Ancient Greek · ~36 min
Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 6.1-7
Not analysed yet
Ἡ γὰρ τῶν χρημάτων τυραννὶς οὐ κατὰ τῶν ζώντων μόνον, ἀλλὰ καὶ κατὰ τῶν ἀποθανόντων τὰς τοιαύτας ὥπλισε δεξιάς· καὶ οὐδὲ τῷ θανάτῳ πρὸς αὐτοὺς σπένδονται, ἀλλὰ θήκας ἀναῤῥηγνύντες, καὶ κατὰ νεκρῶν σωμάτων τὰς μιαρὰς ἐκτείνουσι χεῖρας, οὐδὲ τὸν ἀπαλλαγέντα τῆς ζωῆς τῆς ἑαυτῶν ἀφιέντες ἀπηλλάχθαι ἐπιβουλῆς. Καὶ ὅσα ἂν εὕρῃς κακὰ, κἂν ἐν οἰκίᾳ, κἂν ἐν ἀγορᾷ, κἂν ἐν δικαστηρίοις, κἂν ἐν βουλευτηρίοις, κἂν ἐν βασιλείοις, κἂν ὁπουδήποτε, ἐντεῦθεν πάντα ὄψει βλαστάνοντα. Τοῦτο γάρ ἐστι, τοῦτο τὸ κακὸν ὃ πάντα αἱμάτων καὶ φόνων ἐνέπλησε, τοῦτο τὴν φλόγα τῆς γεέννης ἀνῆψε, τοῦτο τῆς ἐρημίας τὰς πόλεις οὐδὲν ἄμεινον διακεῖσθαι ἐποίησεν, ἀλλὰ καὶ πολλῷ χεῖρον. Τοὺς μὲν γὰρ ταῖς ὁδοῖς ἐφεδρεύοντας καὶ φυλάσσεσθαι ῥᾴδιον, ἅτε οὐ διὰ παντὸς ἐπιτιθεμένους· οἱ δὲ ἐν μέσαις ταῖς πόλεσιν ἐκείνους μιμούμενοι, τοσούτῳ χείρους ἐκείνων, ὅσῳ καὶ δυσφύλακτοι μᾶλλον αὐτῶν, καὶ μετὰ παῤῥησίας ταῦτα τολμῶσιν, ἃ μετὰ τοῦ λανθάνειν ἐκεῖνοι. Τοὺς γὰρ ἐπ' ἀναιρέσει τῆς πονηρίας αὐτῶν κειμένους νόμους, τούτους καὶ εἰς συμμαχίαν ἕλκοντες, τῶν τοιούτων φόνων καὶ μιασμάτων τὰς πόλεις ἐνέπλησαν. Ἢ οὐ φόνος, εἰπέ μοι, καὶ φόνου χεῖρον, τὸ λιμῷ παραδοῦναι πένητα καὶ εἰς δεσμωτήριον ἐμβαλεῖν, καὶ μετὰ τοῦ λιμοῦ καὶ βασάνοις ἐκδοῦναι καὶ μυρίοις αἰκισμοῖς; Κἂν γὰρ αὐτὸς ταῦτα μὴ ποιῇς, παρέχῃς δὲ τὴν αἰτίαν τοῦ γίνεσθαι, τῶν διακονουμένων μᾶλλον αὐτὰ ἐργάζῃ. Ὁ μὲν γὰρ ἀνδροφόνος ὁμοῦ τὸ ξίφος ἐνέπηξε, καὶ μικρὸν λυπήσας χρόνον οὐκέτι περαιτέρω προάγει τὴν βάσανον· σὺ δὲ ταῖς συκοφαντίαις, ταῖς ἐπηρείαις, ταῖς ἐπιβουλαῖς τὸ φῶς ἐργαζόμενος αὐτῷ σκότος, καὶ ἐν ἐπιθυμίᾳ καθιστὰς τοῦ μυριάκις ἀποθανεῖν, ἐννόησον ὅσους ἐργάζῃ ἀνθ' ἑνὸς θανάτους. Καὶ τὸ δὴ πάντων χαλεπώτερον, ὅτι ἁρπάζεις καὶ πλεονεκτεῖς, οὐχ ὑπὸ πενίας ὠθούμενος οὐδὲ λιμοῦ σε καταναγκάζοντος, ἀλλ' ἵνα ὁ τοῦ ἵππου χαλινὸς ἀλείφηται πολλῷ τῷ χρυσῷ, καὶ ὁ τῆς οἰκίας ὄροφος, καὶ αἱ τῶν κιόνων κεφαλαί. Καὶ πόσης οὐκ ἂν εἴη ταῦτα γεέννης ἄξια, ὅταν τὸν ἀδελφὸν, καὶ τῶν ἀποῤῥήτων σοι κοινωνήσαντα ἀγαθῶν, καὶ οὕτω παρὰ τοῦ Δεσπότου σου τιμηθέντα, ἵνα λίθους καλλωπίσῃς καὶ ἔδαφος καὶ σώματα ἀλόγων ζώων οὐδὲ αἰσθανομένων τοῦ κόσμου τούτου, εἰς μυρίας ἐμβάλλῃς συμφοράς; Καὶ ὁ μὲν κύων ἐν ἐπιμελείᾳ πολλῇ, ὁ δὲ ἄνθρωπος, μᾶλλον δὲ ὁ Χριστὸς, διὰ τὸν κύνα καὶ πάντα τὰ εἰρημένα εἰς ἔσχατον κατακλείεται λιμόν. Τί ταύτης τῆς συγχύσεως χεῖρον; τί τῆς παρανομίας ταύτης χαλεπώτερον; πόσοι ποταμοὶ πυρὸς ἀρκέσουσι τῇ τοιαύτῃ ψυχῇ; Ὁ μὲν κατ' εἰκόνα τοῦ Θεοῦ γεγενημένος ἕστηκεν ἀσχημονῶν διὰ τὴν σὴν ἀπανθρωπίαν· αἱ δὲ ὄψεις τῶν ἡμιόνων τῶν τὴν γυναῖκα φερουσῶν τὴν σὴν πολλῷ καταλάμπονται χρυσίῳ, καὶ τὰ δέρματα καὶ τὰ ξύλα τὰ τὴν στέγην ἐκείνην ὑφαίνοντα· κἂν θρόνον κατασκευάσαι δέῃ, κἂν ὑποπόδιον, πάντα ὑπὸ χρυσοῦ καὶ ἀργύρου κατασκευάζονται· τὸ δὲ τοῦ Χριστοῦ μέλος, καὶ δι' ὃν ἐξ οὐρανοῦ παραγέγονε, καὶ τὸ τίμιον αἷμα ἐξέχεεν, οὐδὲ τῆς ἀναγκαίας ἀπολαύει τροφῆς διὰ τὴν πλεονεξίαν τὴν σήν. Ἀλλ' αἱ μὲν κλῖναι ἀργύρῳ πάντοθέν εἰσι περιβεβλημέναι, τὰ δὲ σώματα τῶν ἁγίων καὶ τῆς ἀναγκαίας ἀπεστέρηται σκέπης· καὶ πάντων σοι γέγονεν ἀτιμότερος ὁ Χριστὸς, καὶ οἰκετῶν καὶ ἡμιόνων καὶ κλίνης καὶ θρόνου καὶ ὑποποδίου. Τὰ γὰρ ἔτι τούτων ἀτιμότερα σκεύη παρίημι καταλιμπάνων ὑμῖν εἰδέναι. Εἰ δὲ φρίττεις ταῦτα ἀκούων, ἀπόστηθι πράσσων, καὶ οὐδέν σε βλάψει τὰ εἰρημένα· ἀπόστηθι, καὶ στῆθι τῆς μανίας ταύτης· καὶ γὰρ μανία σαφὴς ἡ περὶ ταῦτα σπουδή. Διὸ ταῦτα ἀφέντες ἀναβλέψωμεν ὀψὲ γοῦν ποτε εἰς τὸν οὐρανὸν, ἀναμνησθῶμεν τῆς μελλούσης ἡμέρας, ἐννοήσωμεν τὸ φοβερὸν δικαστήριον καὶ τὰς ἠκριβωμένας εὐθύνας καὶ τὴν ἀδέκαστον ψῆφον· λογισώμεθα, ὅτι ταῦτα πάντα ὁρῶν ὁ Θεὸς, οὐ κεραυνοὺς ἄνωθεν πέμπει· καίτοι γε οὐ σκηπτῶν ἄξια τὰ γινόμενα μόνον. Ἀλλ' οὔτε τοῦτο ποιεῖ, οὔτε τὴν θάλασσαν ἡμῖν ἐπαφίησιν, οὐ τὴν γῆν ῥήγνυσι μέσην, οὐ τὸν ἥλιον σβέννυσιν, οὐ τὸν οὐρανὸν ῥίπτει μετὰ τῶν ἀστέρων, οὐ πάντα ἁπλῶς ἐκ μέσου ποιεῖ, ἀλλ' ἀφίησιν ἐν τάξει εἶναι καὶ διακονεῖσθαι ἡμῖν τὴν κτίσιν ἅπασαν. Ταῦτ' οὖν λογισάμενοι, τῆς φιλανθρωπίας τὸ μέγεθος φρίξωμεν, καὶ πρὸς τὴν οἰκείαν εὐγένειαν ἐπανέλθωμεν· ὡς νῦν γε τῶν ἀλόγων οὐδὲν ἄμεινον διακείμεθα, ἀλλὰ πολλῷ χεῖρον. Ἐκεῖνα μὲν γὰρ ἀγαπᾷ τὰ συγγενῆ, καὶ ἀρκεῖται τῇ κοινωνίᾳ τῆς φύσεως εἰς τὴν πρὸς ἄλληλα φιλοστοργίαν. Σὺ δὲ μετὰ τῆς φύσεως μυρίας ἔχων ὑποθέσεις συναγούσας σε καὶ σφιγγούσας πρὸς τὰ οἰκεῖα μέλη, τὸ τετιμῆσθαι λόγῳ, τὸ μετέχειν εὐσεβείας, τὸ κοινωνῆσαι μυρίων ἀγαθῶν, ἐκείνων ἀγριώτερος γέγονας, εἰς μὲν τὰ ἀνότητα πολλὴν τὴν σπουδὴν ἐνδεικνύμενος, τοὺς δὲ ναοὺς τοῦ Θεοῦ καὶ λιμῷ καὶ γυμνότητι παρορῶν ἀπολλυμένους, πολλάκις δὲ καὶ μυρίοις περιβάλλων κακοῖς. Εἰ γὰρ δόξης ἐρῶν ταῦτα ποιεῖς, πολλῷ μᾶλλον τὸν ἀδελφὸν τοῦ ἵππου θεραπεύειν δεῖ. Ὅσῳ γὰρ βελτίων ὁ τῆς εὐεργεσίας ἀπολαύων, τοσούτῳ καὶ λαμπρότερός σοι πλέκεται τῆς τοιαύτης σπουδῆς ὁ στέφανος· ὡς νῦν γε τοῖς ἐναντίοις περιπίπτων, καὶ μυρίους ἐπισπώμενος κατὰ σεαυτοῦ κατηγόρους, οὐκ αἰσθάνῃ. Τίς γάρ σε οὐκ ἐρεῖ κακῶς; τίς γάρ σε οὐ γράψεται τῆς ἐσχάτης ὠμότητος καὶ μισανθρωπίας, ὁρῶν τὸ μὲν τῶν ἀνθρώπων ἀτιμάζοντα γένος, τὸ δὲ τῶν ἀλόγων πρὸ τῶν ἀνθρώπων ποιούμενον, καὶ μετὰ τῶν ἀλόγων τὴν οἰκίαν καὶ τὰ ἔπιπλα; Οὐκ ἤκουσας τῶν ἀποστόλων λεγόντων, ὅτι οἱ πρῶτοι τὸν λόγον δεξάμενοι καὶ οἰκίας καὶ χωρία ἐπώλουν, ἵνα τοὺς ἀδελφοὺς τρέφωσι; Σὺ δὲ καὶ οἰκίας καὶ χωρία ἁρπάζεις, ἵνα ἵππον κοσμήσῃς καὶ ξύλα καὶ δέρματα, καὶ τοίχους καὶ ἔδαφος. Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες ταύτην μαίνονται τὴν μανίαν, καὶ τοὺς ἄνδρας εἰς τὴν τοιαύτην ἀλείφουσι ματαιοπονίαν, πανταχοῦ μᾶλλον ἢ ἐν τοῖς ἀναγκαίοις δαπανᾷν ἀναγκάζουσαι· κἂν ἐγκαλέσῃ τις ὑπὲρ τούτων, μεμελετήκασιν ἀπολογίαν πολλῆς κατηγορίας γέμουσαν. Καὶ γὰρ ταῦτα κἀκεῖνα γίνεται, φησί. Τί φής; οὐ δέδοικας τοιαῦτα φθεγγόμενος, καὶ μετὰ τῶν ἵππων καὶ τῶν ἡμιόνων, καὶ τῶν κλινῶν καὶ τῶν ὑποποδίων τὸν Χριστὸν πεινῶντα ἀριθμῶν; μᾶλλον δὲ οὐδὲ μετὰ τούτων, ἀλλὰ τὸ μὲν πλέον μέρος τούτοις, ἐκείνῳ δὲ μόλις ὀλίγον ἀπονέμων μέρος. Οὐκ οἶσθα, ὅτι πάντα αὐτοῦ, καὶ σὺ, καὶ τὰ σά; οὐκ οἶσθα, ὅτι καὶ σῶμα αὐτὸς διέπλασε, καὶ ψυχὴν ἐχαρίσατο, καὶ τὸν κόσμον ἀπένειμεν ἅπαντα; Σὺ δὲ οὐδὲ μικρὰν τούτῳ ἀντιδίδως ἀμοιβήν· ἀλλ' ἂν μὲν οἰκίσκον μικρὸν ἐκμισθώσῃς, μετὰ πολλῆς τῆς ἀκριβείας τὸν μισθὸν ἀπαιτεῖς, τὴν δὲ κτίσιν αὐτοῦ πᾶσαν καρπούμενος, καὶ κόσμον τοσοῦτον οἰκῶν, οὐδὲ ὀλίγον ἀνέχῃ μισθὸν καταβαλεῖν, ἀλλὰ τῇ κενοδοξίᾳ καὶ σαυτὸν καὶ τὰ σαυτοῦ πάντα ἐξέδωκας· καὶ γὰρ ἐκεῖθεν ἅπαντα ταῦτα ἤρτηνται. Οὐδὲ γὰρ ἵππος βελτίων ἂν γένοιτο πρὸς τὴν ἀρετὴν αὐτοῦ, τὸν κόσμον περιθέμενος τοῦτον, οὔτε ὁ καθήμενος ἐπ' αὐτοῦ ἄνθρωπος, ἀλλ' ἔστιν ὅτε καὶ ἀτιμότερος. Πολλοὶ γὰρ ἀφέντες τὸν ὀχούμενον, πρὸς τὸν κόσμον τοῦ ἵππου τρέπουσι τοὺς ὀφθαλμοὺς, καὶ τοὺς ἑπομένους οἰκέτας καὶ τοὺς προηγουμένους καὶ τοὺς σοβοῦντας· τὸν δὲ ὑπὸ τούτων δορυφορούμενον καὶ μισοῦσι, καὶ ἀποστρέφονται ὡς κοινὸν ἐχθρόν. Ἀλλ' οὐχ ὅταν τὴν ψυχὴν κοσμῇς, τοῦτο συμβαίνει, ἀλλὰ καὶ ἄνθρωποι καὶ ἄγγελοι καὶ ὁ τῶν ἀγγέλων Δεσπότης, πάντες σοι τὸν στέφανον πλέκουσιν. Ὥστε, εἰ δόξης ἐρᾷς, ἀπόστηθι τούτων ὧν νῦν ποιεῖς, καὶ μὴ τὴν οἰκίαν, ἀλλὰ τὴν ψυχὴν καλλώπιζε, ἵνα γένῃ λαμπρὸς καὶ περιφανής· ὡς νῦν γε οὐδέν σου γένοιτ' ἂν εὐτελέστερον ἐρήμην ἔχοντος τὴν ψυχὴν, καὶ τὸ τῆς οἰκίας προβαλλομένου κάλλος. Εἰ δὲ οὐκ ἀνέχῃ τῶν παρ' ἐμοῦ λεγομένων, ἄκουσον τί τῶν ἔξωθέν τις ἐποίησε, καὶ αἰσχύνθητι τὴν γοῦν ἐκείνων φιλοσοφίαν. Λέγεται γάρ τις ἐκείνων εἰς οἰκίαν λαμπρὰν εἰσελθὼν, πολλῷ μὲν καταλαμπομένην χρυσίῳ, πολλῷ δὲ ἀπαστράπτουσαν τῷ τῶν μαρμάρων καὶ τῶν κιόνων κάλλει, ἐπειδὴ καὶ τὸ ἔδαφος εἶδε πανταχοῦ τάπητας ἔχον ἐστορεσμένους, εἰς τὴν ὄψιν ἐμπτύσαι τοῦ τῆς οἰκίας δεσπότου· εἶτα ἐγκαλούμενος εἰπεῖν, διὰ τὸ μηδαμοῦ τῆς οἰκίας ἑτέρωθι τοῦτο ἐξεῖναι ποιῆσαι, εἰς τὴν ὄψιν ἀναγκασθῆναι ὑβρίσαι τὴν ἐκείνου. Ὁρᾷς πῶς καταγέλαστος ὁ τὰ ἔξωθεν καλλωπίζων ἐστὶ, καὶ παρὰ πᾶσιν εὐκαταφρόνητος τοῖς νοῦν ἔχουσι; Καὶ μάλα εἰκότως. Οὐδὲ γὰρ εἰ τὴν σύνοικόν τις ἀφεὶς τὴν σὴν ῥάκια περικεῖσθαι, καὶ ἠμελημένην εἶναι, τὰς θεραπαινίδας λαμπρᾷ περιέβαλε στολῇ, πράως ἂν ἤνεγκας, ἀλλὰ παρωξύνθης, καὶ ὕβριν ἂν τὸ πρᾶγμα ἔφησας εἶναι τὴν ἐσχάτην. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς ψυχῆς λογίζου. Ὅταν γὰρ τοὺς μὲν τοίχους καὶ τὸ ἔδαφος καὶ τὰ ἔπιπλα καὶ τὰ ἄλλα πάντα καλλωπίζῃς, ἐλεημοσύνην δὲ μὴ παρέχῃς δαψιλῆ, μηδὲ τὴν ἄλλην ἀσκῇς φιλοσοφίαν, οὐδὲν ἕτερον ἢ τοῦτο ποιεῖς, μᾶλλον δὲ τὸ πολλῷ χαλεπώτερον. Τῆς μὲν γὰρ δούλης καὶ τῆς δεσποίνης οὐδὲν τὸ μέσον, τῆς δὲ ψυχῆς καὶ τῆς σαρκὸς πολὺ τὸ διάφορον· εἰ δὲ τῆς σαρκὸς, πολλῷ μᾶλλον τῆς ψυχῆς καὶ τῆς οἰκίας, καὶ τῆς ψυχῆς καὶ τῆς κλίνης καὶ τοῦ ὑποποδίου. Ποίας οὖν ἄξιος ἀπολογίας ἂν εἴης, ταῦτα μὲν ἅπαντα ἀργυρίῳ πολλῷ περιβάλλων, ἐκείνην δὲ περιορῶν ῥακοδυτοῦσαν, αὐχμῶσαν, πεινῶσαν, τραυμάτων γέμουσαν, ὑπὸ μυρίων σπαραττομένην κυνῶν, καὶ μετὰ ταῦτα ἅπαντα καὶ δοξάζεσθαι ἀπὸ τοῦ καλλωπισμοῦ τῶν ἔξωθεν περικειμένων νομίζων; ὃ δὴ μάλιστα τῆς ἐσχάτης παραπληξίας ἐστὶ, τὸ γελώμενον καὶ ὀνειδιζόμενον, καὶ ἀσχημονοῦντα καὶ ἀτιμαζόμενον, καὶ εἰς ἐσχάτην ἐμπίπτοντα· κόλασιν, ἔτι καὶ ἐγκαλλωπίζεσθαι τούτοις. Διὸ παρακαλῶ, ταῦτα πάντα ἐννοήσαντες ἀνανήψωμεν ὀψὲ γοῦν ποτε, καὶ ἡμῶν αὐτῶν γενώμεθα, καὶ τὸν κόσμον τοῦτον ἀπὸ τῶν ἔξωθεν εἰς τὴν ψυχὴν μετενέγκωμεν. Οὕτω γὰρ καὶ αὐτὸς ἄσυλος μένει, καὶ ἡμᾶς τοῖς ἀγγέλοις ἴσους ἐργάζεται, καὶ τὰ ἀκίνητα προξενήσει καλά· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.