Ancient Greek
Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος; πῶς δὲ κηρύξουσιν, ἐὰν μὴ ἀποσταλῶσι; καθὼς γέγραπται.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 5.1-14
Not analysed yet
Ὅρα ἑκάστην λέξιν τὴν οἰκείαν εὐγένειαν διασώζουσαν, καὶ τὴν τοῦ Θεοῦ χάριν καὶ τὴν τῶν σωζομένων εὐγνωμοσύνην ἐμφαίνουσαν. Τῷ μὲν γὰρ εἰπεῖν, Ἐκλογὴν, ἔδειξεν ἐκείνων τὴν δοκιμήν· τῷ δὲ εἰπεῖν, Χάριτος, ἔδειξε τοῦ Θεοῦ τὴν δωρεάν. Εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων, ἐπεὶ ἡ χάρις οὐκέτι ἐστὶ χάρις. Εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις, ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον. Πάλιν ἐπιπηδᾷ τῇ φιλονεικίᾳ τῶν Ἰουδαίων μετὰ τῶν εἰρημένων, καὶ ἐνταῦθα ἐναντιοῦται, καὶ ἐντεῦθεν αὐτοὺς ἀποστερεῖ συγγνώμης. Οὐδὲ γὰρ ἔχετε, φησὶν, εἰπεῖν, ὅτι προφῆται μὲν ἐκάλουν, καὶ ὁ Θεὸς παρεκάλει, καὶ τὰ πράγματα ἐβόα, καὶ ἡ παραζήλωσις ἱκανὴ ἡμᾶς ἐπισπάσασθαι ἦν· φορτικὰ δὲ τὰ ἐπιταττόμενα, καὶ διὰ τοῦτο οὐκ ἠδυνήθημεν προσελθεῖν, ἐπειδὴ ἔργων ἐπίδειξιν ἀπῃτούμεθα, καὶ κατορθώματα ἐπίπονα· οὐδὲ γὰρ τοῦτο ἐστιν εἰπεῖν. Πῶς γὰρ ἂν ταῦτα ἀπῄτησεν ὁ Θεὸς παρ' ὑμῶν, ὁπότε καὶ τὴν χάριν αὐτοῦ τοῦτο ἐπισκιάζειν ἔμελλε; Ταῦτα δὲ εἶπε βουλόμενος ἐνδείξασθαι, ὅτι σφόδρα ἐβούλετο αὐτοὺς σωθῆναι. Οὐδὲ γὰρ ἡ σωτηρία αὐτοῖς προεχώρει μόνον εὐκόλως, ἀλλὰ καὶ τῷ Θεῷ δόξα μεγίστη ἦν, τὸ τὴν φιλανθρωπίαν ἐπιδείξασθαι τὴν ἑαυτοῦ. Τί τοίνυν ἐφοβήθης προσελθεῖν, οὐκ ἀπαιτούμενος ἔργα; τί δὲ στασιάζεις καὶ φιλονεικεῖς, χάριτος προκειμένης, καὶ νόμον μοι προβάλλῃ εἰκῆ καὶ μάτην; Οὔτε γὰρ ἐκεῖθεν σωθήσῃ, καὶ ταύτην λυμανῇ τὴν δωρεάν. Εἰ γὰρ φιλονεικεῖς ἐκεῖθεν σώζεσθαι, ἀναιρεῖς τοῦ Θεοῦ τὴν χάριν ταύτην. Εἶτα, ἵνα μὴ νομίσωσι τοῦτο ξένον εἶναι, προλαβὼν καὶ τοὺς ἑπτακισχιλίους ἐκείνους ἀπὸ χάριτος ἔφη σεσῶσθαι. Ὅταν γὰρ εἴπῃ, ὅτι οὕτω καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονε, δείκνυσιν ὅτι καὶ ἐκεῖνοι χάριτι ἐσώθησαν. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τῷ εἰπεῖν, Κατέλιπον ἐμαυτῷ· τοῦτο γὰρ ἐμφαίνοντός ἐστιν, ὅτι τὸ πλέον αὐτὸς εἰσήνεγκε. Καὶ εἰ χάριτι, φησὶν, διὰ τί μὴ πάντες σωζόμεθα; Ὅτι μὴ βούλεσθε· ἡ γὰρ χάρις, κἂν χάρις ᾖ, τοὺς ἐθέλοντας σώζει, οὐ τοὺς μὴ βουλομένους καὶ ἀποστρεφομένους αὐτὴν, καὶ πολεμοῦντας αὐτῇ διηνεκῶς καὶ ἐναντιουμένους. Εἶδες πῶς δι' ὅλου ἐκεῖνο κατασκευάζει, τὸ, Οὐχ οἷον δὲ, ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ, δεικνὺς ὅτι εἰς τοὺς ἀξίους ἦλθεν ἡ ἐπαγγελία, καὶ ὅτι οὗτοι, εἰ καὶ ὀλίγοι εἰσὶ, δύνανται εἶναι λαὸς τοῦ Θεοῦ· καίτοι γε ἐν προοιμίοις τῆς Ἐπιστολῆς μετὰ πλείονος αὐτὸ τῆς ὑπερβολῆς τέθεικεν εἰπών· Τί γὰρ, εἰ ἠπίστησάν τινες; καὶ μηδὲ μέχρι τούτου στὰς, ἀλλὰ ἐπαγαγών· Γινέσθω δὲ ὁ Θεὸς ἀληθὴς, πᾶς δὲ ἄνθρωπος ψεύστης. Καὶ νῦν δὲ πάλιν ἑτέρως αὐτὸ κατασκευάζει, καὶ τῆς χάριτος δείκνυσι τὴν ἰσχὺν, καὶ ἀεὶ τοὺς μὲν σωζομένους, τοὺς δὲ ἀπολλυμένους. Εὐχαριστῶμεν τοίνυν, ὅτι τῶν σωζομένων γεγόναμεν, καὶ μὴ δυνηθέντες ἀπὸ τῶν ἔργων σωθῆναι, ἐσώθημεν ἀπὸ τῆς τοῦ Θεοῦ δωρεᾶς. Εὐχαριστοῦντες δὲ, μὴ ῥήμασι τοῦτο ποιῶμεν μόνον, ἀλλὰ καὶ ἔργοις καὶ πράξεσιν. Αὕτη γὰρ ἡ εὐχαριστία ἡ ἀκριβὴς, ὅταν ταῦτα πράττωμεν, δι' ὧν ὁ Θεὸς δοξάζεσθαι μέλλει· ὅταν ἐκεῖνα φύγωμεν, ὧν ἀπηλλάγημεν. Καὶ γὰρ εἰ βασιλέα ὑβρίσαντες, ἀντὶ τοῦ δοῦναι δίκην ἐτιμήθημεν, εἶτα πάλιν ὑβρίσαμεν, ἅτε ἐσχάτης ἀχαριστίας ἁλόντες, τὴν ἐσχάτην δικαίως ἂν ἐδώκαμεν δίκην, καὶ πολλῷ μείζονα τῆς προτέρας. Οὐδὲ γὰρ οὕτως ἡμᾶς ἀχαρίστους ἡ προτέρα ὕβρις ἐδείκνυ, ὡς ἡ μετὰ τὴν τιμὴν καὶ τὴν πολλὴν θεραπείαν. Φύγωμεν τοίνυν ἐκεῖνα, ὧν ἀπηλλάγημεν, καὶ μὴ τῷ στόματι μόνον εὐχαριστῶμεν, ἵνα μὴ καὶ περὶ ἡμῶν λέγηται· Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, τῇ δὲ καρδίᾳ πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ. Πῶς γὰρ οὐκ ἄτοπον, ὅταν οἱ μὲν οὐρανοὶ διηγῶνται δόξαν Θεοῦ, σὺ δὲ, δι' ὃν οἱ οὐρανοὶ οἱ δοξάζοντες ἐγένοντο, τοιαῦτα πράττεις ὡς βλασφημεῖσθαι διὰ σὲ τὸν ποιήσαντά σε Θεόν; Διά τοι τοῦτο οὐκ ἐκεῖνος μόνον ὁ βλασφημῶν, ἀλλὰ καὶ σὺ λοιπὸν ὑπεύθυνος εἶ τῆς κολάσεως. Οὐδὲ γὰρ οἱ οὐρανοὶ φωνὴν ἀφιέντες δοξάζουσι τὸν Θεὸν, ἀλλ' ἑτέρους διὰ τῆς ὄψεως εἰς τοῦτο παρασκευάζοντες, καὶ ὅμως αὐτοὶ λέγονται διηγεῖσθαι δόξαν Θεοῦ. Οὕτω καὶ οἱ παρεχόμενοι βίον θαυμαστὸν, κἂν σιγῶσι, τὸν Θεὸν δοξάζουσιν, ἑτέρων δι' αὐτοὺς αὐτὸν δοξαζόντων. Οὐ γὰρ οὕτως ἀπὸ τοῦ οὐρανοῦ θαυμάζεται, ὡς ἀπὸ βίου καθαροῦ. Ὅταν γοῦν πρὸς Ἕλληνας διαλεγώμεθα, οὐ τὸν οὐρανὸν εἰς μέσον παράγομεν, ἀλλὰ τοὺς ἀνθρώπους, οὓς θηρίων χεῖρον διακειμένους ἔπεισε γενέσθαι ἐφαμίλλους ἀγγέλοις. Καὶ ταύτην λέγοντες τὴν μεταβολὴν, ἐμφράττομεν αὐτῶν τὰ στόματα.