# In epistulam ad Romanos (homiliae 1-32) 6.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν ὁ Θεὸς αὐτοὺς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/6.1-2

Εἶδες πῶς συνετῶς καὶ τῷ Εὐαγγελίῳ καὶ τῷ Χριστῷ φέρων αὐτοὺς προσέδησε, καὶ ἀπέδειξεν, ὅτι οὐ μέχρι τῶν ἐνταῦθα τὰ ἡμέτερα ἵσταται, ἀλλὰ ὁδεύει περαιτέρω; Ὃ καὶ ἄνω κατεσκεύασεν εἰπὼν, Θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ ἐνταῦθα πάλιν, Κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων. Ἕκαστος τοίνυν εἰς τὸ ἑαυτοῦ συνειδὸς ἐλθὼν, καὶ ἀναλογιζόμενος τὰ πλημμελήματα, ἀπαιτείτω τὰς εὐθύνας ἑαυτὸν ἀκριβῶς, ἵνα τότε μὴ κατακριθῶμεν μετὰ τῆς οἰκουμένης. Φοβερὸν γὰρ ἐκεῖνο τὸ δικαστήριον, φρικτὸν τὸ βῆμα, τρόμου γέμουσιν αἱ εὐθῦναι, πυρὸς ἕλκεται ποταμός· Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; Ἀναμνήσθητι γὰρ τῶν ἐν τῷ Εὐαγγελίῳ λεγομένων, τῶν ἀγγέλων τῶν περιτρεχόντων, τοῦ νυμφῶνος τοῦ ἀποκλειομένου, τῶν λαμπάδων τῶν μὴ σβεννυμένων, τῶν δυνάμεων τῶν εἰς τὰς καμίνους ἑλκουσῶν. Κἀκεῖνο λόγισαι, ὅτι εἴ τινος ἡμῶν πρᾶγμα κρυπτὸν εἰς μέσον ἐνήχθη τήμερον ἐπὶ τῆς ἐκκλησίας μόνης, πῶς ἂν ἀπολέσθαι καὶ τὴν γῆν αὐτῷ διαστῆναι ηὔξατο μᾶλλον, ἢ τοσούτους μάρτυρας τῆς κακίας σχεῖν. Τί οὖν τότε πεισόμεθα, ὅταν ἐπὶ τῆς οἰκουμένης εἰς μέσον ἅπαντα φέρηται ἐν τοιούτῳ θεάτρῳ λαμπρῷ καὶ περιφανεῖ, καὶ τῶν γνωρίμων καὶ τῶν ἀγνώστων ἡμῖν ἅπαντα κατοπτευόντων; Ἀλλ' οἴμοι πόθεν ἀναγκάζομαι φοβεῖν ὑμᾶς; ἀπὸ τῆς τῶν ἀνθρώπων ὑπολήψεως, δέον ἀπὸ τοῦ φόβου τοῦ Θεοῦ, καὶ τῆς ἑαυτοῦ καταγνώσεως τοῦτο ποιεῖν; Τίνες γὰρ ἐσόμεθα, εἰπέ μοι, τότε, ὅταν δεθέντες, τῶν ὀδόντων βρυχόντων, εἰς τὸ ἐξώτερον ἀγώμεθα σκότος; μᾶλλον δὲ τί ποιήσομεν, ὃ πάντων ἐστὶ φοβερώτερον, ὅταν τῷ Θεῷ προσκρούσωμεν; Εἰ γάρ τις αἴσθησιν ἔχει καὶ νοῦν, ἤδη καὶ τὴν γέενναν ὑπέμεινεν, ὅταν ἐξ ὄψεως γένηται τοῦ Θεοῦ· ἀλλ' ἐπειδὴ τοῦτο οὐκ ὀδυνᾷ, διὰ τοῦτο ἠπείλει πῦρ. Καὶ γὰρ ἐχρῆν, οὐχ ὅταν κολαζώμεθα, ἀλγεῖν, ἀλλ' ὅταν ἁμαρτάνωμεν. Ἄκουσον γοῦν τοῦ Παύλου θρηνοῦντος καὶ ἀποδυρομένου ὑπὲρ ἁμαρτημάτων, ὧν οὐκ ἔμελλε δώσειν δίκην. Οὐ γάρ εἰμι ἱκανὸς, φησὶ, καλεῖσθαι ἀπόστολος, ὅτι ἐδίωξα τὴν Ἐκκλησίαν. Ἄκουσον γοῦν καὶ τοῦ Δαυῒδ τῆς μὲν κολάσεως ἀπηλλαγμένου, ἐπειδὴ δὲ ἐνόμισε τῷ Θεῷ προσκεκρουκέναι, τὴν τιμωρίαν καθ' ἑαυτοῦ καλοῦντος καὶ λέγοντος· Γενέσθω ἡ χείρ σου ἐν ἐμοὶ, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Τὸ γὰρ προσκροῦσαι τῷ Θεῷ, τοῦ κολασθῆναι χαλεπώτερον. Νῦν δὲ οὕτως ἀθλίως διακείμεθα, ὡς εἰ μὴ γεέννης φόβος ἦν, μηδὲ ἂν ἑλέσθαι ταχέως ποιῆσαί τι καλόν. Διόπερ εἰ καὶ μηδενὸς ἕνεκεν ἑτέρου, τούτου γε ἕνεκεν γεέννης ἂν ἦμεν ἄξιοι, τὴν γέενναν μᾶλλον τοῦ Χριστοῦ φοβούμενοι. Ἀλλ' οὐχ ὁ μακάριος Παῦλος οὕτως, ἀλλ' ἀντιστρόφως. Ἐπειδὴ δὲ ἡμεῖς ἑτέρως, διὰ τοῦτο τῇ γεέννῃ καταδικαζόμεθα· ὡς εἴ γε τὸν Χριστὸν ἐφιλοῦμεν, ὡς φιλεῖν ἐχρῆν, ἔγνωμεν ἂν, ὅτι γεέννης χαλεπώτερον τὸ προσκροῦσαι τῷ φιλουμένῳ· ἐπειδὴ δὲ οὐ φιλοῦμεν, οὐκ ἴσμεν τῆς κολάσεως ταύτης τὸ μέγεθος. Καὶ τοῦτό ἐστιν, ὃ μάλιστα ὀδύρομαι καὶ θρηνῶ. Καίτοι τί οὐκ ἐποίησεν ὁ Θεὸς, ὥστε φιληθῆναι παρ' ἡμῶν; τί δὲ οὐκ ἐμηχανήσατο; τί δὲ παρέλιπεν; Ὑβρίσαμεν αὐτὸν μηδὲν ἠδικηκότα, ἀλλὰ καὶ εὐεργετήσαντα μυρία καὶ ἀπόῤῥητα ἀγαθὰ, ἀπεστράφημεν καλοῦντα καὶ πανταχόθεν ἐφελκόμενον, καὶ οὐδὲ οὕτως ἡμᾶς ἐκόλασεν, ἀλλὰ προσέδραμεν αὐτὸς, καὶ κατέσχε φεύγοντας, καὶ ἀπετιναξάμεθα καὶ πρὸς τὸν διάβολον ἀπεπηδήσαμεν· καὶ οὐδὲ οὕτως ἀπέστη, ἀλλ' ἔπεμψε μυρίους παρακαλοῦντας πάλιν, προφήτας, ἀγγέλους, πατριάρχας· ἡμεῖς δὲ οὐ μόνον οὐκ ἐδεξάμεθα τὴν πρεσβείαν, ἀλλὰ καὶ ὑβρίσαμεν τοὺς ἐλθόντας. Ὁ δὲ οὐδὲ ἐπὶ τούτοις ἡμᾶς διέπτυσεν, ἀλλ' ὥσπερ οἱ σφοδροὶ τῶν ἐραστῶν τῶν καταφρονουμένων, περιῄει πᾶσιν ἐντυγχάνων, τῷ οὐρανῷ, τῇ γῇ, τῷ Ἱερεμίᾳ, τῷ Μιχαίᾳ, οὐχ ἵνα βαρήσῃ, ἀλλ' ἵνα ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπολογήσηται, καὶ μετὰ τῶν προφητῶν καὶ αὐτὸς προσῄει τοῖς ἀποστρεφομένοις αὐτὸν, εὐθύνας ἕτοιμος ὢν παρασχεῖν, καὶ εἰς τὸν λόγον ἀξιῶν καθεῖναι, καὶ πρὸς ἅπαντα κεκωφωμένους εἰς τὴν πρὸς αὐτὸν διάλεξιν ἕλκων. Λαὸς γάρ μου, φησὶ, τί ἐποίησά σοι; ἢ τί ἐλύπησά σε; ἀποκρίθητί μοι. Μετὰ ταῦτα ἅπαντα ἀπεκτείναμεν τοὺς προφήτας, ἐλιθάσαμεν, μυρία ἕτερα εἰργασάμεθα κακά. Τί οὖν ἀντὶ τούτων; Οὐκέτι προφήτας, οὐκέτι ἀγγέλους, οὐκέτι πατριάρχας, ἀλλ' αὐτὸν ἔπεμψε τὸν Υἱόν. Ἀνῃρέθη καὶ ὁ Υἱὸς ἐλθὼν, καὶ οὐδὲ οὕτως ἔσβεσε τὸν ἔρωτα, ἀλλ' ἀνῆψε μειζόνως, καὶ ἐπιμένει παρακαλῶν καὶ μετὰ τὸ τὸν Υἱὸν ἀναιρεθῆναι τὸν αὐτοῦ, καὶ δεόμενος, καὶ πάντα ποιῶν ὑπὲρ τοῦ πρὸς αὐτὸν ἐπιστρέψαι. Καὶ βοᾷ Παῦλος λέγων· Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν· καταλλάγητε τῷ Θεῷ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
