Ancient Greek · ~34 min
Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 5.1-15
Not analysed yet
Ὁρᾷς πῶς δοκεῖ μὲν ἐπιπλήττειν τούτοις, δάκνει δὲ ἐκείνους; Εἰ δὲ κατακαυχᾶσαι, φησὶν, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ' ἡ ῥίζα σέ. Τί οὖν πρὸς τοὺς κλάδους τοῦτο τοὺς ἐκκοπέντας; Οὐδέν. Ὅπερ γὰρ ἔφθην εἰπὼν, σκιάν τινα παραμυθίας ἀσθενῆ δοκῶν ἐπινοεῖν, καὶ ἐν αὐτῷ τῷ πρὸς τὸν ἐξ ἐθνῶν ἀποτείνεσθαι, καιρίαν αὐτοῖς δίδωσι πληγήν. Εἰπὼν γὰρ, Μὴ κατακαυχῶ, καὶ ὅτι Εἰ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἔδειξε τῷ Ἰουδαίῳ, ὅτι καυχήσεως ἄξια τὰ γεγενημένα, εἰ καὶ μὴ κατακαυχᾶσθαι δεῖ· καὶ διεγείρων αὐτὸν καὶ παροξύνων εἰς πίστιν, καὶ ἐν τάξει συνηγόρου βάλλων, καὶ δεικνὺς αὐτῷ τὴν ζημίαν, ἣν ὑπέμεινε, καὶ ὅτι τὰ ἐκείνων κατέχουσιν ἕτεροι. Ἐρεῖς οὖν, φησὶ, Ἐξεκλάσθησαν κλάδοι, ἵνα ἐγὼ ἐγκεντρισθῶ. Πάλιν ἐν τάξει ἀντιθέσεως τὸ ἐναντίον τῷ προτέρῳ κατασκευάζει, δεικνὺς ὅτι καὶ τὰ μικρῷ ἔμπροσθεν εἰρημένα οὐχὶ προηγουμένως ἔλεγεν, ἀλλὰ ἐφελκόμενος αὐτούς. Οὐκέτι γὰρ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, οὐδὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου, οὐδὲ διὰ τοῦτο ἐσώθημεν ἐπειδὴ ἔπεσον, ἀλλὰ τοὐναντίον. Καὶ δείκνυσι προηγουμένην καὶ τὴν εἰς τὰ ἔθνη πρόνοιαν, εἰ καὶ δοκεῖ ἑτέρως σχηματίζειν τὰ εἰρημένα· καὶ ὅλον τὸ χωρίον δι' ἀντιθέσεως ὑφαίνει, ἑαυτὸν ἀπαλλάττων τῆς κατὰ τὴν ἀπέχθειαν ὑπονοίας, καὶ εὐπαράδεκτον ποιῶν τὸν λόγον. Καλῶς. Ἐπῄνεσε τὸ εἰρημένον· εἶτα καὶ φοβεῖ πάλιν λέγων· Τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἐνεκεντρίσθης. Ἰδοὺ πάλιν ἕτερον αὐτῶν ἐγκώμιον, καὶ ἐκείνων κατηγορία. Ἀλλὰ πάλιν αὐτῶν καταστέλλει τὸ φύσημα, ἐπάγων καὶ λέγων· Μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ. Οὐ γὰρ φύσεως τὸ πρᾶγμά ἐστιν, ἀλλὰ πίστεως καὶ ἀπιστίας. Καὶ δοκεῖ μὲν πάλιν ἐπιστομίζειν τὸν ἐξ ἐθνῶν, διδάσκει δὲ τὸν Ἰουδαῖον, ὅτι οὐ δεῖ τῇ τῆς φύσεως συγγενείᾳ προσέχειν· διὸ καὶ ἐπάγει· Μὴ ὑψηλοφρόνει. Καὶ οὐκ εἶπε, Ταπεινοῦ, ἀλλὰ, Φοβοῦ· ἡ γὰρ ἀπόνοια καταφρόνησιν ἐμποιεῖ καὶ ῥᾳθυμίαν. Εἶτα μέλλων ἐκτραγῳδεῖν αὐτῶν τὴν συμφορὰν, ὥστε ἀνεπαχθέστερον ποιῆσαι τὸν λόγον, ἐν τάξει τῆς πρὸς ἐκεῖνον ἐπιτιμήσεως αὐτὸ τίθησιν οὕτω λέγων· Εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο· καὶ οὐκ εἶπεν, Οὐδὲ σοῦ φείσεται, ἀλλὰ, Μή πως οὐδὲ σοῦ φείσηται· ὑποτεμνόμενος τοῦ λόγου τὸ φορτικὸν, καὶ ποιῶν ἐναγώνιον τὸν πιστὸν εἶναι, κἀκείνους ἐφελκόμενος, καὶ τούτους καταστέλλων. Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ. Ἐπὶ μὲν τοὺς πεσόντας, ἀποτομίαν· ἐπὶ δὲ σὲ, χρηστότητα, ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι, ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. Καὶ οὐκ εἶπεν, Ἴδε οὖν κατόρθωμα σὸν, ἴδε οὖν πόνους σοὺς, ἀλλὰ Θεοῦ φιλανθρωπίαν, δεικνὺς ὅτι τὸ πᾶν τῆς χάριτος τῆς ἄνωθεν γέγονε, καὶ παρασκευάζων τρέμειν. Ἡ γὰρ ὑπόθεσις τῆς καυχήσεως, αὕτη σε ποιεῖ δεδοικέναι. Ἐπεὶ γὰρ χρηστὸς περὶ σὲ γέγονεν ὁ Δεσπότης, διὰ τοῦτο φοβοῦ· οὐ γὰρ ἀκινητά σοι μένει τὰ ἀγαθὰ, ἐὰν ῥᾳθυμῇς· ὥσπερ οὖν οὐδὲ ἐκείνοις τὰ κακὰ, ἐὰν μεταβάλωνται. Καὶ γὰρ σὺ, φησὶν, ἐὰν μὴ ἐπιμείνῃς τῇ πίστει, ἐκκοπήσῃ. Καὶ ἐκεῖνοι δὲ, ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται. Οὐ γὰρ ὁ Θεὸς αὐτοὺς ἐξέκοψεν, ἀλλ' αὐτοὶ ἐξεκλάσθησαν, καὶ ἔπεσον. Καὶ καλῶς εἶπεν, Ἐξεκλάσθησαν· οὐδέποτε γὰρ οὕτως αὐτοὺς ἐξέβαλε, καίτοι πολλὰ πολλάκις ἡμαρτηκότας. Εἶδες ὅσον τῆς προαιρέσεως τὸ κῦρος; πόση τῆς γνώμης ἡ ἐξουσία; Οὐδὲν γὰρ τούτων ἀκίνητον, οὔτε τὸ σὸν καλὸν, οὔτε τὸ ἐκείνου κακόν. Εἶδες πῶς καὶ ἐκεῖνον ἀπογινώσκοντα ἀνέστησε, καὶ τοῦτον θαῤῥοῦντα κατέστειλε; Μήτε γὰρ σὺ ἀποτομίαν ἀκούων, ἀπαγορεύσῃς, μήτε σὺ χρηστότητα, θαῤῥήσῃς. Διὰ τοῦτό σε ἀποτόμως ἐξέκοψεν, ἵνα ποθήσῃς ἐπανελθεῖν· διὰ τοῦτο περὶ σὲ χρηστότητα ἐνεδείξατο, ἵνα ἐπιμείνῃς. Καὶ οὐκ εἶπε, Τῇ πίστει, ἀλλὰ, Τῇ χρηστότητι, τουτέστιν, ἂν ἄξια τῆς τοῦ Θεοῦ φιλανθρωπίας πράττῃς· οὐ γὰρ πίστεως δεῖ μόνον. Ὁρᾷς πῶς οὔτε ἐκείνους ἀφῆκε κεῖσθαι, οὔτε τούτους μέγα φρονεῖν, ἀλλὰ καὶ παρεζήλωσε τούτους, πάλιν δι' ἐκείνων δοὺς τῷ Ἰουδαίῳ στῆναι εἰς τὸν τούτου τόπον, καθάπερ ἐκεῖνος προκατέλαβε τὸ τούτου χωρίον; Καὶ τὸν μὲν ἐξ ἐθνῶν ἀπὸ τῶν Ἰουδαίων φοβεῖ καὶ τῶν ἐκείνοις συμβεβηκότων, ἵνα μὴ ἐπαίρωνται κατ' αὐτῶν· τὸν δὲ Ἰουδαῖον ἀπὸ τῶν τῷ Ἕλληνι παρασχεθέντων θαῤῥεῖν παρασκευάζει. Καὶ γὰρ καὶ σὺ ἐκκοπήσῃ, φησὶν, ἐὰν ῥᾳθυμῇς· καὶ γὰρ ὁ Ἰουδαῖος ἐξεκόπη· καὶ ἐκεῖνος ἐγκεντρισθήσεται, ἐὰν σπουδάζῃ· καὶ γὰρ καὶ σὺ ἐνεκεντρίσθης. Πάνυ δὲ συνετῶς ὅλον τὸν λόγον πρὸς τὸν ἐξ ἐθνῶν τρέπει, ἅπερ ἀεὶ ποιεῖν εἴωθεν, ἐν τῇ τῶν ἰσχυροτέρων ἐπιπλήξει τοὺς ἀσθενεῖς διορθούμενος. Τοῦτο καὶ ἐν τῷ τέλει τῆς Ἐπιστολῆς ἐργάζεται, περὶ τῆς τῶν σιτίων διαλεγόμενος παρατηρήσεως. Εἶτα καὶ ἐκ τῶν παρελθόντων αὐτὸ κατασκευάζει, καὶ οὐκ ἀπὸ τῶν μελλόντων μόνον· ὅπερ μᾶλλον ἔπειθε τὸν ἀκροατήν. Καὶ μέλλων λογισμῶν ἀκολουθίαν τηρεῖν ἀναντίῤῥητον, πρότερον ἀπὸ τῆς τοῦ Θεοῦ δυνάμεως τὴν ἀπόδειξιν τίθησιν. Εἰ γὰρ καὶ ἀπεκόπησαν καὶ ἀπεῤῥίφθησαν, καὶ ἄλλοι τὰ αὐτῶν προκατέλαβον, μηδὲ οὕτως ἀπογνῷς· Δυνατὸς γάρ ἐστι, φησὶ, πάλιν ὁ Θεὸς ἐγκεντρίσαι αὐτοὺς, ὁ καὶ τὰ ὑπὲρ ἐλπίδα ποιῶν. Εἰ δὲ καὶ πραγμάτων τάξιν ζητεῖς καὶ λογισμῶν ἀκολουθίαν, ἔχεις οἴκοθεν τὸ ὑπόδειγμα μετὰ πλείονος τῆς περιουσίας. Εἰ γὰρ σὺ, φησὶν, ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι, οἳ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ; Εἰ γὰρ τὸ παρὰ φύσιν ἴσχυσεν ἡ πίστις, πολλῷ μᾶλλον τὸ κατὰ φύσιν. Εἰ γὰρ οὗτος τῶν κατὰ φύσιν αὐτοῦ πατέρων ἐκκοπεὶς, ἦλθε παρὰ φύσιν πρὸς Ἀβραὰμ, πολλῷ μᾶλλον σὺ τὸ οἰκεῖον ἀπολαβεῖν δυνήσῃ, Τοῦ μὲν γὰρ ἐθνικοῦ τὸ μὲν κακὸν κατὰ φύσιν· ἀγριέλαιος γὰρ κατὰ φύσιν ἦν· τὸ δὲ καλὸν, παρὰ φύσιν· παρὰ φύσιν γὰρ ἐνεκεντρίσθη τῷ Ἀβραάμ· σοῦ δὲ τοὐναντίον τὸ καλὸν κατὰ φύσιν· οὐ γὰρ ἐν ἀλλοτρίᾳ ῥίζῃ, ὥσπερ ὁ ἐθνικὸς, ἀλλ' ἐν οἰκείᾳ παγήσῃ, ἐὰν βουληθῇς ἐπανελθεῖν. Τίνος οὖν ἂν εἴης ἄξιος συγγνώμης, ὅταν τοῦ ἐθνικοῦ τὸ παρὰ φύσιν δυνηθέντος, σὺ τὸ κατὰ φύσιν μὴ ἰσχύσῃς, ἀλλὰ καὶ τοῦτο προδῷς; Εἶτα ἐπειδὴ εἶπε, Παρὰ φύσιν, καὶ, Ἐνεκεντρίσθης, ἵνα μὴ πλέον τι τὸν Ἰουδαῖον ἔχειν νομίζῃς, πάλιν αὐτὸ διορθοῦται, λέγων καὶ αὐτὸν ἐγκεντρίζεσθαι· Πόσῳ μᾶλλον οὗτοι, φησὶν, οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ; Καὶ πάλιν, Δυνατὸς ὁ Θεὸς ἐγκεντρίσαι αὐτούς. Καὶ πρὸ τούτου δέ φησιν, ὅτι ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται. Παρὰ φύσιν δὲ καὶ κατὰ φύσιν ὅταν ἀκούσῃς αὐτοῦ συνεχῶς λέγοντος, μὴ τὴν ἀκίνητον ταύτην φύσιν νόμιζε λέγειν αὐτὸν, ἀλλὰ καὶ τὸ εἰκὸς καὶ τὸ ἀκόλουθον, καὶ τὸ ἀπεικὸς πάλιν τούτοις δηλοῦν τοῖς ὀνόμασιν. Οὐ γὰρ φυσικὰ τὰ καλὰ καὶ τὰ μὴ τοιαῦτα, ἀλλὰ γνώμης καὶ προαιρέσεως μόνης. Σκόπει δὲ αὐτοῦ καὶ τὸ ἀνεπαχθές. Εἰπὼν γὰρ, ὅτι Καὶ σὺ ἐκκοπήσῃ, ἐὰν μὴ ἐπιμείνῃς τῇ πίστει, καὶ οὗτοι ἐγκεντρισθήσονται, ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ, τὸ σκυθρωπότερον ἀφεὶς, τὸ χρηστότερον κατασκευάζει, καὶ εἰς αὐτὸ τελευτᾷ, μεγάλας τοῖς Ἰουδαίοις ὑφαίνων ἐλπίδας, εἰ βουληθεῖεν. Διὸ καὶ ἐπάγει λέγων· Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε παρ' ἑαυτοῖς φρόνιμοι· μυστήριον ἐνταῦθα, τὸ ἀγνοούμενον καὶ ἀπόῤῥητον λέγων, καὶ πολὺ μὲν τὸ θαῦμα, πολὺ δὲ τὸ παράδοξον ἔχον· ὥσπερ καὶ ἀλλαχοῦ φησιν· Ἰδοὺ μυστήριον ὑμῖν λέγω, πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα. Τί οὖν ἐστι τὸ μυστήριον; Ὅτι πώρωσις τῷ Ἰσραὴλ ἀπὸ μέρους γέγονεν. Ἐνταῦθα πάλιν πλήττει τὸν Ἰουδαῖον, δοκῶν καταστέλλειν τὸν ἐξ ἐθνῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅπερ καὶ ἔμπροσθεν ἔλεγεν, ὅτι οὐκ ἐξ ὁλοκλήρου ἡ ἀπιστία, ἀλλὰ ἐκ μέρους, ὥσπερ ὅταν λέγῃ· Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλ' ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς· καὶ, Ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. Οὕτω δὴ καὶ ἐνταῦθά φησι τοῦτο, ὅπερ ἀνωτέρω ἔλεγεν· Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὑτοῦ, ὃν προέγνω; καὶ πάλιν, Τί οὖν; ἔπταισαν ἵνα πέσωσι; Μὴ γένοιτο. Τοῦτο δὴ καὶ ἐνταῦθα λέγει· ὅτι οὐχ ὁλόκληρον ἀνασπᾶται τὸ ἔθνος, ἀλλὰ καὶ ἤδη πολλοὶ ἐπίστευσαν, καὶ μέλλουσι πάλιν πιστεύειν. Εἶτα ἐπειδὴ μέγα ἐπηγγείλατο, φέρει μάρτυρα τὸν προφήτην οὕτω λέγοντα. Ὅτι μὲν γὰρ πώρωσις γέγονεν, οὐ παράγει μαρτυρίαν· καὶ γὰρ δῆλον ἅπασιν ἦν· ὅτι δὲ πιστεύσουσι καὶ σωθήσονται, τὸν Ἡσαΐαν πάλιν εἰσάγει βοῶντα, καὶ λέγοντα· Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ. Εἶτα τὸ παράσημον τῆς σωτηρίας τιθεὶς, ἵνα μή τις εἰς τοὺς ἔμπροσθεν αὐτὸ χρόνους ἑλκύσῃ καὶ συζεύξῃ, φησί· Καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν· οὐχ ὅταν περιτμηθῶσιν, οὐχ ὅταν θύσωσιν, οὐχ ὅταν τὰ ἄλλα νόμιμα ποιῶσιν, ἀλλ' ὅταν ἁμαρτημάτων ἀφέσεως τύχωσιν. Εἰ τοίνυν τοῦτο ἐπήγγελται, γέγονε δὲ ἐπ' αὐτῶν οὐδέπω, οὐδὲ ἀπήλαυσαν τῆς διὰ τοῦ βαπτίσματος ἀφέσεως, πάντως ἔσται· διὸ καὶ ἐπήγαγεν· Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ. Καὶ οὐδὲ τούτῳ μόνον αὐτοὺς παραμυθεῖται, ἀλλὰ καὶ τῷ ἤδη συμβεβηκότι· καὶ ὅπερ ἐξ ἀκολουθίας συνέβη, τοῦτο ὡς προηγούμενον τίθησιν, οὕτω λέγων· Κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι' ὑμᾶς, κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας. Ἵνα γὰρ μὴ φυσᾶται ὁ ἐξ ἐθνῶν, λέγων, Ἐγὼ ἕστηκα, μή μοι λέγε, τί ἂν ἐγένετο, ἀλλὰ τί γέγονε, καὶ ἐντεῦθεν αὐτὸν καταστέλλει λέγων, Κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι' ὑμᾶς. Ἐπειδὴ γὰρ ὑμεῖς ἐκλήθητε, φιλονεικότεροι γεγόνασιν ἐκεῖνοι.