# In epistulam ad Romanos (homiliae 1-32) 6.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Πρῶτον μὲν εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ ὑπὲρ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/6.1

Ὢ ψυχῆς γενναίας. πρᾶγμα τοσούτων κινδύνων μεστὸν ἀναδεξάμενος, ἀποδημίαν διαπόντιον, πειρασμοὺς, ἐπιβουλὰς, ἐπαναστάσεις (καὶ γὰρ εἰκὸς πόλει τοσαύτῃ μέλλοντα διαλέγεσθαι, ὑπὸ ἀσεβείας τυραννουμένῃ, νιφάδας πειρασμῶν ὑπομένειν· οὕτω γοῦν καὶ τὸν βίον κατέλυσεν ἐν τῇ πόλει ταύτῃ, παρὰ τοῦ τότε τυραννοῦντος ἀποτμηθείς)· ἀλλ' ὅμως τοσαῦτα προσδοκῶν ὑπομένειν, οὐδενὶ τούτων ὀκνηρότερος ἐγίγνετο, ἀλλὰ κατηπείγετο καὶ ὤδινε καὶ πρόθυμος ἦν. Διό φησιν· Οὕτω τὸ κατ' ἐμὲ πρόθυμον, καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι. Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον. Τί φὴς, ὦ Παῦλε; Δέον εἰπεῖν, ὅτι Καὶ καυχῶμαι, καὶ σεμνύνομαι, καὶ ἐναβρύνομαι, τοῦτο μὲν οὐ λέγεις, τὸ δὲ ἔλαττον τούτου, ὅτι οὐκ ἐπαισχύνῃ· ὅπερ οὐκ ἐπὶ τῶν σφόδρα λαμπρῶν λέγειν εἰώθαμεν. Τί οὖν ἐστιν ὅ φησι; καὶ τίνος ἕνεκεν οὕτω φθέγγεται, καίτοι γε ἀγαλλόμενος ἐπ' αὐτῷ μᾶλλον ἢ ἐπὶ τῷ οὐρανῷ; Γαλάταις γοῦν ἐπιστέλλων ἔλεγεν· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τίνος οὖν ἕνεκεν ἐνταῦθα οὐ λέγει, ὅτι Καὶ καυχῶμαι, ἀλλ' ὅτι Οὐκ ἐπαισχύνομαι; Σφόδρα πρὸς τὰ τοῦ κόσμου πράγματα ἦσαν ἐπτοημένοι οἱ Ῥωμαῖοι διὰ τὸν πλοῦτον, διὰ τὴν ἀρχὴν, διὰ τὰς νίκας καὶ τοὺς αὐτῶν βασιλεῖς· ἰσοθέους γὰρ ἡγοῦντο τούτους. Οὕτω γοῦν αὐτοὺς καὶ ἐκάλουν. Διὰ δὴ τοῦτο καὶ ναοῖς αὐτοὺς ἐθεράπευον καὶ βωμοῖς καὶ θυσίαις. Ἐπεὶ οὖν οὕτως ἦσαν πεφυσιωμένοι, ὁ δὲ Παῦλος ἔμελλε κηρύττειν τὸν Ἰησοῦν τὸν νομιζόμενον τοῦ τέκτονος υἱὸν, τὸν ἐν Ἰουδαίᾳ τραφέντα καὶ ἐν οἰκίᾳ γυναικὸς εὐτελοῦς, οὐ δορυφόρους ἐσχηκότα, οὐ χρήματα περιβαλ[λ]όμενον, ἀλλὰ καὶ ὡς κατάδικον ἀποθανόντα μετὰ λῃστῶν, καὶ ἕτερα πολλὰ ἄδοξα ὑπομείναντα, καὶ εἰκὸς ἦν αὐτοὺς ἐγκαλύπτεσθαι, οὐδὲν τῶν ἀποῤῥήτων καὶ μεγάλων εἰδότας οὐδέπω· διὰ τοῦτό φησιν, Οὐκ ἐπαισχύνομαι, ἐκείνους διδάσκων τέως μὴ ἐπαισχύνεσθαι· ᾔδει γὰρ ὅτι, ἂν τοῦτο κατορθώσωσι, ταχέως προϊόντες καὶ ἐπὶ τὸ καυχᾶσθαι ἥξουσι. Καὶ σὺ τοίνυν ἐὰν ἀκούσῃς τινὸς λέγοντος· Τὸν ἐσταυρωμένον προσκυνεῖς; μὴ ἐπαισχυνθῇς, μηδὲ κάτω βλέψῃς, ἀλλὰ καὶ ἐναβρύνου καὶ καλλωπίζου, καὶ ἐλευθέροις ὀφθαλμοῖς καὶ ὑψηλῷ προσώπῳ κατάδεξαι τὴν ὁμολογίαν. Κἂν εἴπῃ πάλιν· Τὸν ἐσταυρωμένον προσκυνεῖς; εἰπὲ πάλιν πρὸς αὐτόν· Ἀλλ' οὐ τὸν μοιχὸν οὐδὲ τὸν πατραλοίαν οὐδὲ τὸν παιδοκτόνον (τοιοῦτοι γὰρ οἱ παρ' αὐτοῖς θεοὶ πάντες), ἀλλὰ τὸν διὰ σταυροῦ δαίμονας ἐπιστομίσαντα, καὶ τὰς μυρίας αὐτῶν ἀνελόντα μαγγανείας. Καὶ γὰρ ὁ σταυρὸς δι' ἡμᾶς τὸ τῆς ἀφάτου φιλανθρωπίας ἔργον, τὸ τῆς πολλῆς κηδεμονίας σύμβολον. Πρὸς δὲ τοῖς εἰρημένοις, ἐπειδὴ καὶ λόγῳ μέγα κομπάζοντες, καὶ τὴν ἔξωθεν περιβεβλημένοι σοφίαν ἐφυσῶντο, Ἐγὼ, φησὶν, ἐῤῥῶσθαι πολλὰ τούτοις εἰπὼν τοῖς συλλογισμοῖς, σταυρὸν ἔρχομαι κηρύττων, καὶ οὐ διὰ τοῦτο αἰσχύνομαι. Δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν. Ἐπειδὴ γάρ ἐστι καὶ δύναμις Θεοῦ εἰς κόλασιν (καὶ γὰρ ὅτε τοὺς Αἰγυπτίους ἐκόλαζεν, ἔλεγεν· Αὕτη ἐστὶν ἡ δύναμίς μου ἡ μεγάλη), καὶ δύναμις εἰς ἀπώλειαν (Φοβήθητε γὰρ, φησὶ, τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ)· διὰ τοῦτό φησιν· Οὐ ταῦτα ἐλθὼν κομίζω, οὐ τὰ περὶ κολάσεως καὶ τιμωρίας, ἀλλὰ τὰ περὶ σωτηρίας. Τί οὖν; οὐχὶ καὶ ταῦτα κατήγγελλε τὸ Εὐαγγέλιον, τὸν περὶ γεέννης λόγον, τὸν περὶ τοῦ σκότους τοῦ ἐξωτέρου καὶ τοῦ σκώληκος τοῦ ἰοβόλου; Καὶ μὴν οὐδαμόθεν ἄλλοθεν, ἢ ἐκ τοῦ Εὐαγγελίου ταῦτα ἔγνωμεν· πῶς οὖν, φησὶ, Δύναμις Θεοῦ εἰς σωτηρίαν; Ἀλλ' ἄκουε καὶ τῶν ἑξῆς· Παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον, καὶ Ἕλληνι. Οὐ γὰρ ἁπλῶς πᾶσιν, ἀλλὰ τοῖς δεχομένοις. Κἂν γὰρ Ἕλλην ᾖς, κἂν πᾶσαν ἐπελθὼν κακίαν, κἂν Σκύθης, κἂν βάρβαρος, κἂν αὐτοθηρίον, κἂν πάσης ἀλογίας γέμων, καὶ μυρία ἁμαρτημάτων ἐπιφερόμενος φορτία, ἅμα τὸν περὶ σταυροῦ λόγον κατεδέξω καὶ ἐβαπτίσθης, καὶ πάντα ἐκεῖνα ἐξήλειψας. Διὰ τί δέ φησιν ἐνταῦθα, Ἰουδαίῳ τε πρῶτον, καὶ Ἕλληνι; τί βούλεται αὕτη ἡ διαφορά; Καίτοι πολλαχοῦ εἶπεν, ὅτι οὔτε περιτομὴ τί ἐστιν, οὔτε ἀκροβυστία· πῶς οὖν ἐνταῦθα διαιρεῖ, προτιθεὶς τὸν Ἰουδαῖον τοῦ Ἕλληνος; Καὶ τί τοῦτο; οὐδὲ γὰρ, ἐπειδὴ πρῶτός ἐστι, καὶ πλέον λαμβάνει τῆς χάριτος· ἡ γὰρ αὐτὴ δωρεὰ καὶ τούτῳ κἀκείνῳ δίδοται· ἀλλὰ τάξεώς ἐστι τιμὴ μόνον τὸ πρῶτος. Καὶ γὰρ οὐκ ἐν τῷ μείζονα λαβεῖν δικαιοσύνην πλεονεκτεῖ, ἀλλ' ἐν τῷ πρῶτος αὐτὴν λαβεῖν τετίμηται μόνον· ἐπεὶ καὶ ἐπὶ τῶν φωτιζομένων (ἴστε δὲ οἱ μύσται τὸ λεγόμενον) πάντες μὲν ἐπὶ τὸ βάπτισμα τρέχουσιν, οὐ πάντες δὲ ἐν τῇ αὐτῇ ὥρᾳ, ἀλλ' ὁ μὲν πρῶτος, ὁ δὲ δεύτερος· οὐ μὴν ὁ πρῶτος τοῦ δευτέρου πλέον λαμβάνει, οὐδὲ ἐκεῖνος τοῦ μετ' αὐτὸν, ἀλλὰ τῶν αὐτῶν ἅπαντες ἀπολαύουσι. Τὸ τοίνυν, πρῶτος, ἐνταῦθα ῥήματός ἐστι τιμὴ, οὐ χάριτος πλεονασμός. Εἶτα εἰπὼν, Εἰς σωτηρίαν, πάλιν αὔξει τὴν δωρεὰν, δεικνὺς οὐκ ἄχρι τοῦ παρόντος ἱσταμένην, ἀλλὰ περαιτέρω προϊοῦσαν· τοῦτο γὰρ ἐδήλωσεν εἰπών· Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται· Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται. Ὁ γοῦν γενόμενος δίκαιος, οὐ κατὰ τὸν παρόντα βίον μόνον, ἀλλὰ καὶ κατὰ τὸν μέλλοντα ζήσεται. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἕτερον αἰνίττεται μετὰ τούτου, τὸ λαμπρὸν καὶ περιφανὲς τῆς τοιαύτης ζωῆς. Ἐπειδὴ γὰρ ἔστι καὶ μετὰ αἰσχύνης σωθῆναι (ὥσπερ οὖν πολλοὶ τῶν ἀπὸ φιλανθρωπίας βασιλικῆς ἀπαλλαττομένων κολάσεως σώζονται), ἵνα μὴ ὑποπτεύσῃ τοῦτό τις σωτηρίαν ἀκούσας, προσέθηκε, Καὶ δικαιοσύνην, καὶ δικαιοσύνην οὐ σὴν, ἀλλὰ Θεοῦ, καὶ τὸ δαψιλὲς αὐτῆς καὶ τὸ εὔκολον αἰνιττόμενος. Οὐ γὰρ ἐξ ἱδρώτων καὶ πόνων αὐτὴν κατορθοῖς, ἀλλ' ἀπὸ τῆς ἄνωθεν δωρεᾶς λαμβάνεις, ἓν μόνον εἰσφέρων οἴκοθεν, τὸ πιστεῦσαι. Εἶτα, ἐπειδὴ ἀπίθανος ὁ λόγος εἶναι ἐδόκει, εἰ ὁ μοιχὸς καὶ μαλακὸς, καὶ τυμβωρύχος καὶ γόης ἀθρόον οὐχὶ κολάσεως ἀπαλλάττεται μόνον, ἀλλὰ καὶ δίκαιος γίνεται, καὶ δίκαιος τὴν ἀνωτάτω δικαιοσύνην, ἀπὸ τῆς Παλαιᾶς πιστοῦται τὸν λόγον. Καὶ πρῶτον μὲν βραχεῖ ῥήματι πέλαγος ἱστοριῶν ἀχανὲς τῷ δυναμένῳ βλέπειν ἀναπετάννυσιν. Εἰπὼν γὰρ, Ἐκ πίστεως εἰς πίστιν, παρέπεμψε τὸν ἀκροατὴν ἐπὶ τὰς οἰκονομίας τοῦ Θεοῦ τὰς ἐν τῇ Παλαιᾷ γενομένας, ἃς Ἑβραίοις ἐπιστέλλων μετὰ πολλῆς ἐξηγεῖται τῆς σοφίας, καὶ τοὺς δικαίους καὶ τοὺς ἁμαρτωλοὺς οὕτω δικαιωθέντας δείκνυσι καὶ τότε· διὸ καὶ τῆς Ῥαὰβ καὶ τοῦ Ἀβραὰμ ἐμνημόνευσεν. Ἔπειτα δὲ ἐνταῦθα αἰνιξάμενος αὐτὸ μόνον (καὶ γὰρ ἐφ' ἕτερον ἔτρεχε θεώρημα, καὶ κατεπεῖγον), ἀπὸ τῶν προφητῶν πάλιν πιστοῦται τὸν λόγον, τὸν Ἀμβακοὺμ εἰς μέσον παράγων βοῶντα καὶ λέγοντα, ὅτι οὐδὲ ἔνι ἄλλως ζῇν τὸν μέλλοντα ζήσεσθαι, ἀλλ' ἢ διὰ πίστεως. Ὁ γὰρ δίκαιος, φησὶν, ἐκ πίστεως ζήσεται, περὶ τῆς μελλούσης λέγων ζωῆς. Ἐπειδὴ γὰρ ἅπερ ὁ Θεὸς χαρίζεται, πάντα ὑπερβαίνει λογισμὸν, εἰκότως πίστεως ἡμῖν δεῖ. Ὁ δὲ κατοιόμενος καὶ καταφρονητὴς ἀνὴρ καὶ ἀλαζὼν οὐθὲν οὐ μὴ περανεῖ. Ἀκουέτωσαν οἱ αἱρετικοὶ τῆς πνευματικῆς φωνῆς. Τοιαύτη γὰρ ἡ τῶν λογισμῶν φύσις· λαβυρίνθῳ τινὶ καὶ γρίφοις ἔοικεν, οὐδὲν οὐδαμοῦ τέλος ἔχουσα, οὐδὲ ἀφιεῖσα τὸν λογισμὸν ἑστάναι ἐπὶ τῆς πέτρας, καὶ τὴν ἀρχὴν ἐξ ἀλαζονείας λαμβάνουσα. Αἰσχυνόμενοι γὰρ ἐπὶ τῷ παραδέχεσθαι πίστιν καὶ δοκεῖν ἀγνοεῖν τὰ οὐράνια. εἰς κονιορτὸν ἑαυτοὺς μυρίων λογισμῶν ἐμβάλλουσιν. Εἶτα, ἄθλιε καὶ ταλαίπωρε καὶ μυρίων ἄξιε δακρύων, ἂν μέν τίς σε ἔρηται, πῶς ὁ οὐρανὸς γέγονεν, καὶ πῶς ἡ γῆ· τί λέγω τὸν οὐρανὸν καὶ τὴν γῆν; πῶς αὐτὸς ἐτέχθης, πῶς ἐτράφης καὶ ηὐξήθης, οὐκ αἰσχύνῃ τὴν ἄγνοιαν; ἐὰν δὲ περὶ τοῦ Μονογενοῦς γίνηταί τις λόγος, δι' αἰσχύνην εἰς βάραθρον ἑαυτὸν ἐμβάλλεις ἀπωλείας, ἀνάξιον σεαυτῷ νομίζων τὸ μὴ πάντα εἰδέναι; Καὶ μὴν ἀνάξιον ἡ φιλονεικία, καὶ τὸ πολυπραγμονεῖν ἀκαίρως. Καὶ τί λέγω περὶ δογμάτων; Αὐτῆς γὰρ τῆς κατὰ τὸν παρόντα βίον πονηρίας οὐδαμόθεν ἀπηλλάγημεν ἄλλοθεν, ἀλλ' ἢ διὰ τῆς πίστεως. Οὕτω καὶ οἱ πρὸ τούτου ἔλαμψαν ἅπαντες, οὕτως ὁ Ἀβραὰμ, οὕτως ὁ Ἰσαὰκ, οὕτως ὁ Ἰακώβ· οὕτω καὶ ἡ πόρνη ἐσώθη, καὶ ἡ ἐν τῇ Παλαιᾷ, καὶ ἡ ἐν τῇ Καινῇ. Πίστει γὰρ, φησὶ, Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους. Οὐδὲ πρὸς ἑαυτὴν εἶπε· Καὶ πῶς δυνήσονται οὗτοι αἰχμάλωτοι καὶ φυγάδες ὄντες καὶ μετανάσται, καὶ νομάδων βίον ζῶντες, ἡμῶν τῶν πόλιν ἐχόντων καὶ τείχη καὶ πύργους περιγενέσθαι; ὡς εἰ πρὸς ἑαυτὴν ταῦτα εἶπε, καὶ ἑαυτὴν καὶ ἐκείνους ἂν προσαπώλεσεν· ὅπερ οὖν καὶ οἱ πρόγονοι τῶν τότε σωθέντων ἔπαθον. Ἐκεῖνοι γὰρ ἐπειδὴ ἄνδρας ἰδόντες μεγάλους καὶ εὐμήκεις, τὸν τρόπον τῆς νίκης ἐζήτουν, ἀπώλοντο χωρὶς πολέμου καὶ παρατάξεως ἅπαντες. Εἶδες πόσον τῆς ἀπιστίας τὸ βάραθρον, καὶ πόσον τῆς πίστεως τὸ τεῖχος; Ἡ μὲν γὰρ ἀπείρους κατήνεγκε χιλιάδας· αὕτη δὲ πόρνην γυναῖκα οὐ μόνον διέσωσεν, ἀλλὰ καὶ δήμου τοσούτου πρόστασιν ἐποίησε. Ταῦτ' οὖν εἰδότες, καὶ τὰ τούτων πλείονα, μηδέποτε τὸν Θεὸν εὐθύνας τῶν γινομένων ἀπαιτῶμεν, ἀλλ' ὅπερ ἂν ἐπιτάξῃ, δεχώμεθα· καὶ μὴ περιεργαζώμεθα μηδὲ πολυπραγμονῶμεν, κἂν ἀνθρωπίνοις λογισμοῖς ἄτοπον εἶναι δοκῇ τὸ κελευόμενον. Τί γὰρ, εἰπέ μοι, τοῦ σφάξαι μονογενῆ παῖδα καὶ γνήσιον, αὐτὸν τὸν γεγεννηκότα, ἀτοπώτερον εἶναι δοκεῖ; Ἀλλ' ὅμως ὁ δίκαιος κελευσθεὶς, οὐ περιειργάσατο τοῦτο, ἀλλ' ἀπὸ τῆς ἀξίας τοῦ κελεύσαντος ἐδέξατο τὸ ἐπίταγμα μόνον, καὶ ὑπήκουσε. Καὶ ἕτερος δὲ προφήτην παρὰ τοῦ Θεοῦ κελευσθεὶς ῥαπίσαι, ἐπειδὴ τὸ δοκοῦν ἄτοπον εἶναι τοῦ πράγματος περιειργάσατο, καὶ οὐχ ἁπλῶς ὑπήκουσε, δίκην ἔδωκε τὴν ἐσχάτην· ὁ δὲ πλήξας εὐδοκίμησε. Καὶ ὁ Σαοὺλ δὲ σώσας ἀνθρώπους παρὰ τὸ τῷ Θεῷ δοκοῦν, τῆς βασιλείας ἐξέπεσε, καὶ τὰ ἀνήκεστα ἔπαθε. Καὶ ἕτερα πλείονα τούτων ἄν τις εὕροι παραδείγματα, δι' ὧν ἁπάντων παιδευόμεθα μηδέποτε τῶν ἐπιταγμάτων τοῦ Θεοῦ λόγον ἀπαιτεῖν, ἀλλ' εἴκειν καὶ πείθεσθαι μόνον. Εἰ δὲ, ἅπερ ἂν ἐπιτάξῃ, περιεργάζεσθαι ἐπισφαλὲς, καὶ ἐσχάτη κόλασις κεῖται τοῖς πολυπραγμονοῦσι· οἱ τὰ πολλῷ τούτων ἀποῤῥητότερα καὶ φρικωδέστερα περιεργαζόμενοι, τουτέστι πῶς ἐγέννησε τὸν Υἱὸν, καὶ τίνι τρόπῳ, καὶ τίς ἡ οὐσία, τίνα ἕξουσιν ἀπολογίαν ποτέ; Ταῦτ' οὖν εἰδότες, τὴν πάντων τῶν ἀγαθῶν μητέρα πίστιν μετὰ πάσης ὑποδεχώμεθα τῆς εὐνοίας, ἵνα ὥσπερ ἐν γαληνῷ πλέοντες λιμένι τά τε ὀρθὰ διατηρῶμεν δόγματα, καὶ τὸν βίον ἡμῶν μετὰ ἀσφαλείας κατευθύνοντες, τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ καὶ προσκύνησις σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
