# In epistulam ad Romanos (homiliae 1-32) 6.1-14

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. Ὃς μὲν πιστεύει φαγεῖν πάντα· ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/6.1-14

Ἄκουε γοῦν οἷα ἐπέταξεν· Ἂν ἀφῇς τῷ πλησίον, ἀφίημί σοι κἀγὼ, φησί. Ποίαν τοῦτο δυσκολίαν ἔχει; Κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν· καὶ δεῦτε, καὶ διαλεχθῶμεν, φησὶ, καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Ποῖον τοῦτο ἔχει μόχθον; Λέγε σὺ τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς. Τίνα τοῦτο δυσκολίαν ἔχει; Τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι. Ποῖος τοῦτο ἱδρώς; Εἶπεν ὁ τελώνης, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ κατῆλθε δεδικαιωμένος. Ποῖος πόνος μιμήσασθαι τὸν τελώνην; Ἀλλ' οὐ βούλει πεισθῆναι οὐδὲ μετὰ τοσαῦτα, ὅτι κόλασίς ἐστι καὶ τιμωρία; Οὐκοῦν οὐδὲ τὸν διάβολον εἴποις ἂν κολάζεσθαι. Πορεύεσθε γὰρ, φησὶν, εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Εἰ γὰρ μὴ ἔστι γέεννα, οὐδὲ ἐκεῖνος κολάζεται· εἰ δὲ ἐκεῖνος κολάζεται, δῆλον ὅτι καὶ ἡμεῖς οἱ τὰ τούτου ἔργα ἐπιτελοῦντες κολασθησόμεθα· καὶ γὰρ καὶ ἡμεῖς παρηκούσαμεν, εἰ καὶ μὴ ἐπὶ τοῖς αὐτοῖς. Πῶς δὲ οὐ δέδοικας καὶ τολμηρὰ φθεγγόμενος; Ὅταν γὰρ λέγῃς, ὅτι Φιλάνθρωπός ἐστι Θεὸς, καὶ οὐ κολάζει· ἐὰν κολάσῃ, εὑρεθήσεται κατὰ σὲ οὐκέτι φιλάνθρωπος ὤν. Ὁρᾷς εἰς οἷα ῥήματα ὑμᾶς ὁ διάβολος ἄγει; Τί δέ; Οἱ τὰ ὄρη κατειληφότες μοναχοὶ, καὶ μυρίαν ἄσκησιν ἐπιδειξάμενοι, ἀστεφάνωτοι ἀπελεύσονται; Εἰ γὰρ οἱ πονηροὶ οὐ κολάζονται, οὐδὲ ἔστιν οὐδενὸς ἀντίδοσις, ἐρεῖ τις ἕτερος ἴσως, ὅτι οὐδὲ οἱ ἀγαθοὶ στεφανοῦνται. Οὐχὶ, φησί· τοῦτο γὰρ Θεῷ πρέπον, βασιλείαν εἶναι μόνον, καὶ μὴ γέενναν. Οὐκοῦν ὁ πόρνος καὶ ὁ μοιχὸς καὶ ὁ μυρία κακὰ ἐργασάμενος, τῶν αὐτῶν ἀπολαύσεται τῷ σωφροσύνην καὶ ἁγιωσύνην ἐπιδειξαμένῳ· καὶ Παῦλος μετὰ Νέρωνος στήσεται, μᾶλλον δὲ καὶ ὁ διάβολος μετὰ Παύλου. Εἰ γὰρ μὴ ἔστι γέεννα, ἀνάστασις δὲ πάντων ἐστὶ, καὶ οἱ πονηροὶ τῶν αὐτῶν ἀγαθῶν τεύξονται τοῖς δικαίοις. Καὶ τίς ἂν τοῦτο εἴποι καὶ τῶν σφόδρα ἐξεστηκότων ἀνθρώπων; μᾶλλον δὲ τίς ἂν τοῦτο εἴποι δαιμόνων; Καὶ γὰρ καὶ ἐκεῖνοι γέενναν ὁμολογοῦσιν εἶναι· διὸ καὶ ἐβόων λέγοντες, Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Πῶς οὖν οὐ δέδοικας καὶ φρίττεις, καὶ τῶν δαιμόνων ὁμολογούντων, αὐτὸς ἀρνούμενος; πῶς δὲ οὐ συνορᾷς τὸν διδάσκαλον τῶν πονηρῶν τούτων δογμάτων; Ὁ γὰρ τὸν ἐξ ἀρχῆς ἀπατήσας ἄνθρωπον, καὶ προτάσει μειζόνων ἐλπίδων καὶ τῶν ἐν χερσὶν ἐκβαλὼν ἀγαθῶν, οὗτός ἐστιν ὁ καὶ νῦν ταῦτα ὑποβάλλων λέγειν τε καὶ νοεῖν· καὶ διὰ τοῦτο πείθει τινὰς ὑποπτεύειν μὴ εἶναι γέενναν, ἵνα ἐμβάλῃ εἰς γέενναν· ὥσπερ οὖν ὁ Θεὸς ἀπεναντίας ἀπειλεῖ γέενναν, καὶ ἡτοίμασε γέενναν, ἵνα μαθὼν οὕτω βιώσῃς ὡς μὴ ἐμπεσεῖν εἰς γέενναν. Καίτοι εἰ γεέννης οὔσης ὁ διάβολός σε ταῦτα ἀναπείθει, πῶς ἂν μὴ οὖσαν ὡμολόγησαν οἱ δαίμονες, οἷς περισπούδαστόν ἐστι μηδὲν τοιοῦτον ὑποπτεύειν ἡμᾶς, ἵνα τῇ ἀδείᾳ γενόμενοι ῥᾳθυμότεροι, μετ' αὐτῶν εἰς τὸ πῦρ ἐκεῖνο ἐμπέσωμεν; Πῶς οὖν, φησὶ, τότε ὡμολόγουν; Τὴν ἀνάγκην οὐ φέροντες τὴν ἐπικειμένην αὐτοῖς. Ἅπερ οὖν ἐννοοῦντες ἅπαντα, παυέσθωσαν καὶ ἑαυτοὺς καὶ ἑτέρους ἀπατῶντες οἱ ταῦτα λέγοντες· ἐπεὶ καὶ τῶν ῥημάτων τούτων δώσουσι δίκην, τὰ φοβερὰ διασύροντες ἐκεῖνα, καὶ πολλοὺς τῶν ὄντως σπουδάζειν βουλομένων ἐκλύοντες, καὶ οὐδὲ τοὺς βαρβάρους Νινευίτας μιμούμενοι. Ἐκεῖνοι μὲν γὰρ καίτοι πάντων ὄντες ἄπειροι, ἀκούσαντες ὅτι ἡ πόλις καταστραφήσεται, οὐ μόνον οὐκ ἠπίστησαν, ἀλλὰ καὶ ἐστέναξαν καὶ σάκκον περιεβάλοντο καὶ συνεχύθησαν, καὶ οὐ πρότερον ἀπέστησαν πάντα ποιοῦντες, ἕως ἂν ἔλυσαν τὴν ὀργήν· σὺ δὲ ὁ τοσαύτην λαβὼν πεῖραν πραγμάτων, διὰ ῥημάτων ἐξουθενεῖς τὰ εἰρημένα; Οὐκοῦν ἔσται τὰ ἐναντία. Ὥσπερ γὰρ ἐκεῖνοι φοβηθέντες τὰ ῥήματα, οὐχ ὑπέμειναν τὴν ἀπὸ τῶν πραγμάτων τιμωρίαν· οὕτω καὶ σὺ τῆς ἀπὸ τῶν ῥημάτων καταφρονῶν ἀπειλῆς, τὴν ἀπὸ πραγμάτων ὑποστήσῃ κόλασιν. Καὶ εἰ νῦν μῦθός σοι δοκεῖ εἶναι τὰ ῥήματα, ἀλλ' οὐχ ὅταν σε τὰ πράγματα πείθῃ τότε. Οὐχ ὁρᾷς καὶ ἐνταῦθα τί πεποίηκε; πῶς δύο λῃστὰς λαβὼν οὐ τῶν αὐτῶν ἠξίωσεν, ἀλλὰ τὸν μὲν εἰς βασιλείαν εἰσήγαγε, τὸν δὲ εἰς γέενναν ἀπέπεμψε; Καὶ τί λέγω λῃστὴν καὶ ἀνδροφόνον; Οὐδὲ γὰρ τοῦ ἀποστόλου ἐφείσατο, ἐπειδὴ προδότης ἐγένετο, ἀλλὰ καὶ ἐπὶ βρόχον ὁρῶν ὁρμῶντα αὐτὸν, καὶ ἀγχόμενον καὶ μέσον ῥηγνύμενον (καὶ γὰρ Ἐλάκησε μέσος, καὶ τὰ σπλάγχνα αὐτοῦ ἐξεχύθη πάντα)· ἀλλ' ὅμως ἅπαντα ταῦτα προειδὼς, εἴασε πάντα αὐτὸν ταῦτα παθεῖν, ἀπὸ τῶν παρόντων σε καὶ περὶ τῶν ἐκεῖ πιστούμενος πάντων. Μὴ τοίνυν φενακίζετε ἑαυτοὺς τῷ διαβόλῳ πειθόμενοι· ἐκείνου γὰρ ταῦτα τὰ νοήματα. Εἰ γὰρ καὶ δικασταὶ καὶ δεσπόται καὶ διδάσκαλοι καὶ βάρβαροι τοὺς μὲν ἀγαθοὺς τιμῶσι, τοὺς δὲ πονηροὺς κολάζουσι· πῶς ἂν ἔχοι λόγον παρὰ τῷ Θεῷ τἀναντία γίνεσθαι, καὶ τῶν αὐτῶν ἀξιοῦσθαι τόν τε ἀγαθὸν καὶ τὸν οὐ τοιοῦτον; Πότε δὲ καὶ ἀπαλλαγὴ ἔσται τῆς κακίας; Οἵ τε γὰρ νῦν προσδοκῶντες κόλασιν, καὶ μεταξὺ τοσούτων ὄντες φόβων τῶν ἀπὸ τῶν δικαστῶν, τῶν ἀπὸ τῶν νόμων, καὶ οὐκ ἀφιστάμενοι τῆς πονηρίας· ὅταν ἀπελθόντες ἐκεῖ καὶ τὸν φόβον τοῦτον ἀπόθωνται, καὶ μὴ μόνον εἰς γέενναν οὐκ ἐμπέσωσιν, ἀλλὰ καὶ βασιλείας ἐπιτύχωσι, πότε πονηρευόμενοι στήσονται; Τοῦτο οὖν φιλανθρωπίας, εἰπέ μοι, τὸ τὴν πονηρίαν ἐπιτρίβειν, τὸ τῇ κακίᾳ ἆθλον τιθέναι, τὸ τῶν αὐτῶν ἀξιοῦν τὸν σώφρονα καὶ τὸν ἀκόλαστον, τὸν πιστὸν καὶ τὸν ἀσεβῆ, τὸν Παῦλον καὶ τὸν διάβολον; Ἀλλὰ μέχρι τίνος καὶ ἡμεῖς ληροῦμεν; Διὸ παρακαλῶ, τῆς μανίας ἀπαλλαγέντες ταύτης, καὶ ὑμῶν αὐτῶν γενόμενοι, πείσατε τὴν ψυχὴν δεδοικέναι καὶ τρέμειν, ἵνα καὶ τῆς μελλούσης ἀπαλλαγῇ γεέννης, καὶ σωφρόνως τὸν ἐνταῦθα ζήσασα βίον, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχῃ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
