# In epistulam ad Romanos (homiliae 1-32) 6.1-11

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Οἴδαμεν δὲ, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/6.1-11

Φρίξωμεν τοίνυν ὅσοι μηδὲ χρημάτων διὰ τὸν Θεὸν καταφρονοῦμεν· μᾶλλον δὲ, ὅσοι μηδὲ χρημάτων δι' ἡμᾶς αὐτοὺς καταφρονοῦμεν. Παῦλος γὰρ μόνος ἦν ὁ διὰ τὸν Χριστὸν γνησίως ἅπαντα πάσχων, οὐ διὰ βασιλείαν οὐδὲ διὰ τὴν αὐτοῦ τιμὴν, ἀλλὰ διὰ τὴν πρὸς ἐκεῖνον εὔνοιαν. Ἡμᾶς δὲ οὔτε ὁ Χριστὸς, οὔτε τὰ τοῦ Χριστοῦ, τῶν βιωτικῶν ἀφέλκει πραγμάτων, ἀλλ' ὥσπερ ὄφεις ἢ ἔχεις ἢ χοῖροι, ἢ καὶ ταῦτα πάντα ὁμοῦ, οὕτως ἐν τῇ ἰλύϊ συρόμεθα. Τί γὰρ τῶν θηρίων ἐκείνων ἡμεῖς ἀμείνους, οἱ τοσαῦτα καὶ τηλικαῦτα ἔχοντες παραδείγματα, καὶ ἔτι κάτω βλέποντες, καὶ μηδὲ μικρὸν ἀναβλέψαι πρὸς τὸν οὐρανὸν ἀνεχόμενοι; Ἀλλ' ὁ μὲν Θεὸς καὶ τὸν Υἱὸν ἐξέδωκε· σὺ δὲ οὐδὲ ἄρτου μεταδίδως αὐτῷ τῷ διὰ σὲ ἐκδοθέντι, τῷ διὰ σὲ σφαγέντι. Ὁ Πατὴρ διὰ σὲ αὐτοῦ οὐκ ἐφείσατο, καὶ ταῦτα γνησίου ὄντος Παιδός· σὺ δὲ αὐτὸν καὶ λιμῷ τηκόμενον περιορᾷς, καὶ ταῦτα ἀπὸ τῶν αὐτοῦ μέλλων ἀναλίσκειν, καὶ διὰ σαυτὸν ἀναλίσκειν. Τί ταύτης τῆς παρανομίας χεῖρον γένοιτ' ἄν; Ἐξεδόθη διὰ σὲ, ἐσφάγη διὰ σὲ, περιέρχεται πεινῶν διὰ σὲ, ἐκ τῶν αὐτοῦ δίδως ἵνα αὐτὸς ὠφεληθῇς, καὶ οὐδὲ οὕτω δίδως. Ποίων οὐκ ἂν εἶεν ἀναισθητότεροι λίθων, οἱ τοσούτων αὐτοὺς ἑλκόντων πραγμάτων, ἐπὶ τῆς διαβολικῆς ταύτης μένοντες ὠμότητος; Οὐδὲ γὰρ ἠρκέσθη τῷ θανάτῳ καὶ τῷ σταυρῷ μόνον, ἀλλὰ καὶ πένης γενέσθαι κατεδέξατο καὶ ξένος καὶ ἀλήτης καὶ γυμνὸς, καὶ εἰς δεσμωτήριον ἐμπεσεῖν, καὶ ἀῤῥωστίαν ὑπομεῖναι, ἵνα κἂν οὕτω σε ἐκκαλέσηται. Εἰ γὰρ μὴ ἀμείβῃ με, φησὶν, ὡς ὑπὲρ σοῦ τι παθόντα, διὰ τὴν πενίαν ἐλέησον. Εἰ δὲ μὴ βούλει διὰ τὴν πενίαν ἐλεῆσαι, διὰ τὴν νόσον ἐπικάμφθητι, διὰ δὲ τὸ δεσμωτήριον ἐπικλάσθητι· εἰ δὲ μηδὲ ταῦτά σε ποιεῖ φιλάνθρωπον, διὰ τὸ κοῦφον τῆς αἰτήσεως ἐπίνευσον. Οὐδὲν γὰρ αἰτῶ πολυτελὲς, ἀλλὰ ἄρτον καὶ στέγην καὶ ῥημάτων παράκλησιν. Εἰ δὲ καὶ μετὰ ταῦτα ἔτι μένεις ἄγριος ὢν, κἂν διὰ τὴν βασιλείαν γενοῦ βελτίων, κἂν διὰ τὰ ἔπαθλα ἃ ὑπεσχόμην. Ἀλλ' οὐδὲ ἐκείνων ἐστί τίς σοι λόγος; Κἂν πρὸς τὴν φύσιν αὐτὴν ἐπικλάσθητι, γυμνὸν ὁρῶν, καὶ τῆς γυμνότητος ἀναμνήσθητι ἐκείνης, ἣν ἐγυμνώθην ἐπὶ τοῦ σταυροῦ διὰ σέ. Εἰ δὲ ἐκείνης οὐ βούλει, κἂν ταύτης, ἢν διὰ τῶν πενήτων γυμνοῦμαι. Ἐδεήθην τότε διὰ σὲ, ἀλλὰ καὶ νῦν διὰ σὲ, ἵνα εἴτε ἐντεῦθεν, εἴτε ἐκεῖθεν προαχθεὶς, βουληθῇς ποιῆσαί τινα ἔλεον· ἐνήστευσα διὰ σὲ, πάλιν πεινῶ διὰ σέ· ἐδίψησα κρεμάμενος ἐπὶ τοῦ σταυροῦ, διψῶ καὶ διὰ τῶν πενήτων, ἵνα καὶ ἐξ ἐκείνων καὶ ἐκ τούτων ἐπισπάσωμαί σε πρὸς ἐμαυτὸν, καὶ ποιήσω φιλάνθρωπον ἐπὶ σωτηρίᾳ τῇ σῇ. Διὰ τοῦτο καὶ μυρίων ὀφείλοντά σε εὐεργετημάτων ἀμοιβὴν ἐμοὶ, οὐχ ὡς ὀφείλοντα ἀπαιτῶ, ἀλλ' ὡς χαριζόμενον στεφανῶ, καὶ βασιλείαν δωροῦμαι ἀντὶ τῶν μικρῶν τούτων. Οὐδὲ γὰρ λέγω, Λῦσόν μοι τὴν πενίαν, οὐδὲ, Χάρισαί μοι πλοῦτον, καίτοι γε ἐπτώχευσα διὰ σέ· ἀλλ' ὅμως ἄρτον αἰτῶ καὶ ἱμάτιον καὶ λιμοῦ παραμυθίαν μικράν. Κἂν εἰς δεσμωτήριον ἐμπέσω, οὐκ ἀναγκάζω τὰ δεσμὰ λῦσαι καὶ ἐκβαλεῖν, ἀλλ' ἓν ἐπιζητῶ μόνον, ἵνα ἴδῃς δεδεμένον διὰ σὲ, καὶ ἀρκοῦσαν ἔλαβον χάριν, καὶ ὑπὲρ τούτου μόνου τὸν οὐρανόν σοι χαρίζομαι. Καίτοι γε ἐγὼ χαλεπωτάτων σε ἔλυσα δεσμῶν, ἀλλ' ἐμοὶ μόνον ἀρκεῖ, ἂν βουληθῇς ἰδεῖν με δεδεμένον. Δύναμαι μὲν γὰρ χωρὶς τούτων σε στεφανοῦν, βούλομαι δέ σοι καὶ ὀφειλέτης εἶναι, ἵνα φέρῃ σοί τινα καὶ παῤῥησίαν ὁ στέφανος. Καὶ διὰ τοῦτο καὶ δυνάμενος ἐμαυτὸν θρέψαι, περιέρχομαι προσαιτῶν, καὶ ταῖς θύραις σου παριστάμενος προτείνω χεῖρα. Παρὰ σοῦ γὰρ τραφῆναι ἐπιθυμῶ· φιλῶ γάρ σε σφόδρα· διὸ καὶ τῆς τραπέζης ἐρῶ τῆς σῆς, ὃ τοῖς φιλοῦσιν ἔθος ἐστὶ, καὶ ἐγκαλλωπίζομαι τούτῳ, καὶ τοῦ θεάτρου παρόντος τῆς οἰκουμένης, ἀνακηρύττω σε τότε, καὶ πάντων ἀκουόντων, ἐνδείκνυμαι τὸν τροφέα τὸν ἐμόν. Καίτοι γε ἡμεῖς ὅταν παρά τινος τραφῶμεν, αἰσχυνόμεθα τοῦτο καὶ συσκιάζομεν· αὐτὸς δὲ ἐπειδὴ σφόδρα ἡμᾶς φιλεῖ, κἂν ἡμεῖς σιγῶμεν, ἀναγορεύει τότε τὸ γεγενημένον μετὰ πολλῶν τῶν ἐγκωμίων, καὶ οὐκ αἰσχύνεται εἰπεῖν, ὅτι καὶ γυμνὸν ὄντα αὐτὸν περιεβάλομεν, καὶ πεινῶντα ἐθρέψαμεν. Ταῦτ' οὖν ἅπαντα ἐννοοῦντες, μὴ μέχρι τῶν ἐπαίνων στῶμεν μόνον, ἀλλὰ καὶ ἐπιτελέσωμεν τὰ εἰρημένα. Τί γὰρ ὄφελος τῶν κρότων καὶ τῶν θορύβων τούτων; Ἓν ζητῶ παρ' ὑμῶν μόνον, τὴν διὰ τῶν ἔργων ἐπίδειξιν, τὴν διὰ τῶν πραγμάτων ὑπακοήν· τοῦτο ἔπαινος ἐμὸς, τοῦτο κέρδος ὑμέτερον, τοῦτο διαδήματός μοι λαμπρότερον. Τοῦτον τοίνυν ἀπελθόντες καὶ ὑμῖν καὶ ἐμοὶ κατασκευάσετε τὸν στέφανον διὰ τῆς τῶν πενήτων χειρὸς, ἵνα καὶ κατὰ τὸν παρόντα βίον χρηστῇ συντραφῶμεν ἐλπίδι, καὶ πρὸς τὴν μέλλουσαν ἀπελθόντες ζωὴν, τῶν μυρίων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
