Ancient Greek
Οἴδαμεν γὰρ, ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 7.1-4
Not analysed yet
Ἐπειδὴ γὰρ οὐκ ἀνάγκη φύσεως τὸ δῶρον ἐνέθηκεν, ἀλλ' ἐλευθερία προαιρέσεως ἐνεχείρισεν, ἐν σοὶ λοιπόν ἐστι καὶ τοῦτο γενέσθαι κἀκεῖνο. Τὰ γὰρ παρ' αὐτοῦ πάντα ἀπήρτισται· οὐδὲ γὰρ ἀντιστρατεύεται τῷ νόμῳ τοῦ νοὸς ἡμῶν ἡ ἁμαρτία, οὐδὲ αἰχμαλωτίζει, καθάπερ ἔμπροσθεν, ἀλλὰ πάντα ἐκεῖνα πέπαυται καὶ καταλύεται, καὶ κατέπτηχε τὰ πάθη δεδοικότα καὶ τρέμοντα τὴν τοῦ Πνεύματος χάριν. Εἰ δὲ σὺ τὸ φῶς σβεννύεις, τὸν ἡνίοχον ἐκβάλλεις, καὶ τὸν κυβερνήτην ἐλαύνεις, σαυτῷ λογίζου λοιπὸν τὸ κλυδώνιον. Ὅτι γὰρ νῦν εὐκολωτέρα ἡ ἀρετὴ γέγονε, διὸ καὶ πολλὴ ἡ ἐπίτασις τῆς φιλοσοφίας, κατάμαθε πῶς μὲν, ἡνίκα ὁ νόμος ἐκράτει, τὰ τῶν ἀνθρώπων διέκειτο πράγματα, πῶς δὲ νῦν, ἐπειδὴ ἡ χάρις ἔλαμψεν. Ἃ γὰρ μηδενὶ πρότερον ἐδόκει εἶναι δυνατὰ, παρθενία, καὶ θανάτου ὑπεροψία, καὶ τῶν ἄλλων τῶν πλειόνων παθῶν, ταῦτα πανταχοῦ τῆς οἰκουμένης κατώρθωται νῦν. Καὶ οὐ παρ' ἡμῖν μόνον, ἀλλὰ καὶ παρὰ Σκύθαις καὶ Θρᾳξὶ καὶ Ἰνδοῖς καὶ Πέρσαις, καὶ ἑτέροις δὲ βαρβάροις πλείοσι, καὶ παρθένων χοροὶ καὶ μαρτύρων δῆμοι καὶ μοναχῶν συμμορίαι, καὶ πλείους οὗτοι λοιπὸν τῶν γεγαμηκότων εἰσὶ, καὶ νηστείας ἐπίτασις καὶ ἀκτημοσύνης ὑπερβολή· ἅπερ, πλὴν ἑνὸς ἢ δυεῖν, οὐ φαντασθῆναι ὄναρ οἱ κατὰ τὸν νόμον ἠδυνήθησαν πολιτευόμενοι. Ὁρῶν τοίνυν σάλπιγγος λαμπρότερον βοῶσαν τὴν τῶν πραγμάτων ἀλήθειαν, μὴ καταμαλακίζου, μηδὲ προδίδου τὴν τοσαύτην χάριν. Οὐδὲ γὰρ δυνατὸν, οὐδὲ μετὰ τὴν πίστιν, ῥᾳθυμοῦντα σωθῆναι. Εὔκολα γὰρ τὰ παλαίσματα, ἵνα νικήσῃς ἀγωνιζόμενος, οὐχ ἵνα καθεύδῃς, οὐδ' ἵνα τῷ μεγέθει τῆς χάριτος πρὸς ῥᾳθυμίας ὑπόθεσιν ἀποχρήσῃ, τῷ βορβόρῳ πάλιν ἐγκαλινδούμενος τῷ προτέρῳ. Διὸ καὶ ἐπάγει λέγων· Οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται. Τί οὖν; κατακόψομεν τὸ σῶμα, φησὶν, ἵνα ἀρέσωμεν τῷ Θεῷ, καὶ ἐξέλθωμεν ἀπὸ τῆς σαρκὸς, καὶ ἀνδροφόνους ἡμᾶς εἶναι κελεύεις, ἐπ' ἀρετὴν ἄγων; Ὁρᾷς πόσα ἄτοπα τίκτεται, ἐὰν ἁπλῶς τὰ λεγόμενα ἐκδεξώμεθα; Σάρκα καὶ ἐνταῦθα οὐ τὸ σῶμά φησιν, οὐδὲ τὴν οὐσίαν τοῦ σώματος, ἀλλὰ τὸν σαρκικὸν βίον καὶ κοσμικὸν, καὶ τρυφῆς καὶ ἀσωτίας γέμοντα, τὸν ὅλον σάρκα ποιοῦντα τὸν ἄνθρωπον. Ὥσπερ γὰρ οἱ τῷ πνεύματι πτερούμενοι, καὶ τὸ σῶμα πνευματικὸν ἐργάζονται· οὕτως οἱ τούτου μὲν ἀποπηδῶντες, γαστρὶ δὲ καὶ ἡδονῇ δουλεύοντες, καὶ τὴν ψυχὴν σάρκα ποιοῦσιν, οὐ τὴν οὐσίαν αὐτῆς μεταβάλλοντες, ἀλλὰ τὴν εὐγένειαν αὐτῆς ἀπολλύντες. Καὶ οὗτος τῆς λέξεως ὁ τρόπος καὶ ἐν τῇ Παλαιᾷ πολλαχοῦ κεῖται, σάρκα σημαίνων τὸν παχὺν καὶ πηλώδη βίον, καὶ ἡδοναῖς ἐμπεπλεγμένον ἀτόποις. Καὶ γὰρ τῷ Νῶέ φησιν· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Καίτοι καὶ αὐτὸς ὁ Νῶε σάρκα περιέκειτο· ἀλλ' οὐκ ἦν τοῦτο ἔγκλημα τὸ περικεῖσθαι σάρκα· τοῦτο γὰρ τῆς φύσεως· ἀλλὰ τὸ σαρκικὸν ἀνῃρῆσθαι βίον. Διὰ τοῦτο καὶ ὁ Παῦλός φησιν· Οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται· καὶ ἐπήγαγεν, Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν πνεύματι, οὐχ ἁπλῶς σάρκα λέγων πάλιν, ἀλλὰ τὴν τοιαύτην σάρκα, τὴν συρομένην ὑπὸ τῶν παθῶν, τὴν τυραννουμένην. Καὶ τίνος ἕνεκεν, φησὶν, οὐχ οὕτως εἶπεν, οὐδὲ τὴν διαφορὰν τέθεικεν; Ἐπαίρων τὸν ἀκροατὴν, καὶ δεικνὺς ὅτι οὐδὲ ἐν σώματι ἔσται ὁ ὀρθῶς βιῶν. Ἐπειδὴ γὰρ τὸ ἐν ἁμαρτίᾳ μὴ εἶναι τὸν πνευματικὸν, παντί που δῆλον ἦν, οὗτος τὸ μεῖζον τίθησιν, ὅτι οὐ μόνον ἐν ἁμαρτίᾳ, ἀλλ' ὅτι οὐδὲ ἐν σαρκὶ λοιπόν ἐστιν ὁ πνευματικὸς ἄνθρωπος, ἄγγελος ἐντεῦθεν ἤδη γενόμενος, καὶ πρὸς τὸν οὐρανὸν ἀναβὰς, καὶ λοιπὸν τὸ σῶμα ἁπλῶς περιφέρων. Εἰ δὲ διὰ τοῦτο τὴν σάρκα διαβάλλεις, ἐπειδὴ τῷ ὀνόματι αὐτῆς τὸν σαρκικὸν καλεῖ βίον· καὶ τὸν κόσμον οὕτω διαβαλεῖς, ἐπειδὴ καὶ ἐντεῦθεν ἡ πονηρία καλεῖται πολλάκις, καθάπερ καὶ τοῖς μαθηταῖς ἔλεγεν ὁ Χριστός· Ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου· καὶ τοῖς ἀδελφοῖς τοῖς ἑαυτοῦ ἔλεγε πάλιν· Οὐ δύναται ὁ κόσμος ὑμᾶς μισεῖν, ἐμὲ δὲ μισεῖ. Καὶ τὴν ψυχὴν δὲ ἀλλοτρίαν εἶναι φήσεται τοῦ Θεοῦ, ἐπειδὴ τοὺς ἐν πλάνῃ ζῶντας ψυχικοὺς ἐκάλεσεν. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. Οὐ γὰρ ἁπλῶς ταῖς λέξεσιν, ἀλλὰ τῇ γνώμῃ τοῦ λέγοντος ἀναγκαῖον πανταχοῦ προσέχειν, καὶ τὴν ἀκριβῆ τῶν εἰρημένων εἰδέναι διαίρεσιν. Τὰ μὲν γάρ ἐστιν ἀγαθὰ, τὰ δὲ κακὰ, τὰ δὲ μέσα, οἷον ψυχὴ καὶ σὰρξ τῶν μέσων ἐστὶ, καὶ τοῦτο κἀκεῖνο γενέσθαι δυναμένη· τὸ δὲ πνεῦμα, τῶν ἀγαθῶν ἀεὶ, καὶ οὐδέποτε ἕτερόν τι γινόμενον. Πάλιν τὸ φρόνημα τῆς σαρκὸς, τουτέστιν, ἡ πονηρὰ πρᾶξις, τῶν ἀεὶ κακῶν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται. Ἂν τοίνυν τῷ βελτίονι δῷς τὴν ψυχὴν καὶ τὸ σῶμα, ἐγένου τῆς ἐκείνου μερίδος· ἂν τῷ χείρονι πάλιν, τῆς ἐνταῦθα ἀπωλείας κατέστης κοινωνὸς, οὐ παρὰ τὴν φύσιν τῆς ψυχῆς καὶ τῆς σαρκὸς, ἀλλὰ παρὰ τὴν γνώμην τὴν κυρίαν ἀμφότερα ταῦτα ἑλέσθαι. Καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καὶ οὐ σαρκὸς διαβολὴ τὰ εἰρημένα, πάλιν αὐτὴν μεταχειρίσαντες τὴν λέξιν, ἐξετάσωμεν ἀκριβέστερον. Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν πνεύματι, φησί.