Ancient Greek
Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι ἁγίῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 6.1-12
Not analysed yet
Εἰπὲ γάρ μοι, ὦ Ἰουδαῖε, τοσαῦτα ἀπορῶν, καὶ λύειν οὐδὲν τούτων δυνάμενος, πῶς ὑπὲρ τῆς τῶν ἐθνῶν κλήσεως ἡμῖν πράγματα παρέχεις; Καίτοι γε ἐγὼ ἔχω καὶ αἰτίαν εἰπεῖν δικαίαν, δι' ἣν τὰ ἔθνη ἐδικαιώθη, ὑμεῖς δὲ ἐξεπέσετε. Τίς οὖν ἡ αἰτία; Ὅτι οἱ μὲν ἐκ πίστεως, ὑμεῖς δὲ ὡς ἐξ ἔργων νόμου. Καὶ ταῦτα φιλονεικήσαντες προεδόθητε πανταχόθεν. Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Ἡ μὲν οὖν λύσις τοῦ χωρίου παντὸς, ὡς ἐν κεφαλαίῳ τὸ πᾶν εἰπεῖν, οὕτω προάγεται παρὰ τῆς μακαρίας ἐκείνης ψυχῆς· ἵνα δὲ καὶ σαφέστερα ταῦτα γένηται, καθ' ἕκαστον τῶν εἰρημένων ποιησώμεθα τὴν ἐξέτασιν, ἐκεῖνο εἰδότες, ὅτι τὸ σπουδαζόμενον τῷ μακαρίῳ Παύλῳ τοῦτο ἦν, διδάξαι διὰ πάντων τῶν εἰρημένων, ὅτι τοὺς ἀξίους ὁ Θεὸς οἶδε μόνος, ἀνθρώπων δὲ οὐδεὶς, κἂν σφόδρα εἰδέναι δοκῇ, ἀλλὰ πολλαχοῦ διαπίπτει τὰ τῆς ψήφου ταύτης. Ὁ γὰρ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενος, αὐτὸς οἶδε σαφῶς, τίνες μὲν στεφάνων ἄξιοι, τίνες δὲ κολάσεως καὶ τιμωρίας. Διὰ δὴ τοῦτο καὶ πολλοὺς παρὰ τοῖς ἀνθρώποις νομιζομένους ἀγαθοὺς εἶναι ἐκόλασε διελέγξας, καὶ πονηροὺς ὑποπτευομένους ἐστεφάνωσε, δείξας οὐκ ὄντας τοιούτους· οὐκ ἀπὸ τῆς τῶν δούλων γνώμης, ἀλλ' ἀπὸ τῆς οἰκείας κρίσεως τῆς ἀκριβοῦς καὶ ἀδεκάστου τὴν ψῆφον φέρων, καὶ οὐκ ἀναμένων ἀπὸ τῆς τῶν πράξεων ἐκβάσεως ἰδεῖν τὸν φαῦλον, καὶ τὸν οὐ τοιοῦτον. Πλὴν ἀλλ' ἵνα μὴ πάλιν ἀσαφέστερον τὸν λόγον ποιήσωμεν, ἐπ' αὐτὰ τὰ ῥήματα ἴωμεν τὰ ἀποστολικά. Οὐ μόνον δὲ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα. Ἠδυνάμην μὲν γὰρ, φησὶν, εἰπεῖν καὶ τοὺς ἀπὸ τῆς Χεττούρας, ἀλλ' οὐ λέγω· ἀλλ' ὥστε ἐκ περιουσίας τὴν νίκην ἄρασθαι, τοὺς ἐξ ἑνὸς πατρὸς καὶ μιᾶς τεχθέντας μητρὸς, τούτους εἰς μέσον ἄγω. Καὶ γὰρ ἀπὸ τῆς Ῥεβέκκας ἦσαν ἀμφότεροι, καὶ ἀπὸ τοῦ Ἰσαὰκ τοῦ γνησίου παιδὸς, τοῦ δοκίμου, τοῦ πάντων προτιμηθέντος, περὶ οὗ ἔφησεν· Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, τοῦ πατρὸς ἡμῶν πάντων γενομένου. Εἰ δὲ πατὴρ ἡμῶν ἐκεῖνος, καὶ τοὺς ἐξ ἐκείνου πατέρας ἔδει εἶναι· ἀλλ' οὐκ ἐγένοντο. Εἶδες πῶς οὐκ ἐπὶ τοῦ Ἀβραὰμ τοῦτο μόνον συμβαίνει, ἀλλὰ καὶ ἐπ' αὐτοῦ τοῦ παιδὸς, καὶ πανταχοῦ πίστις καὶ ἀρετή ἐστιν ἡ διαλάμπουσα, καὶ τὴν ἀκριβῆ συγγένειαν χαρακτηρίζουσα; Ἐντεῦθεν γὰρ μανθάνομεν, ὅτι οὐ μόνον τὸν τρόπον τῆς γεννήσεως, ἀλλὰ καὶ διὰ τὸ ἄξιοι εἶναι τῆς ἀρετῆς τοῦ γεγεννηκότος, οἱ παῖδες καλοῦνται παῖδες ἐκείνου. Εἰ γὰρ ἀπὸ τοῦ τρόπου τῆς γεννήσεως μόνον, ἔδει καὶ τὸν Ἡσαῦ τῶν αὐτῶν ἀπολαῦσαι τῷ Ἰακώβ· καὶ γὰρ καὶ οὗτος ἀπὸ νενεκρωμένης μήτρας ἦν, καὶ στεῖρα ἦν ἡ μήτηρ αὐτοῦ. Ἀλλ' οὐ τοῦτο ἦν τὸ ζητούμενον μόνον, ἀλλὰ καὶ ὁ τρόπος, ὅπερ οὐ τὸ τυχὸν καὶ εἰς βίου συμβάλλεται διδασκαλίαν ἡμῖν. Καὶ οὐ λέγει, ὅτι Ἐπειδὴ ὁ μὲν ἀγαθὸς, ὁ δὲ πονηρὸς, διὰ τοῦτο προετιμήθη, ἵνα μὴ εὐθέως ἀντιπέσῃ αὐτῷ τοῦτο· Τί οὖν; ἀγαθοὶ οἱ ἐξ ἐθνῶν μᾶλλον, ἢ οἱ ἐκ περιτομῆς; Εἰ γὰρ καὶ οὕτως εἶχεν ἡ τοῦ πράγματος ἀλήθεια, ἀλλ' οὔπω αὐτὸ τίθησι· καὶ γὰρ ἐδόκει φορτικώτερον εἶναι· ἀλλ' ἐπὶ τὴν τοῦ Θεοῦ γνῶσιν τὸ πᾶν ἔῤῥιψεν, ᾗτινι μαχέσασθαι οὐδεὶς ἂν ἐτόλμησεν, οὐδὲ εἰ σφόδρα μαινόμενος ἦν. Μήπω γὰρ γεννηθέντων, φησὶ, μηδὲ πραξάντων τι ἀγαθὸν, ἐῤῥέθη αὐτῇ, ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι· καὶ δείκνυσιν, ὅτι ἡ κατὰ σάρκα εὐγένεια οὐδὲν ὠφελεῖ, ἀλλὰ ψυχῆς ἀρετὴν δεῖ ζητεῖν, ἣν καὶ πρὸ τῶν ἔργων ὁ Θεὸς οἶδε. Μήπω γὰρ γεννηθέντων, φησὶ, μηδὲ πραξάντων τι ἀγαθὸν ἢ κακὸν, ἵνα ἡ κατ' ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μένῃ, ἐῤῥέθη αὐτῇ, ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. Τοῦτο γὰρ προγνώσεως, τὸ καὶ ἐξ ὠδίνων αὐτῶν ἐκλέγεσθαι· ἵνα φανῇ, φησὶ, τοῦ Θεοῦ ἡ ἐκλογὴ ἡ κατὰ πρόθεσιν καὶ πρόγνωσιν γενομένη· ἐκ πρώτης γὰρ ἡμέρας καὶ τὸν ἀγαθὸν, καὶ τὸν οὐ τοιοῦτον καὶ οἶδε καὶ ἐκήρυξε. Μὴ τοίνυν μοι λέγε, ὅτι νόμον, φησὶν, ἀνέγνως καὶ προφήτας, καὶ τοσοῦτον ἐδούλευσας χρόνον. Ὁ γὰρ εἰδὼς ψυχὴν καὶ δοκιμάζειν, οὗτος οἶδε καὶ τίς ἄξιός ἐστι σωθῆναι. Παραχώρει τοίνυν τῷ ἀκαταλήπτῳ τῆς ἐκλογῆς· καὶ γὰρ μόνος αὐτὸς οἶδεν ἀκριβῶς στεφανοῦν. Πόσοι γοῦν τοῦ Ματθαίου βελτίους εἶναι ἐδόκουν κατὰ τὴν τῶν ἔργων ἐπίδειξιν τὴν φαινομένην; Ἀλλ' ὁ τὰ ἀπόῤῥητα εἰδὼς, καὶ διανοίας ἐπιτηδειότητα δοκιμάσαι δυνάμενος, καὶ ἐν τῷ βορβόρῳ τὸν μαργαρίτην κείμενον ἔγνω, καὶ τοὺς ἄλλους παραδραμὼν, καὶ τούτου τὴν εὐμορφίαν θαυμάσας, αὐτὸν ἐξελέξατο, καὶ τῇ τῆς προαιρέσεως εὐγενείᾳ τὴν παρ' ἑαυτοῦ προσθεὶς χάριν, δόκιμον αὐτὸν ἀπέφηνεν. Εἰ γὰρ ἐπὶ τῶν τεχνῶν τούτων τῶν ἐπικήρων, καὶ τῶν ἄλλων ἁπάντων πραγμάτων, οἱ δεινοὶ κρίνειν οὐκ ἀφ' ὧν οἱ ἰδιῶται ψηφίζονται, ἀπὸ τούτων ἐκλέγονται τὰ προκείμενα, ἀλλ' ἀφ' ὧν ἴσασιν αὐτοὶ σαφῶς, καὶ τὸ μὲν παρὰ τοῖς ἰδιώταις δοκιμασθὲν πολλάκις ἠτίμασαν, τὸ δὲ ἀτιμασθὲν ἐνέκριναν· καὶ πωλοδάμναι πολλάκις ἐπὶ τῶν ἵππων τοῦτο ἐποίησαν, καὶ οἱ τῶν τιμίων λίθων κριταὶ, καὶ οἱ τῶν ἄλλων δὲ τεχνῶν δημιουργοί· πολλῷ μᾶλλον ὁ φιλάνθρωπος Θεὸς, ἡ ἄπειρος σοφία, ὁ μόνος πάντα εἰδὼς σαφῶς, οὐκ ἀνέξεται τῆς τῶν ἀνθρώπων ὑπονοίας, ἀλλ' ἀπὸ τῆς οἰκείας σοφίας τῆς ἀκριβοῦς καὶ ἀδιαπτώτου τὴν περὶ πάντων οἴσει ψῆφον. Διά τοι τοῦτο καὶ τελώνην ἐξελέξατο καὶ λῃστὴν καὶ πόρνην· ἱερέας δὲ καὶ πρεσβυτέρους καὶ ἄρχοντας ἠτίμησε καὶ ἐξέβαλε.