# In epistulam ad Romanos (homiliae 1-32) 9.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Τί οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι κατὰ σάρκα; Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ' οὐ πρὸς τὸν Θεόν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/9.1-2

Μὴ τοίνυν ἐπιπλήξῃς καὶ σὺ, μηδὲ καταβάλῃς σαυτὸν μετ' ἐκείνου· ἕως μὲν γὰρ ἂν ἕστηκας, δύνασαι κἀκεῖνον διασῶσαι· ἂν δὲ σαυτὸν καταῤῥήξῃς διὰ τοῦ ἀνθυβρίσαι, τίς ὑμᾶς ἀναστήσει λοιπόν; ἐκεῖνος ὁ τρωθείς; Ἀλλ' οὐ δυνήσεται κείμενος. Ἀλλὰ σὺ ὁ πεσὼν μετ' ἐκείνου; Καὶ πῶς, οὐκ ἀρκέσας σεαυτῷ χεῖρα δοῦναι, ἰσχύσεις ἑτέρῳ; Στῆθι τοίνυν γενναίως, καὶ τὴν ἀσπίδα προβαλλόμενος, καὶ νεκρὸν ὄντα ἕλκυσον ἀπὸ τῆς μάχης τὸν σὸν ἀδελφὸν διὰ τῆς μακροθυμίας. Ἔτρωσεν αὐτὸν ὁ θυμός; Μὴ τρώσῃς καὶ σὺ, ἀλλὰ καὶ τὸ πρότερον ἔκβαλε βέλος. Ἂν γὰρ οὕτως ἀλλήλοις ὁμιλῶμεν, ταχέως πάντες ὑγιεῖς ἐσόμεθα· ἂν δὲ κατ' ἀλλήλων ὁπλιζώμεθα, οὐδὲ τοῦ διαβόλου χρεία λοιπὸν πρὸς τὴν ἡμετέραν ἀπώλειαν. Ἅπας μὲν γὰρ ὁ πόλεμος χαλεπὸς, μάλιστα δὲ ὁ ἐμφύλιος. Οὗτος δὲ καὶ τοῦ ἐμφυλίου χαλεπώτερος, ὅσῳ μείζονα τῆς πολιτείας ἡμῖν τὰ δικαιώματα, μᾶλλον δὲ καὶ τῆς συγγενείας αὐτῆς. Ἀπέκτεινέ ποτε τὸν Ἄβελ ὁ ἀδελφὸς, καὶ αἷμα ἐξέχεε συγγενικόν· ἀλλ' οὗτος ἐκείνου παρανομώτερος ὁ φόνος, ὅσῳ καὶ τὰ τῆς ἀγχιστείας μείζω, καὶ τὰ τοῦ θανάτου χαλεπώτερα. Ἐκεῖνος μὲν γὰρ τὸ σῶμα ἔτρωσε, σὺ δὲ κατὰ τῆς ψυχῆς τὸ ξίφος ἠκόνησας. Ἀλλ' ἔπαθες πρῶτος κακῶς; Ἀλλ' οὐ τὸ παθεῖν, ἀλλὰ τὸ ποιῆσαι κακῶς, τοῦτό ἐστι τὸ παθεῖν κακῶς. Σκόπει δέ· ἔσφαξεν ὁ Κάϊν, ἐσφάγη ὁ Ἄβελ· τίς οὖν ἦν ὁ νεκρός; Ὁ μετὰ τὸν θάνατον βοῶν· Φωνὴ γὰρ, φησὶ, τοῦ αἵματος Ἄβελ τοῦ ἀδελφοῦ σου βοᾷ πρός με· ἢ ὁ ἐν τῷ ζῇν τρέμων καὶ δεδοικώς; Οὗτος γὰρ, οὗτος νεκροῦ παντὸς ἐλεεινότερος ἦν. Εἶδες πῶς βέλτιον τὸ ἀδικεῖσθαι, κἂν μέχρι φόνου τις χωρῇ; Μάθε πῶς χεῖρον τὸ ἀδικεῖν, κἂν μέχρις αἵματός τις ἰσχύσῃ. Ἔπληξε καὶ κατέβαλε τὸν ἀδελφὸν ἐκεῖνος, ἀλλ' ὁ μὲν ἐστεφανοῦτο, ὁ δὲ ἐκολάζετο· ἀνῃρέθη καὶ ἐσφάγη παρὰ τὸ δίκαιον ὁ Ἄβελ, ἀλλ' ὁ μὲν τελευτῶν κατηγόρει καὶ ἀνῄρει καὶ ἐχειροῦτο· ὁ δὲ καὶ ζῶν ἐσίγα καὶ ᾐσχύνετο καὶ ἡλίσκετο, καὶ τοὐναντίον οὗπερ ἤθελε κατεσκεύαζεν. Ἀνῄρει γὰρ, ἐπειδὴ ἀγαπώμενον εἶδε, προσδοκῶν καὶ τῆς ἀγάπης ἐκβάλλειν αὐτόν· ἐπέτεινε δὲ τὸ φίλτρον μειζόνως, καὶ ἀποθανόντα μᾶλλον ὁ Θεὸς αὐτὸν ἐπεζήτει, Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου; λέγων. Οὐ γὰρ ἔσβεσας τὸν πόθον τῷ φθόνῳ, ἀλλ' ἀνῆψας μᾶλλον· οὐκ ἠλάττωσας τὴν τιμὴν τῇ σφαγῇ, ἀλλ' ἐπέτεινας πλέον. Πρὸ τούτου μὲν γάρ σοι καὶ ὑπέταξεν αὐτὸν ὁ Θεός· ἐπειδὴ δὲ αὐτὸν ἀνεῖλες, καὶ τετελευτηκώς σε τιμωρήσεται· τοσοῦτον ἐμοὶ παρ' αὐτοῦ τὸ φίλτρον. Τίς οὖν ἦν ὁ καταδικασθείς; ὁ κολάζων, ἢ ὁ κολαζόμενος; ὁ τοσαύτης ἀπολαύων παρὰ τῷ Θεῷ τιμῆς, ἢ ὁ καινῇ τινι καὶ παραδόξῳ διδόμενος τιμωρίᾳ; Οὐκ ἐφοβήθης αὐτὸν ζῶντα, φησίν· οὐκοῦν φοβήθητι τελευτήσαντα· οὐκ ἔτρεμες μέλλων ἐπάγειν τὸ ξίφος· ληφθήσῃ τρόμῳ μετὰ τὸ ἐκχέαι τὸ αἷμα διηνεκεῖ· ζῶν σοι δοῦλος ἦν, καὶ οὐκ ἠνείχου· διὰ τοῦτο τελευτήσας, δεσπότης σοι γέγονε φοβερός. Ταῦτ' οὖν ἐννοοῦντες, ἀγαπητοὶ, φύγωμεν φθόνον, σβέσωμεν κακίαν, ἀγάπην ἀντιδιδόντες ἀλλήλοις, ἵνα τὰ ἐκ ταύτης καρπωσώμεθα ἀγαθὰ, καὶ κατὰ τὸν παρόντα βίον, καὶ κατὰ τὴν μέλλουσαν ζωὴν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
