# In epistulam ad Romanos (homiliae 1-32) 7.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη τῆς σαρκὸς ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/7.1-3

Καὶ τοῦτο καὶ οἱ ἔξωθεν ἴσασι νομοθέται, καὶ πᾶσα ἡ τῶν ἀνθρώπων φύσις. Τὰ γὰρ ἐκ ῥᾳθυμίας γινόμενα κακὰ ἀναστέλλουσι μόνον, οὐ τὰ τῇ φύσει συγκεκληρωμένα ἐπαγγέλλονται ἐκκόπτειν· οὐδὲ γὰρ δυνατόν. Τὰ γὰρ τῆς φύσεως ἀκίνητα μένει, ὃ πολλάκις πρὸς ὑμᾶς καὶ ἐν ἑτέραις εἴρηκα διαλέξεσι. Διόπερ τοὺς ἀγῶνας τούτους ἀφέντες, τὸν ἠθικὸν πάλιν γυμνάσωμεν λόγον· μᾶλλον δὲ καὶ τοῦτο τὸ μέρος τῶν ἀγώνων ἐκείνων ἐστίν. Ἂν γὰρ κακίαν ἐκβάλ[λ]ωμεν, καὶ ἀρετὴν εἰσαγάγωμεν· καὶ διὰ τούτων σαφῶς διδάξομεν, ὅτι οὐ φύσει πονηρὸν ἡ κακία, καὶ τοὺς ζητοῦντας πόθεν τὰ κακὰ, οὐκ ἀπὸ λόγων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν πραγμάτων δυνησόμεθα ῥᾳδίως ἐπιστομίσαι, τῆς μὲν αὐτῆς κοινωνοῦντες αὐτοῖς φύσεως, ἀπηλλαγμένοι δὲ τῆς πονηρίας αὐτῶν. Μὴ γὰρ τοῦτο δὴ ἴδωμεν, ὅτι ἐπίπονον ἡ ἀρετὴ, ἀλλ' ὅτι κατορθωθῆναι δυνατόν· ἐὰν δὲ σπουδάζωμεν, καὶ κοῦφον ἡμῖν ἔσται καὶ εὔκολον. Εἰ δὲ τὴν ἡδονήν μοι λέγεις τῆς κακίας, λέγε καὶ τὸ τέλος αὐτῆς· εἰς γὰρ θάνατον αὕτη καταστρέφει, καθάπερ ἡ ἀρετὴ εἰς ζωὴν ἡμᾶς χειραγωγεῖ. Μᾶλλον δὲ, εἰ δοκεῖ, καὶ πρὸ τοῦ τέλους ἑκάτερον αὐτῶν ἐξετάσωμεν· ὀψόμεθα γὰρ τὴν μὲν κακίαν πολλὴν ἔχουσαν τὴν ὀδύνην, τὴν δὲ ἀρετὴν τὴν ἡδονήν. Τί γὰρ ἀλγεινότερον, εἰπέ μοι, συνειδότος πονηροῦ; τί δὲ ἥδιον ἐλπίδος χρηστῆς; Οὐδὲν γὰρ οὕτως, οὐδὲν κόπτειν ἡμᾶς εἴωθεν καὶ πιέζειν, ὡς προσδοκία πονηρά· οὐδὲν οὕτως ἀνέχει, καὶ μικροῦ πέτεσθαι ποιεῖ, ὡς συνειδὸς ἀγαθόν. Καὶ τοῦτο ἀπὸ τῶν παρ' ἡμῖν γινομένων ἔστι καταμαθεῖν. Τῶν γὰρ διὰ τοῦ στενωποῦ χωρούντων ἐπαιτῶν, καὶ μηδὲν ἑαυτοῖς συνειδότων πονηρὸν, οἱ τὸ δεσμωτήριον οἰκοῦντες καὶ καταδίκην ἀναμένοντες, κἂν μυρίας τροφῆς ἀπολαύσωσιν, ἀλγεινότερον ζῶσιν· ἡ γὰρ προσδοκία τῶν δεινῶν οὐκ ἀφίησι τῶν ἐν χερσὶν ἡδέων αἰσθάνεσθαι. Καὶ τί λέγω τοὺς δεσμώτας; Τῶν γὰρ ἔξω διατριβόντων καὶ πλουτούντων πονηρά τε συνειδότων ἑαυτοῖς, ἄμεινόν εἰσι πολλῷ διακείμενοι οἱ κάμνοντες χειροτέχναι, καὶ δι' ὅλης ἡμέρας πόνοις συζῶντες. Καὶ τοὺς μονομάχους δὲ διὰ τοῦτο ταλανίζομεν· καίτοι γε ἐν καπηλείοις ὁρῶντες μεθύοντας, τρυφῶντας, γαστριζομένους, καὶ πάντων ἀθλιωτέρους εἶναί φαμεν, ὅτι πολλῷ μείζων τῆς ἡδονῆς ἐκείνης ἡ τῆς προσδοκωμένης τελευτῆς συμφορά. Εἰ δὲ ἐκείνοις ἡδὺς οὗτος ὁ βίος εἶναι δοκεῖ, ἀναμνήσθητε τοῦ λόγου, οὗ συνεχῶς λέγω πρὸς ὑμᾶς, ὅτι οὐδὲν θαυμαστὸν μὴ φυγεῖν κακίας πικρίαν καὶ λύπην ἐν κακίᾳ ζῶντα. Ἰδοὺ γὰρ πρᾶγμα οὕτως ἐπάρατον ἐπέραστον τοῖς μετιοῦσιν εἶναι δοκεῖ. Ἀλλ' οὐ διὰ τοῦτο αὐτοὺς μακαρίζομεν, ἀλλὰ καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο ταλανίζομεν, ὅτι οὐδὲ οἷ τῶν κακῶν εἰσιν, ἴσασι. Τί δὲ ἂν εἴποις περὶ τῶν μοιχῶν, οἳ διὰ μικρὰν ἡδονὴν καὶ δουλείαν ἀπρεπῆ καὶ χρημάτων δαπάνην καὶ φόβον διηνεκῆ, καὶ βίον ἁπλῶς τὸν τοῦ Κάϊν ὑπομένουσι, μᾶλλον δὲ καὶ ἐκείνου πολλῷ χαλεπώτερον, καὶ τὰ παρόντα δεδοικότος καὶ τὰ μέλλοντα τρέμοντες, καὶ φίλους καὶ ἐχθροὺς ὑποπτεύοντες, καὶ τοὺς εἰδότας καὶ τοὺς μηδὲν εἰδότας; Καὶ οὐδὲ ἡνίκα ἂν καθεύδωσι, ταύτης ἀπαλλάττονται τῆς ἀγωνίας, τοῦ πονηροῦ συνειδότος ὀνείρατα πολλῶν γέμοντα φόβων ἀναπλάττοντος αὐτοῖς, καὶ ἐκδειματοῦντος οὕτως. Ἀλλ' οὐχὶ ὁ σώφρων τοιοῦτος, ἀλλ' ἐν ἀνέσει καὶ ἐλευθερίᾳ πολλῇ τὸν παρόντα διάγει βίον. Ἀντίστησον τοίνυν τῇ μικρᾷ ἡδονῇ τὰ πολλὰ κύματα τῶν φόβων τούτων, καὶ τῷ βραχεῖ πόνῳ τῆς ἐγκρατείας τὴν γαλήνην τῆς διηνεκοῦς ζωῆς, καὶ ὄψει ταύτην ἐκείνης οὖσαν ἡδίω. Ὁ δὲ ἁρπάζειν βουλόμενος, εἰπέ μοι, καὶ τοῖς ἀλλοτρίοις ἐπιτίθεσθαι χρήμασιν, οὐχὶ μυρίους ὑπομένει πόνους, περιτρέχων, κολακεύων δούλους, ἐλευθέρους, θυρωροὺς, φοβῶν, ἀπειλῶν, ἀναισχυντῶν, ἀγρυπνῶν, τρέμων, ἀγωνιῶν, ὑφορώμενος ἅπαντα; Ἀλλ' οὐχ ὁ χρημάτων καταφρονῶν τοιοῦτος, ἀλλὰ καὶ οὗτος πάλιν πολλῆς ἀπολαύει τῆς ἡδονῆς, ἐν ἀδείᾳ ζῶν καὶ μετὰ ἀσφαλείας ἁπάσης. Καὶ τὰ ἄλλα δὲ εἴ τις ἐπέλθοι τῆς κακίας μέρη, πολὺν τὸν θόρυβον ὄψεται, πολλοὺς τοὺς σκοπέλους. Καὶ τὸ δὴ μεῖζον, ὅτι ἐπὶ μὲν τῆς ἀρετῆς πρῶτα μὲν τὰ ἐπίπονα, μετὰ δὲ ταῦτα τὰ ἡδέα· ὥστε καὶ ταύτῃ τὸν πόνον κουφίζεσθαι· ἐπὶ δὲ τῆς κακίας ἀντιστρόφως· μετὰ τὴν ἡδονὴν αἱ ὀδύναι καὶ αἱ κολάσεις· ὥστε καὶ ἐντεῦθεν τὴν ἡδονὴν ἀφανίζεσθαι. Ὥσπερ γὰρ ὁ στεφάνους ἀναμένων, οὐδενὸς αἰσθάνεται τῶν παρόντων φορτικῶν· οὕτως ὁ μετὰ τὴν ἡδονὴν κολάσεις προσδοκῶν, οὐ δύναται καρποῦσθαι καθαρὰν εὐφροσύνην, τοῦ φόβου πάντα διαταράττοντος. Μᾶλλον δὲ, εἴ τις ἀκριβῶς ἐξετάσειε, καὶ πρὸ τῆς κολάσεως τῆς ἐπὶ τούτοις κειμένης πολλὴν καὶ ἐν αὐτῷ τῷ τολμᾶσθαι τὴν κακίαν ὀδύνην εὕροι τις ἂν γινομένην.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
