# In epistulam ad Romanos (homiliae 1-32) 8.1-4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Οἴδαμεν γὰρ, ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/8.1-4

Τί οὖν; οὐκ ἦσαν ἐν σαρκὶ, ἀλλ' ἀσώματοι περιῄεσαν; καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Ὁρᾷς, ὅτι τὸν σαρκικὸν βίον ᾐνίξατο; Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν ἁμαρτίᾳ; Ἵνα μάθῃς, ὅτι οὐ τὴν τυραννίδα τῆς ἁμαρτίας ἔσβεσε μόνον ὁ Χριστὸς, ἀλλὰ καὶ τὴν σάρκα κουφοτέραν καὶ πνευματικωτέραν ἐποίησεν, οὐ τῷ τὴν φύσιν μεταβαλεῖν, ἀλλὰ τῷ πτερῶσαι μᾶλλον αὐτήν. Καθάπερ γὰρ πυρὸς ὁμιλοῦντος σιδήρῳ, καὶ ὁ σίδηρος γίνεται πῦρ ἐν τῇ οἰκείᾳ μένων φύσει· οὕτω καὶ τῶν πιστῶν καὶ πνεῦμα ἐχόντων ἡ σὰρξ λοιπὸν πρὸς ἐκείνην μεθίσταται τὴν ἐνέργειαν, ὅλη πνευματικὴ γινομένη, σταυρουμένη πάντοθεν, καὶ τῇ ψυχῇ συναναπτερουμένη· οἷον ἦν καὶ τὸ σῶμα τοῦ ταῦτα λέγοντος. Διὸ τρυφῆς μὲν ἁπάσης καὶ ἡδονῆς κατεγέλα, ἐνετρύφα δὲ λιμῷ καὶ μάστιξι καὶ δεσμωτηρίοις, καὶ οὐδὲ ἤλγει ταῦτα πάσχων. Καὶ τοῦτο δηλῶν ἔλεγε· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν· οὕτως ἦν καλῶς καὶ τὴν σάρκα παιδεύσας συντρέχειν τῷ πνεύματι. Εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Τὸ, Εἴπερ, τοῦτο πολλαχοῦ οὐκ ἀμφιβάλλων τίθησιν, ἀλλὰ καὶ σφόδρα πιστεύων, καὶ ἀντὶ τοῦ Ἐπείπερ, ὡς ὅταν λέγῃ· Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν· πάλιν, Τοσαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει. Οὐκ εἶπεν, Εἰ δὲ ὑμεῖς οὐκ ἔχετε, ἀλλ' ἐπ' ἄλλων προήγαγε τὸ λυπηρόν. Οὗτος οὐκ ἔστιν αὐτοῦ, φησίν. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν. Πάλιν τὸν Χριστὸν ἐπ' αὐτῶν. Καὶ τὸ μὲν λυπηρὸν, βραχὺ καὶ μέσον· τὸ δὲ ποθεινὸν, ἑκατέρωθεν καὶ διὰ πολλῶν, ὥστε ἐκεῖνο συσκιάσαι. Τοῦτο δὲ ἔλεγεν, οὐ τὸ Πνεῦμα Χριστὸν λέγων, ἄπαγε, ἀλλὰ δεικνὺς ὅτι ὁ τὸ Πνεῦμα ἔχων, οὐ μόνον τοῦ Χριστοῦ χρηματίζει, ἀλλὰ καὶ αὐτὸν ἔχει τὸν Χριστόν. Οὐ γὰρ ἔστι Πνεύματος παρόντος, μὴ καὶ Χριστὸν παρεῖναι. Ὅπου γὰρ ἂν μία τῆς Τριάδος ὑπόστασις παρῇ, πᾶσα πάρεστιν ἡ Τριάς· ἀδιασπάστως γὰρ ἔχει πρὸς ἑαυτὴν, καὶ ἥνωται μετ' ἀκριβείας ἁπάσης. Καὶ τί ἔσται, φησὶν, ἐὰν ᾖ Χριστὸς ἐν ὑμῖν; Τὸ μὲν σῶμα νεκρὸν δι' ἁμαρτίαν· τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. Εἶδες ὅσα κακὰ ἐκ τοῦ μὴ ἔχειν Πνεῦμα ἅγιον, θάνατος, ἔχθρα εἰς Θεὸν, τὸ μὴ δύνασθαι ἀρέσαι τοῖς ἐκείνου νόμοις, τὸ μὴ εἶναι ὡς χρὴ τοῦ Χριστοῦ, τὸ μὴ ἔχειν αὐτὸν ἔνοικον. Σκόπει τοίνυν καὶ ὅσα ἀγαθὰ ἐκ τοῦ Πνεῦμα ἔχειν· τὸ Χριστοῦ εἶναι, τὸ αὐτὸν ἔχειν τὸν Χριστὸν, τὸ τοῖς ἀγγέλοις ἁμιλλᾶσθαι. Τοῦτο γάρ ἐστι νεκρῶσαι τὴν σάρκα, τὸ ζωὴν ἀθάνατον ζῇν, τὸ ἐντεῦθεν ἤδη τῆς ἀναστάσεως ἔχειν τὰ ἐνέχυρα, τὸ μετ' εὐκολίας τὸν τῆς ἀρετῆς τρέχειν δρόμον. Οὐδὲ γὰρ εἶπεν, ἀργεῖν τὸ σῶμα λοιπὸν τὴν ἁμαρτίαν, ἀλλὰ καὶ νεκρὸν εἶναι· ἐπιτείνων τὴν εὐκολίαν τῶν δρόμων. Χωρὶς δὲ πραγμάτων καὶ πόνων ὁ τοιοῦτος στεφανοῦται λοιπόν. Διὰ τοῦτο καὶ, Τῇ ἁμαρτίᾳ, προσέθηκεν, ἵνα μάθῃς, ὅτι τὴν πονηρίαν, ἀλλ' οὐ τὴν φύσιν τοῦ σώματος καθάπαξ ἀνεῖλεν. Εἰ γὰρ τοῦτο γένοιτο, πολλὰ καὶ τῶν τὴν ψυχὴν ὠφελῆσαι δυναμένων ἀνῄρηται. Οὐ τοίνυν τοῦτό φησιν, ἀλλὰ ζῶν καὶ μένον, νεκρὸν εἶναι βούλεται. Τοῦτο γὰρ τοῦ τὸν Υἱὸν ἔχειν, τοῦ τὸ Πνεῦμα ἐν ἡμῖν εἶναι σημεῖόν ἐστιν, τὸ μηδὲν τῶν ἐν τῇ σορῷ κειμένων σωμάτων διαφέρειν ἡμῶν τὰ σώματα πρὸς τὴν τοῦ σώματος ἐργασίαν. Ἀλλὰ μὴ φοβηθῇς, νέκρωσιν ἀκούσας· ἔχεις γὰρ τὴν ὄντως ζωὴν, ἣν οὐδεὶς διαδέξεται θάνατος. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος· οὐκ εἴκει θανάτῳ λοιπὸν, ἀλλ' ἀναλίσκει θάνατον καὶ δαπανᾷ, καὶ ὅπερ ἔλαβεν, ἀθάνατον διατηρεῖ. Διόπερ εἰπὼν τὸ σῶμα νεκρὸν, οὐκ εἶπε, τὸ Πνεῦμα ζῶν, ἀλλὰ ζωὴν, ἵνα δείξῃ καὶ ἑτέροις τοῦτο δυνάμενον παρασχεῖν. Εἶτα πάλιν ἐπισφίγγων τὸν ἀκροατὴν, λέγει καὶ τὴν αἰτίαν τῆς ζωῆς καὶ τὴν ἀπόδειξιν· αὕτη δέ ἐστιν ἡ δικαιοσύνη. Ἁμαρτίας γὰρ οὐκ οὔσης, οὐδὲ θάνατος φαίνεται· θανάτου δὲ μὴ φαινομένου, ἀκατάλυτος ζωή. Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας τὸν Κύριον ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τὸ ἐνοικοῦν αὐτοῦ Πνεῦμα ἐν ὑμῖν. Πάλιν τὸν περὶ τῆς ἀναστάσεως κινεῖ λόγον, ἐπειδὴ αὕτη μάλιστα τὸν ἀκροατὴν ἤλειφεν ἡ ἐλπὶς, καὶ βεβαιοῖ αὐτὸν ἀπὸ τῶν ἐπὶ τοῦ Χριστοῦ συμβάντων. Μὴ γὰρ δὴ φοβηθῇς, φησὶν, ὅτι νεκρὸν περίκεισαι σῶμα· ἔχε τὸ Πνεῦμα, καὶ ἀναστήσεται πάντως. Τί οὖν; τὰ μὴ ἔχοντα Πνεῦμα σώματα οὐκ ἀνίσταται; καὶ πῶς ἅπαντας δεῖ παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ; πῶς δὲ ὁ τῆς γεέννης ἀξιόπιστος ἔσται λόγος; Εἰ γὰρ οἱ μὴ ἔχοντες Πνεῦμα οὐκ ἀνίστανται, οὐδὲ γέεννα ἔσται. Τί οὖν ἐστι τὸ λεγόμενον; Πάντες μὲν ἀναστήσονται, οὐ πάντες δὲ εἰς ζωὴν, ἀλλ' οἱ μὲν εἰς κόλασιν, οἱ δὲ εἰς ζωήν. Διὰ τοῦτο οὐκ εἶπεν, Ἀναστήσει, ἀλλὰ, Ζωοποιήσει· ὃ πλέον τῆς ἀναστάσεως ἦν, καὶ τοῖς δικαίοις μόνοις δεδωρημένον. Καὶ τὴν αἰτίαν τῆς τοσαύτης τιμῆς τιθεὶς, προσέθηκε λέγων, Διὰ τὸ ἐνοικοῦν αὐτοῦ Πνεῦμα ἐν ὑμῖν. Ὥστε ἂν ἀπελάσῃς ἐνταῦθα ὢν τοῦ Πνεύματος τὴν χάριν, καὶ μὴ σώαν αὐτὴν ἔχων ἀπέλθῃς, ἀπολῇ πάντως, κἂν ἀναστῇς. Ὥσπερ γὰρ οὐκ ἀνέχεται, τὸ Πνεῦμα αὐτοῦ λάμπον ὁρῶν ἐν σοὶ τότε, κολάσει σε παραδοῦναι, οὕτως οὐ καταδέξεται, ἐσβεσμένον ἰδὼν, εἰς τὸν νυμφῶνα εἰσαγαγεῖν, καθάπερ οὐδὲ τὰς παρθένους ἐκείνας. Μὴ τοίνυν ἀφῇς ζῆσαι τὸ σῶμα νῦν, ἵνα τότε ζήσῃ· ποίησον αὐτὸ ἀποθανεῖν, ἵνα μὴ ἀποθάνῃ. Ἐὰν γὰρ μένῃ ζῶν, οὐ ζήσεται· ἐὰν δὲ ἀποθάνῃ, τότε ζήσεται. Τοῦτο καὶ ἐπὶ τῆς ἀναστάσεως γίνεται τῆς καθόλου· πρότερον γὰρ ἀποθανεῖν αὐτὸ δεῖ καὶ ταφῆναι, καὶ τότε γενέσθαι ἀθάνατον. Τοῦτο καὶ ἐν τῷ λουτρῷ γέγονεν· ἐσταυρώθη γοῦν τὸ πρότερον καὶ ἐτάφη, καὶ τότε ἠγέρθη. Τοῦτο καὶ ἐπὶ τοῦ σώματος τοῦ Κυριακοῦ· καὶ γὰρ καὶ ἐκεῖνο ἐσταυρώθη καὶ ἐτάφη καὶ τότε ἀνέστη.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
