Ancient Greek · ~21 min
Διὰ τοῦτο, ὥσπερ δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος· καὶ οὕτως εἰς πάντας ἀνθρώπους διῆλθεν ὁ θάνατος, ἐφ' ᾧ πάντες ἥμαρτον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 5.1-6
Not analysed yet
Ἀλλὰ γὰρ δακρῦσαί μοι λοιπὸν ἔπεισι καὶ στενάξαι μέγα, ὅταν ἐννοήσω πόσην μὲν ἡμᾶς ἀπαιτεῖ φιλοσοφίαν ὁ Παῦλος, πόσῃ δὲ ἑαυτοὺς ἐξεδώκαμεν ῥᾳθυμίᾳ, μετὰ τὸ βάπτισμα ἐπὶ τὸ πρότερον ἐπανιόντες γῆρας, καὶ εἰς τὴν Αἴγυπτον ἀνακάμπτοντες, καὶ τῶν σκορόδων μεμνημένοι μετὰ τὸ μάννα. Δέκα γὰρ καὶ εἴκοσιν ἡμέρας παρ' αὐτὸ τὸ βάπτισμα μεταβαλλόμενοι, τοῖς προτέροις πάλιν ἐπιχειροῦμεν. Ἀλλ' οὐκ ἀριθμὸν ἡμερῶν τακτὸν, ἀλλ' ὅλον ἡμᾶς τὸν βίον ἀπαιτεῖ ταύτην τὴν πολιτείαν ὁ Παῦλος· ἡμεῖς δὲ ἐπὶ τὸν πρότερον ἐπανερχόμεθα ἔμετον, μετὰ τὴν ἀπὸ τῆς χάριτος νεότητα, τὸ ἀπὸ τῶν ἁμαρτιῶν κατασκευάζοντες γῆρας. Καὶ γὰρ τὸ χρημάτων ἐρᾷν, καὶ τὸ δουλεύειν ἐπιθυμίαις ἀτόποις, καὶ πᾶσα ἁπλῶς ἁμαρτία παλαιοῦν εἴωθε τὸν ἐργαζόμενον· τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὕτω σῶμα ὑπὸ χρόνων παραλελυμένον ἰδεῖν, ὡς ψυχὴν ὑπὸ ἁμαρτημάτων πολλῶν σαθρουμένην καὶ καταπίπτουσαν. Ἡ γὰρ εἰς ἐσχάτην ληρωδίαν ἐξάγεται λοιπὸν, ἄσημα φθεγγομένη καθάπερ οἱ γεγηρακότες καὶ παραπαίοντες, καὶ κορύζης ἀναπεπλησμένη καὶ παραπληξίας πολλῆς καὶ λήθης, καὶ λήμας πρὸ τῶν ὀφθαλμῶν ἔχουσα, καὶ ἀνθρώποις βδελυρὰ, καὶ τῷ διαβόλῳ εὐχείρωτος· καὶ γὰρ τοιαῦται αἱ τῶν ἁμαρτωλῶν ψυχαί. Ἀλλ' οὐχ αἱ τῶν δικαίων, ἀλλὰ νεάζουσι καὶ σφριγῶσι, καὶ ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας εἰσὶ διαπαντὸς, πρὸς ἅπασαν μάχην καὶ πάλην ἀεὶ παρεσκευασμέναι· αἱ δὲ τῶν ἁμαρτωλῶν κἂν μικρὰν δέξωνται προσβολὴν, ἔπεσόν τε εὐθέως καὶ ἀπώλοντο. Καὶ τοῦτο δηλῶν ὁ προφήτης ἔλεγεν, ὅτι Ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς, οὕτως εἰσὶν εὐρίπιστοι, καὶ εἰς ἐπήρειαν πᾶσι προκείμενοι, οἱ ἐν ἁμαρτίαις ζῶντες. Οὔτε γὰρ ὁρῶσιν ὑγιῶς, οὔτ' ἀκούουσιν εἰλικρινῶς, οὐ φθέγγονται ἔναρθρα, ἀλλὰ πολλῆς μὲν γέμουσι τῆς λυγγὸς, πολὺν δὲ ἐν τῷ στόματι περιῤῥέοντα τὸν σίελον περιφέρουσι. Καὶ εἴθε σίελον, καὶ οὐδὲν ἦν ἄτοπον· νυνὶ δὲ παντὸς βορβόρου ῥήματα δυσωδέστερα προΐενται, καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐδὲ ἀποπτύσαι τὸν σίελον τούτων τῶν ῥημάτων ἰσχύουσιν, ἀλλὰ τῇ χειρὶ δεχόμενοι μετὰ πολλῆς τῆς βδελυρίας, πάλιν αὐτὸν προστρίβονται παχὺν ὄντα καὶ δυσδιάτμητον. Τάχα ναυτιᾶτε πρὸς τὴν διήγησιν· οὐκοῦν μᾶλλον πρὸς τὴν πρᾶξιν. Εἰ γὰρ ἐν σώματι ταῦτα ἀηδῆ συμβαίνοντα, πολλῷ μᾶλλον ἐν τῇ ψυχῇ. Τοιοῦτος ἦν ἐκεῖνος ὁ παῖς ὁ πάντα τὰ ἑαυτοῦ κατηναλωκὼς, καὶ εἰς ἐσχάτην κακίαν κατενεχθεὶς, παντὸς ληροῦντος καὶ νενοσηκότος ἀσθενέστερον διακείμενος. Ἀλλ' ἐπειδὴ ἐβουλήθη, γέγονεν ἄφνω νέος, ἀπὸ γνώμης μόνης καὶ μεταστάσεως. Ἐπειδὴ γὰρ εἶπεν, Ἐπιστρέψω πρὸς τὸν πατέρα μου, τὸ ῥῆμα τοῦτο αὐτῷ πάντα ἐκόμισε τἀγαθά· μᾶλλον δὲ οὐ τὸ ῥῆμα ἁπλῶς, ἀλλὰ τὸ ἔργον τῷ ῥήματι προστεθέν. Οὐδὲ γὰρ εἶπεν, Ἐπανέλθω, καὶ ἔμεινεν· ἀλλ' εἶπεν, Ἐπανέλθω, καὶ ἐπανῆλθε, καὶ τὴν ὁδὸν πᾶσαν ὑπέστρεψεν ἐκείνην. Οὕτω καὶ ἡμεῖς ποιῶμεν· κἂν εἰς τὴν ὑπερορίαν ἀπενεχθῶμεν, ἐπανέλθωμεν πρὸς τὸν πατρῷον οἶκον, καὶ μὴ κατοκνήσωμεν πρὸς τὸ τῆς ὁδοῦ μῆκος. Ἂν βουληθῶμεν, εὔκολος ἡ ἐπάνοδος γίνεται καὶ ταχίστη, μόνον ἀφῶμεν τὴν ξένην καὶ τὴν ἀλλοτρίαν· τοῦτο γὰρ ἡ ἁμαρτία, πόῤῥω τῆς οἰκίας ἡμᾶς ἀπάγουσα τοῦ πατρός. Ἀφῶμεν τοίνυν αὐτὴν, ἵνα ταχέως πρὸς τὸν πατρῷον ἐπανέλθωμεν οἶκον. Καὶ γὰρ φιλόστοργός ἐστιν ὁ πατὴρ, καὶ τῶν εὐδοκιμούντων οὐχ ἧττον ἡμᾶς ἀγαπήσει μεταβαλλομένους, ἀλλὰ καὶ πλέον· ἐπεὶ καὶ ἐκεῖνον ὁ πατὴρ τότε μειζόνως ἐτίμησε· καὶ γὰρ μειζόνως αὐτὸς ἥσθη τὸν παῖδα ἀπολαβών. Καὶ πῶς ἐπανέλθω, φησίν; Ἀρχὴν ἐπίθες τῷ πράγματι μόνον, καὶ τὸ πᾶν γέγονε· στῆθι τῆς κακίας, καὶ μὴ προέλθῃς περαιτέρω, καὶ ἤδη τοῦ παντὸς ἐπελάβου. Καθάπερ γὰρ τοῖς κάμνουσι τὸ μὴ χεῖρον σχεῖν ἀρχὴ γένοιτ' ἂν τοῦ βέλτιον ἔχειν, οὕτω καὶ ἐπὶ τῆς κακίας συμβαίνει· μὴ περαιτέρω προβῇς, καὶ τέλος ἕξει σοι τὰ τῆς πονηρίας. Κἂν δύο ποιήσῃς τοῦτο ἡμέρας, τῇ τρίτῃ εὐκολώτερον ἀποστήσῃ, καὶ μετὰ τὰς τρεῖς, καὶ δέκα προσθήσεις, εἶτα εἴκοσιν, εἶτα ἑκατὸν, εἶτα τὸν βίον ἅπαντα. Ὅσῳ γὰρ ἂν προβαίνῃς, εὐκολώτερον ὄψει τὴν ὁδὸν, καὶ ἐπ' αὐτὴν στήσῃ τὴν κορυφὴν, καὶ πολλῶν ἀθρόον ἀπολαύσεις τῶν ἀγαθῶν. Ἐπεὶ καὶ τότε, ὅτε ὁ ἄσωτος ἐπανῆλθεν ἐκεῖνος, καὶ αὐλοὶ καὶ κιθάραι καὶ χοροὶ καὶ θαλίαι καὶ πανηγύρεις ἦσαν· καὶ ὁ ὀφείλων ὑπὲρ τῆς ἀκαίρου δαπάνης καὶ τῆς οὕτω μακρᾶς φυγῆς τὸν παῖδα ἀπαιτῆσαι δίκην, οὐδὲν τούτων ἐποίησεν, ἀλλ' ὡς εὐδοκιμηκότα εἶδε, καὶ οὐδὲ μέχρι ῥημάτων ὀνειδίσαι τῷ παιδὶ, μᾶλλον δὲ οὐδὲ ἁπλῶς αὐτὸν ἀναμνῆσαι τῶν προτέρων ἠνέσχετο, ἀλλὰ καὶ περιεχύθη, καὶ κατεφίλησε, καὶ μόσχον ἔθυσε, καὶ στολὴν ἐνέδυσε, καὶ ἐν πολλῷ τῷ κόσμῳ κατέστησε. Ταῦτα οὖν ἔχοντες καὶ ἡμεῖς τὰ ὑποδείγματα, θαῤῥῶμεν καὶ μὴ ἀπογινώσκωμεν. Οὐ γὰρ οὕτω χαίρει καλούμενος Δεσπότης, ὡς Πατὴρ, οὐδὲ δοῦλον ἔχων, ὡς υἱόν· καὶ μᾶλλον τοῦτο βούλεται, ἢ ἐκεῖνο. Διὰ τοῦτο γοῦν καὶ πάντα ἐποίησεν ἅπερ ἐποίησε, καὶ οὐδὲ τοῦ Μονογενοῦς αὐτοῦ ἐφείσατο, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν, ἵνα μὴ ὡς Δεσπότην μόνον, ἀλλὰ καὶ ὡς Πατέρα αὐτὸν ἀγαπῶμεν. Κἂν τύχῃ τούτου παρ' ἡμῶν, καθάπερ τις δοξαζόμενος ἐναβρύνεται, καὶ εἰς πάντας αὐτὸ ἐκφέρει, ὁ μηδενὸς δεόμενος τῶν ἡμετέρων. Τοῦτο γοῦν ἐπὶ τοῦ Ἀβραὰμ ἐποίησε, πανταχοῦ λέγων, Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Καίτοι γε τοὺς οἰκέτας ἐχρῆν καλλωπίζεσθαι τούτῳ· νῦν δὲ ὁ Δεσπότης φαίνεται τοῦτο ποιῶν. Διὰ τοῦτο καὶ Πέτρῳ φησὶ, Φιλεῖς με πλέον τούτων; δεικνὺς, ὅτι οὐδὲν πρὸ τούτου ζητεῖ παρ' ἡμῶν. Διὰ τοῦτο καὶ τὸν Ἀβραὰμ τὸν υἱὸν θῦσαι ἐκέλευσεν, ἵνα δείξῃ πᾶσιν, ὅτι σφόδρα φιλεῖται παρὰ τοῦ πατριάρχου. Τοῦτο δὲ τὸ σφόδρα φιλεῖσθαι ἐθέλειν, ἀπὸ τοῦ σφόδρα φιλεῖν γίνεται. Διὰ τοῦτο καὶ τοῖς ἀποστόλοις ἔλεγεν· Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος.