# In epistulam ad Romanos (homiliae 1-32) 8.1-7

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/8.1-7

Τοῦτον δὴ καὶ ἡμεῖς μιμώμεθα, καὶ πανταχοῦ τὸν Θεὸν δοξάζωμεν διὰ τῆς κατὰ τὸν βίον ἐπιμελείας, μηδὲ προγόνων ἀρεταῖς θαῤῥῶμεν, τὸ κατὰ τοὺς Ἰουδαίους εἰδότες παράδειγμα. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν αὕτη παρὰ Χριστιανοῖς ἡ συγγένεια, ἀλλ' ἡ κατὰ Πνεῦμα ἀγχιστεία. Οὕτω καὶ ὁ Σκύθης τοῦ Ἀβραὰμ γίνεται παῖς, καὶ ὁ ἐκείνου παῖς τοῦ Σκύθου πάλιν ἀλλοτριώτερος καθίσταται. Μὴ τοίνυν κατορθώμασι πατέρων θαῤῥῶμεν, ἀλλὰ, κἂν θαυμαστὸν ἔχῃς τὸν γεγεννηκότα, μὴ νομίσῃς ἀρκεῖν σοι τοῦτο εἰς σωτηρίαν, ἢ εἰς τιμὴν καὶ δόξαν, ἐὰν μὴ συγγενὴς αὐτῷ γένῃ κατὰ τοὺς τρόπους· ὥσπερ οὖν κἂν φαῦλον ἔχῃς, μὴ νόμιζε καταδικάζεσθαι ἐντεῦθεν καὶ αἰσχύνεσθαι, εἴ γε τὰ κατὰ σαυτὸν διαθῇς καλῶς. Τί γὰρ τῶν ἐθνῶν ἀτιμότερον; ἀλλ' ὅμως τῇ πίστει ταχέως τῶν ἁγίων γεγόνασι συγγενεῖς. Τί δὲ Ἰουδαίων οἰκειότερον; ἀλλ' ὅμως διὰ τὴν ἀπιστίαν ἠλλοτριώθησαν. Ἐκείνη μὲν γὰρ ἡ συγγένεια φύσεώς ἐστι καὶ ἀνάγκης, καθ' ἣν πάντες ἐσμὲν συγγενεῖς· ἀπὸ τοῦ Ἀδὰμ γὰρ πάντες γεγόναμεν, καὶ οὐκ ἂν εἴη μᾶλλον ἕτερος ἑτέρου συγγενὴς, καὶ κατὰ τὸν τοῦ Ἀδὰμ καὶ κατὰ τὸν τοῦ Νῶε λόγον καὶ κατὰ τὸν τῆς γῆς τῆς κοινῆς ἁπάντων μητέρος· ἡ δὲ τῶν στεφάνων ἀξία συγγένεια, ἡ διαιροῦσα ἡμᾶς ἀπὸ τῶν φαύλων ἐστίν. Οὐ γὰρ ἔστι πάντας εἶναι συγγενεῖς ἐνταῦθα, ἀλλὰ τοὺς ὁμοτρόπους· οὐδὲ ἀδελφοὺς καλοῦμεν τοὺς τὰς αὐτὰς λύσαντας ὠδῖνας ἡμῖν, ἀλλὰ τοὺς τὸν αὐτὸν ζῆλον ἐπιδεικνυμένους. Οὕτω καὶ τέκνα Θεοῦ καλεῖ ὁ Χριστὸς, οὕτω καὶ υἱοὺς διαβόλου πάλιν ἐξ ἐναντίας, οὕτω καὶ ἀπειθείας, οὕτω καὶ γεέννης, οὕτω καὶ ἀπωλείας. Οὕτω καὶ Παύλου Τιμόθεος παῖς ἦν ἐξ ἀρετῆς, καὶ γνήσιον τέκνον ἐκαλεῖτο, τοῦ δὲ υἱοῦ τῆς ἀδελφῆς αὐτοῦ οὐδὲ ὄνομα ἴσμεν· καίτοι γε ὁ μὲν κατὰ φύσιν ἦν αὐτῷ προσήκων· ἀλλ' οὐδὲν ὄφελος· ὁ δὲ καὶ φύσει καὶ τόπῳ διεστηκώς (καὶ γὰρ Λύστρων πολίτης ἦν)· ἀλλ' ὅμως πάντων ἐγγύτερος γέγονε. Γενώμεθα τοίνυν καὶ ἡμεῖς τῶν ἁγίων παῖδες, μᾶλλον δὲ γενώμεθα καὶ Θεοῦ παῖδες. Ὅτι γὰρ ἔστι καὶ Θεοῦ γενέσθαι παῖδας, ἄκουσον τί φησι· Γίνεσθε οὖν τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Διὰ τοῦτο καὶ Πατέρα καλοῦμεν εὐχόμενοι, καὶ οὐχὶ τῆς χάριτος μόνον ἀναμιμνήσκοντες ἑαυτοὺς, ἀλλὰ καὶ τῆς ἀρετῆς, ἵνα μηδὲν ἀνάξιον τῆς τοιαύτης συγγενείας ποιῶμεν. Καὶ πῶς ἔστι, φησὶν, υἱὸν εἶναι Θεοῦ; Πάντων ἀπηλλαγμένον τῶν παθῶν, ἐπιείκειαν ἐπιδεικνύμενον περὶ τοὺς ὑβρίζοντας καὶ ἀδικοῦντας· καὶ γὰρ ὁ Πατὴρ ὁ σὸς τοιοῦτος περὶ τοὺς βλασφημοῦντάς ἐστι. Διὰ τοῦτο πολλὰ πολλάκις εἰπὼν, οὐδαμοῦ φησιν, Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν· ἀλλ' ὅτε εἶπεν, Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, τότε τοῦτο τὸ ἔπαθλον ἐπήγαγεν. Οὐδὲν γὰρ οὕτως ἡμᾶς προσάγει Θεῷ καὶ ὁμοίους ποιεῖ, ὡς τουτὶ τὸ κατόρθωμα. Διὰ τοῦτο καὶ Παῦλος ὅταν λέγῃ, Γίνεσθε μιμηταὶ τοῦ Θεοῦ, κατὰ τοῦτο γίνεσθε, λέγει. Πάντων μὲν γὰρ χρείαν ἔχομεν τῶν κατορθωμάτων, μάλιστα δὲ φιλανθρωπίας καὶ ἡμερότητος, ἐπεὶ καὶ αὐτοὶ πολλῆς δεόμεθα φιλανθρωπίας. Καὶ γὰρ πολλὰ καθ' ἑκάστην πλημμελοῦμεν τὴν ἡμέραν· διὸ καὶ πολλοῦ ἡμῖν δεῖ τοῦ ἐλέους. Τὸ δὲ πολὺ καὶ ἔλαττον οὐ τῷ μέτρῳ τῶν διδομένων κρίνεται, ἀλλὰ τῇ δυνάμει τῆς οὐσίας τῶν παρεχόντων. Μὴ τοίνυν μήτε ὁ πλουτῶν μέγα φρονείτω, μήτε ὁ πένης καταπιπτέτω ὡς ὀλίγα παρέχων· πολλάκις γὰρ οὗτος ἐκείνου πλείονα δέδωκεν. Οὐ τοίνυν ταλανίζειν ἑαυτοὺς χρὴ διὰ τὴν πενίαν· καὶ γὰρ εὐκολωτέραν ἡμῖν ποιεῖ τὴν ἐλεημοσύνην. Ὁ μὲν γὰρ πολλὰ κεκτημένος, καὶ ἀπονοίᾳ καὶ ἐπιθυμίᾳ πλείονι κατέχεται τῶν ὄντων· ὁ δὲ ὀλίγα ἔχων, ἑκατέρας ταύτης ἀπήλλακται τῆς τυραννίδος· διὸ καὶ πλείονας ἀφορμὰς εὑρίσκει τοῦ εὖ ποιεῖν. Καὶ γὰρ καὶ εἰς δεσμωτήριον οὗτος βαδιεῖται εὐκόλως, καὶ ἀῤῥωστοῦντας ἐπισκέψεται, καὶ ποτήριον ψυχροῦ δώσει· ἐκεῖνος δὲ οὐδὲν τούτων καταδέξεται, ἅτε ὑπὸ τοῦ πλούτου φλεγμαίνων. Μὴ οὖν ἀθύμει διὰ τὴν πενίαν· καὶ γὰρ καὶ τὴν ἐμπορίαν τῶν οὐρανῶν εὐκολωτέραν σοι ποιεῖ ἡ πενία. Κἂν μηδὲν δὲ ἔχῃς, συναλγοῦσαν δὲ ἔχῃς ψυχὴν, καὶ τούτου σοι μισθὸς ἀποκείσεται. Διὰ τοῦτο καὶ Παῦλος ἐπέταξε κλαίειν μετὰ κλαιόντων, καὶ τοῖς δεσμίοις ὡς συνδεδεμένους εἶναι ἐκέλευσεν. Οὐ γὰρ τοῖς κλαίουσι μόνον φέρει τινὰ παραμυθίαν τὸ πολλοὺς εἶναι τοὺς συναλγοῦντας, ἀλλὰ καὶ τοῖς ἐν ἄλλαις περιστάσεσιν οὖσι· καὶ γὰρ ἔστιν ὅπου χρημάτων οὐκ ἔλαττον λόγος ἀνακτήσασθαι δύναται τὸν πεπονηκότα. Διὰ γὰρ τοῦτο καὶ χρήματα διδόναι ἐκέλευσεν ὁ Θεὸς τοῖς δεομένοις, οὐχ ἵνα τὴν ἐκείνων πενίαν διορθώσῃ μόνον, ἀλλ' ἵνα καὶ ἡμᾶς διδάξῃ συναλγεῖν τοῖς τοῦ πλησίον κακοῖς. Διὰ τοῦτο καὶ ὁ φιλάργυρος μισητὸς, οὐχ ὅτι περιορᾷ τοὺς ἐν πτωχείᾳ μόνον, ἀλλ' ὅτι καὶ αὐτὸς εἰς ὠμότητα ἀλείφεται καὶ ἀπανθρωπίαν πολλήν· ὥσπερ οὖν καὶ ὁ χρημάτων ὑπερορῶν δι' ἐκείνους, καὶ διὰ τοῦτο ποθεινὸς, ὅτι ἐλεήμων γίνεται καὶ φιλάνθρωπος. Καὶ ὁ Χριστὸς δὲ ὅταν μακαρίζῃ τοὺς ἐλεήμονας, οὐ τοὺς διὰ χρημάτων ἐλεοῦντας μόνον, ἀλλὰ καὶ τοὺς διὰ προαιρέσεως τοῦτο ποιοῦντας μακαρίζει καὶ ἐπαινεῖ. Ταύτην τοίνυν παρέχωμεν ἐπιτηδείαν πρὸς ἔλεον, καὶ πάντα ἕψεται τὰ ἀγαθά. Ὁ γὰρ φιλάνθρωπον γνώμην ἔχων καὶ ἐλεήμονα, κἂν χρήματα ἔχῃ, προήσεται, κἂν ἐν συμφοραῖς ἴδῃ τινὰ, κλαύσεται καὶ θρηνήσει, κἂν ἀδικουμένῳ περιτύχῃ, προστήσεται, κἂν ἐπηρεαζόμενον θεάσηται, χεῖρα ὀρέξει. Τὸν γὰρ θησαυρὸν ἔχων τῶν ἀγαθῶν, τὴν φιλάνθρωπον καὶ ἐλεήμονα ψυχὴν, πάντα ἐκεῖθεν ἀναβλύσει τὰ ὑπὲρ τῶν ἀδελφῶν, καὶ πάντων ἀπολαύσεται τῶν παρὰ τοῦ Θεοῦ κειμένων μισθῶν. Ἵνα οὖν καὶ ἡμεῖς τούτων ἐπιτύχωμεν, πρὸ πάντων τὴν ψυχὴν ἥμερον κατασκευάσωμεν. Οὕτω γὰρ καὶ ἐνταῦθα ὄντες μυρία ἐργασόμεθα ἀγαθὰ, καὶ τῶν μελλόντων ἀπολαυσόμεθα στεφάνων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
