Ancient Greek
Οἴδαμεν γὰρ, ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 9.1-4
Not analysed yet
Τοῦτο τοίνυν καὶ ἡμεῖς ποιῶμεν· ἐπὶ τῶν ἔργων αὐτῶν διηνεκῶς αὐτὸ νεκρώσωμεν. Οὐχὶ τὴν οὐσίαν λέγω, μὴ γένοιτο, ἀλλὰ τὰς ὁρμὰς τὰς ἐπὶ τὰς πονηρὰς πράξεις. Καὶ γὰρ καὶ τοῦτο ζωὴ, μᾶλλον δὲ τοῦτο μόνον ζωὴ, τὸ μηδὲν ἀνθρώπινον ὑπομένειν, μηδὲ ἡδοναῖς δουλεύειν. Ὁ γὰρ ταύταις ἑαυτὸν ὑποτάξας, οὐδὲ ζῇν δύναται λοιπὸν διὰ τὰς ἐξ αὐτῶν ἀθυμίας, καὶ τοὺς φόβους, καὶ τοὺς κινδύνους, καὶ τῶν μυρίων παθῶν ἐσμόν. Ἄν τε γὰρ θάνατος προσδοκηθῇ, τέθνηκε πρὸ τοῦ θανάτου τῷ δέει· ἄν τε νόσον ὑποπτεύσῃ, ἂν ὕβριν, ἂν πενίαν, ἂν ἄλλο τι τῶν ἀδοκήτων, ἀπόλωλε καὶ διέφθαρται. Τί τοίνυν τῆς ζωῆς ταύτης γένοιτ' ἂν ἀθλιώτερον; Ἀλλ' οὐχ ὁ τῷ Πνεύματι ζῶν τοιοῦτος, ἀλλὰ καὶ φόβων καὶ λύπης καὶ κινδύνων καὶ μεταβολῆς ἁπάσης ἕστηκεν ἀνώτερος, οὐ τῷ μηδὲν ὑπομένειν, ἀλλ', ὃ πολλῷ μεῖζόν ἐστι, τῷ καὶ ἐπιόντων αὐτῶν καταφρονεῖν. Πῶς δὲ τοῦτο ἔσται; Ἐὰν τὸ Πνεῦμα διόλου κατοικῇ ἐν ἡμῖν· οὐδὲ γὰρ ἁπλῶς αὐτὸ εἶπεν οἰκεῖν πρὸς βραχὺ, ἀλλ' ἐνοικεῖν διηνεκῶς. Διὰ τοῦτο οὐκ εἶπε, Τὸ ἐνοικῆσαν Πνεῦμα, ἀλλὰ, Τὸ ἐνοικοῦν, τὴν διόλου μονὴν ἐνδεικνύμενος. Οὐκοῦν ζῶν οὗτος μάλιστά ἐστιν ὁ νεκρωθεὶς τῷ βίῳ. Διὸ καὶ ἔλεγε· Τὸ Πνεῦμα ζωὴ διὰ δικαιοσύνην. Καὶ ἵνα σαφέστερον τὸ λεγόμενον γένηται, δύο παρ[αγ]άγωμεν ἀνθρώπους, τὸν μὲν ἐκδεδομένον ἀσωτίαις καὶ ἡδοναῖς καὶ τῇ ἀπάτῃ τοῦ βίου· τὸν δὲ νενεκρωμένον τούτοις· καὶ ἴδωμεν τίς ἐστι μᾶλλον ὁ ζῶν. Ἔστω γὰρ τοῖν δυοῖν τούτοιν ὁ μὲν σφόδρα πλούσιος καὶ ἐπίσημος, παρασίτους τρέφων καὶ κόλακας, καὶ πᾶσαν εἰς τοῦτο ἀναλισκέτω τὴν ἡμέραν, κωμάζων καὶ κραιπαλῶν· ὁ δὲ ἕτερος, πενίᾳ συζῶν καὶ νηστείᾳ καὶ τῇ λοιπῇ σκληραγωγίᾳ τε καὶ φιλοσοφίᾳ, ἐν ἑσπέρᾳ τῆς ἀναγκαίας μεταλαμβανέτω τροφῆς μόνον, ἢ, εἰ βούλει, καὶ δύο καὶ τρεῖς ἄσιτος ἡμέρας μενέτω· τίς οὖν ἡμῖν ἔσται ἐκ τῶν δύο τούτων ὁ μάλιστα ζῶν; Οἱ μὲν πολλοὶ εὖ οἶδ' ὅτι ἐκεῖνον ἡγήσονται, τὸν σκιρτῶντα, καὶ σκορπίζοντα τὰ αὑτοῦ· ἡμεῖς δὲ ἐκεῖνον τὸν συμμετρίας ἀπολαύοντα. Οὐκοῦν ἐπειδὴ μάχη καὶ φιλονεικία τέως ἐστὶν, εἰς τὰς ἑκατέρων εἰσέλθωμεν οἰκίας, καὶ τότε, ὅτε σοι μάλιστα δοκεῖ ζῇν ὁ πλούσιος, ἐν αὐτῷ τῷ καιρῷ τῆς τρυφῆς, καὶ εἰσελθόντες κατίδωμεν ἐν τίσιν ἐστὶν ἑκάτερος τούτων· ἀπὸ γὰρ τῶν πράξεων καὶ ὁ ζῶν καὶ ὁ τεθνηκὼς φαίνεται. Οὐκοῦν τὸν μὲν ἐν βίβλοις εὑρήσομεν ὄντα, ἢ ἐν εὐχῇ καὶ νηστείᾳ, ἢ ἐν ἄλλῳ τινὶ τῶν ἀναγκαίων ἐγρηγορότα, καὶ νήφοντα, καὶ Θεῷ διαλεγόμενον· τὸν δὲ ὑπὸ τῆς μέθης βαπτισθέντα, καὶ νεκροῦ οὐδὲν ἄμεινον διακείμενον ὀψόμεθα· κἂν μέχρι τῆς ἑσπέρας μείνωμεν, πλείονα τὸν θάνατον τοῦτον ἐπιόντα αὐτῷ θεασόμεθα, κἀκεῖθεν πάλιν ὕπνον διαδεχόμενον· τὸν δὲ καὶ ἐν νυκτὶ νήφοντα καὶ ἐγρηγορότα. Τίνα οὖν ἂν εἴποιμεν μᾶλλον ζῇν, τὸν ἀναισθήτως κείμενον, καὶ προκείμενον ἅπασι γέλωτα· ἢ τὸν ἐνεργοῦντα, καὶ Θεῷ διαλεγόμενον; Ἐκείνῳ μὲν γὰρ ἂν προσέλθῃς καὶ εἴπῃς τι τῶν ἀναγκαίων, οὐδὲν ἀκούσῃ φθεγγομένου, ὥσπερ οὐδὲ τοῦ νεκροῦ· τούτῳ δὲ κἂν ἐν νυκτὶ, κἂν ἐν ἡμέρᾳ συγγενέσθαι ἐπιθυμήσῃς, ἄγγελον μᾶλλον ὄψει ἢ ἄνθρωπον, καὶ φιλοσοφοῦντα ἀκούσῃ περὶ τῶν ἐν οὐρανῷ πραγμάτων. Ὁρᾷς ὅτι ὁ μὲν ὑπὲρ τοὺς ζῶντας ζῇ, ὁ δὲ καὶ τεθνηκότων ἐλεεινότερον κεῖται; Κἂν ἐνεργεῖν δόξῃ, ἕτερα ἀνθ' ἑτέρων ὁρᾷ, καὶ τοῖς μαινομένοις ἔοικε, μᾶλλον δὲ ἐκείνων ἐστὶν ἀθλιώτερος. Εἰς ἐκείνους μὲν γὰρ ἄν τις ὑβρίσῃ, καὶ ἐλεοῦμεν πάντες τὸν ὑβριζόμενον, καὶ ἐπιτιμῶμεν τῷ ὑβρίζοντι· τούτῳ δὲ κἂν ἐναλλόμενόν τινα ἴδωμεν, οὐ μόνον οὐκ ἐπικαμπτόμεθα εἰς ἔλεον, ἀλλὰ καὶ καταψηφιζόμεθα αὐτοῦ κειμένου. Τοῦτο οὖν, εἰπέ μοι, ζωή; ἀλλ' οὐ μυρίων θανάτων χαλεπώτερον; Ὁρᾷς ὅτι οὐ μόνον νεκρὸς ὁ τρυφῶν, ἀλλὰ καὶ νεκροῦ χείρων, καὶ δαιμονῶντος ἀθλιώτερος; Ὁ μὲν γὰρ ἐλεεῖται, ὁ δὲ μισεῖται· καὶ ὁ μὲν συγγνώμης ἀπολαύει, ὁ δὲ κόλασιν δίδωσιν ὑπὲρ ὧν νοσεῖ. Εἰ δὲ ἔξωθεν οὕτως ἐστὶ καταγέλαστος, σεσηπότα σίελον ἔχων, καὶ οἴνου πνέων ὀδωδότος, ἐννόησον τὴν ἀθλίαν ψυχὴν τὴν ὥσπερ ἐν τάφῳ τῷ τοιούτῳ σώματι κατωρυγμένην, πῶς εἰκὸς διακεῖσθαι. Ταυτὸν γὰρ ἔστιν ἰδεῖν, οἷον ἂν εἰ κόρῃ κοσμίᾳ καὶ σώφρονι καὶ ἐλευθέρᾳ καὶ εὐγενεῖ καὶ καλῇ θεραπαινίδα βάρβαρόν τινα καὶ αἰσχρὰν καὶ ἀκάθαρτον ἐνάλλεσθαι καὶ ἐνυβρίζειν μετὰ πολλῆς τις παρασκευάσειε τῆς ἐξουσίας. Τοιοῦτον γὰρ ἡ μέθη.