Ancient Greek · ~17 min
Ἄρα οὖν, ἀδελφοὶ, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ, τοῦ κατὰ σάρκα ζῇν. Εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν· εἰ δὲ Πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 9.1-5
Not analysed yet
Ὁρᾷς τὴν ἀκρίβειαν τοῦ ῥήματος, καὶ πῶς διηνεκῶς ἐλεήμονας ἡμᾶς βούλεται εἶναι; Οὐ γὰρ εἶπεν, Ἐλεήσατε, ἁπλῶς, ἀλλ', Ἐνδύσασθε· ἵνα ὥσπερ τὸ ἱμάτιον ἀεὶ μεθ' ἡμῶν ἐστιν, οὕτω καὶ ἡ ἐλεημοσύνη. Καὶ οὐκ εἶπεν ἁπλῶς, Ἐλεημοσύνην, ἀλλὰ, Σπλάγχνα οἰκτιρμῶν, ἵνα φυσικὴν μιμησώμεθα φιλοστοργίαν. Ἀλλ' ἡμεῖς τἀναντία ποιοῦμεν· κἂν προσέλθῃ τις αἰτῶν ὀβολὸν ἕνα, ὑβρίζομεν, λοιδοροῦμεν, ἐπιθέτην καλοῦμεν. Οὐ φρίττεις, ἄνθρωπε, οὐκ ἐρυθριᾷς, ἐπιθέτην ὑπὲρ ἄρτου καλῶν; Εἰ δὲ καὶ ἐπίθεσιν ὁ τοιοῦτος ποιεῖ, διὰ τοῦτο καὶ ἐλεεῖσθαι δίκαιος, ὅτι οὕτως ὑπὸ λιμοῦ πιέζεται ὡς τοιοῦτον ὑποδῦναι προσωπεῖον. Καὶ τοῦτο τῆς ἡμετέρας ὠμότητος ἔγκλημα. Ἐπειδὴ γὰρ εὐκόλως παρέχειν οὐκ ἀνεχόμεθα, μυρίας ἀναγκάζονται ἐπινοεῖν μηχανὰς, ὥστε ἡμῶν σοφίσασθαι τὴν ἀπανθρωπίαν, καὶ τὴν τραχύτητα καταμαλάξαι. Ἄλλως δὲ, εἰ μὲν ἀργύριον ᾔτει καὶ χρυσίον, εἶχεν ἄν σοι τὰ τῆς ὑποψίας λόγον· εἰ δὲ ὑπὲρ ἀναγκαίας σοι τροφῆς προσέρχεται, τί φιλοσοφεῖς ἀκαίρως, καὶ ἀκριβολογεῖ περιττὰ, ἀργίαν ἐγκαλῶν καὶ ὄκνον; Εἰ γὰρ δεῖ ταῦτα λέγειν, οὐχ ἑτέροις, ἀλλ' ἡμῖν αὐτοῖς ἐπιλέγειν δεῖ. Ὅταν γοῦν τῷ Θεῷ προσίῃς ἁμαρτημάτων αἰτῶν συγχώρησιν, τούτων ἀναμνήσθητι τῶν ῥημάτων, καὶ γνώσῃ ὅτι δικαιότερον ταῦτα αὐτὸς ἀκούσῃ παρὰ τοῦ Θεοῦ, ἢ ὁ πένης παρὰ σοῦ. Ἀλλ' ὅμως οὐδέποτε πρὸς σὲ ταῦτα εἶπε τὰ ῥήματα ὁ Θεὸς, οἷον, Ἀπόστηθι· καὶ γὰρ ἐπιθέτης εἶ, εἰς μὲν ἐκκλησίαν εἰσιὼν συνεχῶς, καὶ νόμων ἀκούων τῶν ἐμῶν, ἐν δὲ τῇ ἀγορᾷ καὶ χρυσίον καὶ ἐπιθυμίαν καὶ φιλίαν καὶ πάντα ἁπλῶς προτιμῶν τῶν ἐμῶν ἐπιταγμάτων· καὶ νῦν μὲν ταπεινὸς γίνῃ, μετὰ δὲ τὴν εὐχὴν καὶ θρασὺς καὶ ὠμὸς καὶ ἀπάνθρωπος· ἄπιθι τοίνυν ἐντεῦθεν, καὶ μηκέτι μοι πρόσιθι. Ταῦτα γὰρ, καὶ τούτων πλείονα ἀκούειν ἦμεν ἄξιοι· ἀλλ' ὅμως οὐδέποτε τοιοῦτον οὐδὲν ὠνείδισεν, ἀλλὰ καὶ μακροθυμεῖ καὶ τὰ παρ' ἑαυτοῦ πάντα πληροῖ, καὶ πλείονα ὧν αἰτοῦμεν δίδωσι. Ταῦτ' οὖν ἐννοοῦντες, λύσωμεν τὴν πενίαν τοῖς δεομένοις, κἂν ἐπίθεσιν ποιῶσι, μὴ ἀκριβολογώμεθα. Τοιαύτης γὰρ καὶ ἡμεῖς χρῄζομεν σωτηρίας τῆς μετὰ συγγνώμης, τῆς μετὰ φιλανθρωπίας, τῆς μετὰ ἐλέους πολλοῦ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι, τῶν καθ' ἡμᾶς ἐξεταζομένων ἀκριβῶς, σωθῆναί ποτε, ἀλλ' ἀνάγκη κολασθῆναι καὶ ἀπολέσθαι πάντας. Μὴ τοίνυν γινώμεθα ἑτέρων πικροὶ δικασταὶ, ἵνα μὴ καὶ ἡμεῖς ἀκριβεῖς ἀπαιτηθῶμεν εὐθύνας· καὶ γὰρ ἔχομεν ἁμαρτήματα συγγνώμης πάσης μείζονα. Ὥστε ἐκείνους μᾶλλον ἐλεῶμεν τοὺς τὰ ἀσύγγνωστα ἁμαρτάνοντας, ἵνα καὶ αὐτοὶ τοιοῦτον ἑαυτοῖς προαποθώμεθα ἔλεον· καίτοι ὅσα ἂν φιλοτιμησώμεθα, οὐδέποτε δυνησόμεθα τοιαύτην εἰσενεγκεῖν φιλανθρωπίαν, οἵας χρῄζομεν ἡμεῖς παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Πῶς οὖν οὐκ ἄτοπον, τοσούτων ὄντας ἐν χρείᾳ αὐτοὺς, ἀκριβολογεῖσθαι περὶ τοὺς ἡμετέρους συνδούλους, καὶ καθ' ἑαυτῶν ἅπαντα πράττειν; Οὐ γὰρ οὕτως ἐκεῖνον ἀνάξιον ἀποφαίνεις τῆς εὐεργεσίας τῆς σῆς, ὡς ἑαυτὸν τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Ὁ γὰρ περὶ τὸν σύνδουλον ἀκριβολογούμενος πολλῷ μᾶλλον τὸν Θεὸν ἕξει τοῦτο ποιοῦντα. Μὴ τοίνυν καθ' ἡμῶν φθεγγώμεθα, ἀλλὰ κἂν διὰ ῥᾳθυμίαν, κἂν δι' ἀργίαν προσίωσιν, ἡμεῖς παρέχωμεν. Καὶ γὰρ καὶ ἡμεῖς πολλὰ διὰ ῥᾳθυμίαν ἁμαρτάνομεν, μᾶλλον δὲ ἅπαντα διὰ ῥᾳθυμίαν, καὶ οὐκ ἀπαιτεῖ δίκην ἡμᾶς εὐθέως ὁ Θεὸς, ἀλλὰ δίδωσι προθεσμίαν μετανοίας ἡμῖν, τρέφων καθ' ἑκάστην ἡμέραν, παιδεύων, διδάσκων, τὰ ἄλλα πάντα χορηγῶν, ἵνα καὶ ἡμεῖς ζηλώσωμεν αὐτοῦ τὸν ἔλεον τοῦτον. Καταλύσωμεν τοίνυν τὴν ὠμότητα ταύτην, ἐκβάλωμεν τὴν θηριωδίαν, ἅτε ἑαυτοὺς μᾶλλον ἢ ἑτέρους εὐεργετοῦντες. Τούτοις μὲν γὰρ ἀργύριον διδόαμεν καὶ ἄρτον καὶ ἱμάτιον, ἡμῖν δὲ αὐτοῖς μεγίστην προαποτιθέμεθα δόξαν, καὶ ἣν οὐκ ἔνι παραστῆσαι λόγῳ. Τὰ γὰρ σώματα ἄφθαρτα ἀπολαβόντες, συνδοξασόμεθα καὶ συμβασιλεύσομεν τῷ Χριστῷ· τοῦτο δὲ ἡλίκον ἐστὶν, ἐντεῦθεν εἰσόμεθα, μᾶλλον δὲ σαφῶς μὲν οὐδαμόθεν εἰσόμεθα νῦν· ὥστε δὲ ἀπὸ τῶν παρ' ἡμῖν ἀγαθῶν ἀναχθέντας μικρὰν γοῦν τινα αὐτοῦ λαβεῖν ἔννοιαν, ὡς ἂν οἷός τε ὦ, παραστῆσαι πειράσομαι τὸ εἰρημένον. Εἰπὲ γάρ μοι, εἴ τίς σε γεγηρακότα καὶ ἐν πενίᾳ ζῶντα ἐπηγγέλλετο ἐξαίφνης ποιήσειν νέον, καὶ εἰς αὐτὴν ἄξειν τῆς ἡλικίας τὴν ἀκμὴν, καὶ σφόδρα ἰσχυρὸν καὶ ὡραῖον ὑπὲρ ἅπαντας κατασκευάζειν, καὶ βασιλείαν δώσειν τῆς γῆς ἁπάσης ἐπὶ ἔτεσι χιλίοις, βασιλείαν εἰρήνην ἔχουσαν βαθυτάτην, τί οὐκ ἂν ὑπὲρ ταύτης τῆς ὑποσχέσεως εἴλου ποιῆσαι καὶ παθεῖν; Ἰδοὺ τοίνυν ὁ Χριστὸς οὐχὶ ταῦτα, ἀλλὰ πολλῷ μείζονα τούτων ἐπαγγέλλεται. Οὐδὲ γὰρ ὅσον γήρως καὶ νεότητος τὸ μέσον, τοσοῦτον φθορᾶς καὶ ἀφθαρσίας τὸ διάφορον· οὐδὲ ὅσον βασιλείας καὶ πενίας, τοσοῦτον τῆς δόξης τῆς μελλούσης καὶ τῆς παρούσης, ἀλλ' ὅσον ὀνειράτων καὶ ἀληθείας.