καὶ τοῦ Ἰσμαὴλ οὗτος ἦν πατὴρ καὶ ἑτέρων πλειόνων; Ἀλλ' ἀπὸ δούλης ἦν μητρός; Καὶ τί τοῦτο πρὸς τὸν γεγεννηκότα; Πλὴν οὐδὲν φιλονεικῶ· ἐκβαλ[λ]έσθω διὰ τὴν μητέρα οὗτος· τί ἂν εἴποιμεν περὶ τῶν ἀπὸ τῆς Χεττούρας; οὐχὶ ἐλεύθεροι, καὶ ἐξ ἐλευθέρας; διὰ τί μὴ τοῖς αὐτοῖς ἐτιμήθησαν προεδρίοις τῷ Ἰσαάκ; Καὶ τί λέγω τούτους; Ἡ γὰρ Ῥεβέκκα καὶ μόνη τῷ Ἰσαὰκ γέγονε γυνὴ, καὶ δύο τεκοῦσα παῖδας, ἐκ τοῦ Ἰσαὰκ ἔτεκεν ἀμφοτέρους· ἀλλ' ὅμως οἱ τεχθέντες τοῦ αὐτοῦ πατρὸς ὄντες, τῆς αὐτῆς μητρὸς, τὰς αὐτὰς λύσαντες ὠδῖνας, καὶ ὁμοπάτριοι ὄντες καὶ ὁμομήτριοι, καὶ πρὸς τούτοις καὶ δίδυμοι, οὐ τῶν αὐτῶν ἀπήλαυσαν. Καίτοι γε ἐνταῦθα οὐ δουλείαν ἔχεις αἰτιᾶσθαι μητρὸς, ὡς ἐπὶ τοῦ Ἰσμαὴλ, οὐδὲ τὸν μὲν ἐκ ταύτης, τὸν δὲ ἐξ ἑτέρας γεγεννῆσθαι νηδύος, καθάπερ ἐπὶ τῆς Χεττούρας καὶ τῆς Σάῤῥας, ὅπου γε καὶ τῆς ὥρας αὐτῆς ἐκοινώνησαν τῶν ὠδίνων. Διὰ δὴ τοῦτο καὶ ὁ Παῦλος ὡς ἐπὶ σαφέστερον ἐξελθὼν παράδειγμα, Οὐ μόνον δὲ ἐπὶ τοῦ Ἰσαὰκ τοῦτο συνέβη, φησὶν, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν. Μήπω γὰρ γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν ἢ κακὸν, ἵνα ἡ κατ' ἐκλογὴν τοῦ Θεοῦ πρόθεσις μένῃ, οὐκ ἐξ ἔργων, ἀλλ' ἐκ τοῦ καλοῦντος, ἐῤῥήθη αὐτῇ, ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι· καθὼς γέγραπται. Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα. Τίνος οὖν ἕνεκεν ὁ μὲν ἐφιλεῖτο, ὁ δὲ ἐμισεῖτο; διὰ τί ὁ μὲν ἐδούλευεν, ὁ δὲ ἐδουλεύετο; Ἐπειδὴ ὁ μὲν πονηρὸς, ὁ δὲ ἀγαθὸς ἦν; Καίτοι μηδέπω γεννηθέντων, ὁ μὲν ἐτιμᾶτο, ὁ δὲ κατεδικάζετο· οὔπω γὰρ γεννηθέντων, ὁ Θεὸς ἔλεγεν, ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. Τίνος οὖν ἕνεκεν τοῦτο εἶπεν ὁ Θεός; Ὅτι οὐκ ἀναμένει, καθάπερ ἄνθρωπος, ἀπὸ τοῦ τέλους τῶν πραγμάτων ἰδεῖν τὸν ἀγαθὸν, καὶ τὸν οὐ τοιοῦτον, ἀλλὰ καὶ πρὸ τούτων οἶδε τίς μὲν ὁ πονηρὸς, τίς δὲ ὁ μὴ τοιοῦτος. Καὶ τοῦτο καὶ ἐπὶ τῶν Ἰσραηλιτῶν γέγονε μετὰ πλείονος τοῦ θαύματος. Τί γὰρ λέγω, φησὶ, περὶ τοῦ Ἡσαῦ καὶ τοῦ Ἰακὼβ, ὧν ὁ μὲν πονηρὸς ἦν, ὁ δὲ ἀγαθός; Ἐπὶ γὰρ τῶν Ἰσραηλιτῶν κοινὸν τὸ ἁμάρτημα ἦν· πάντες γὰρ τὸν μόσχον προσεκύνησαν. Ἀλλ' ὅμως οἱ μὲν ἠλεήθησαν, οἱ δὲ οὐκ ἠλεήθησαν· Ἐλεήσω γὰρ, φησὶν, ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. Τοῦτο καὶ ἐπὶ τῶν κολαζομένων ἴδοι τις ἄν. Τί γὰρ ἂν εἴποις περὶ τοῦ Φαραὼ, ὅτι ἐκολάσθη καὶ τοσαύτην ἔδωκε δίκην; Ὅτι σκληρὸς ἦν καὶ ἀπειθής. Ἆρ' οὖν αὐτὸς μόνος, ἄλλος δὲ οὐδὲ εἷς; πῶς οὖν οὗτος οὕτω σφοδρῶς ἐκολάζετο; τί δήποτε δὲ καὶ ἐπὶ τῶν Ἰουδαίων τὸν οὐ λαὸν ἐκάλεσε λαὸν, καὶ πάλιν, οὐ πάντας τῆς αὐτῆς ἠξίωσε τιμῆς; Ἐὰν γὰρ ὦσι, φησὶν, ὡσεὶ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται. Καὶ τίνος ἕνεκεν τὸ κατάλειμμα μόνον; Ὁρᾷς ὅσης ἀπορίας ἐνέπλησε τὰ προκείμενα; Καὶ μάλα εἰκότως· ὅταν γὰρ ἐξῇ τὸν ἀντίδικον εἰς ἀπορίαν ἐμβαλεῖν, μὴ εὐθέως τὴν λύσιν ἔπαγε. Εἰ γὰρ καὶ αὐτὸς φανείη τῆς αὐτῆς ἀγνοίας ὑπεύθυνος ὢν, τί κινδύνους αὐτὸς ἀνέχῃ περιττούς; τί θρασύτερον ποιεῖς ἐκεῖνον, τὸ πᾶν ἐπὶ σαυτὸν ἕλκων;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
