# In epistulam ad Romanos (homiliae 1-32) 9.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32), Τί οὖν; προεχόμεθα; Οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ' ἁμαρτίαν εἶναι· καθὼς γέγραπται· Οὐκ ἔστι δίκαιος οὐδὲ εἷς, οὐκ ἔστιν ὁ συνιῶν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει, ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-romanos-homiliae-1-32/9.1

Εἰ τοίνυν βούλει καταλιπεῖν πλοῦτον τοῖς παιδίοις σου πολὺν, κατάλιπε τοῦ Θεοῦ τὴν πρόνοιαν. Ὁ γὰρ, μηδὲν σοῦ ποιήσαντος, καὶ ψυχὴν δοὺς καὶ σῶμα διαπλάσας καὶ ζωὴν χαρισάμενος, ὅταν ἴδῃ τοσαύτην ἐπιδεικνύμενον φιλοτιμίαν, καὶ τὰ ἐκείνων αὐτῷ διανέμοντα μετ' ἐκείνων, πῶς οὐ πάντα αὐτοῖς ἀνοίξει πλοῦτον; Εἰ γὰρ Ἠλίας ὀλίγῳ τραφεὶς ἀλεύρῳ, ἐπειδὴ εἶδε τὴν γυναῖκα ἐκείνην τῶν παιδίων αὐτὸν προτιμήσασαν, ἅλωνας καὶ ληνοὺς ἐπὶ τοῦ δωματίου τῆς χήρας ἔδειξεν· ἐννόησον ὁ τοῦ Ἠλία Δεσπότης πόσην ἐπιδείξεται φιλοφροσύνην. Μὴ τοίνυν τοῦτο σκοπῶμεν, ὅπως πλουσίους καταλίπωμεν τοὺς παῖδας, ἀλλ' ὅπως ἐναρέτους. Ἂν μὲν γὰρ τῷ πλούτῳ θαῤῥῶσιν, οὐδενὸς ἐπιμελήσονται ἄλλου, ὡς ἔχοντες συσκιάσαι τὴν τῶν τρόπων κακίαν ἀπὸ τῆς τῶν χρημάτων περιουσίας· ἂν δὲ ἴδωσιν ἑαυτοὺς τῆς ἐκεῖθεν παραμυθίας ὄντας ἐρήμους, πάντα ἐργάσονται ὥστε διὰ τῆς ἀρετῆς πολλὴν τῇ πενίᾳ τὴν παραμυθίαν εὑρέσθαι. Μὴ τοίνυν καταλίπῃς πλοῦτον, ἵνα καταλίπῃς ἀρετήν. Καὶ γὰρ ἐσχάτης ἀλογίας ζῶντας μὲν μὴ ποιεῖν κυρίους αὐτοὺς ἁπάντων τῶν ὄντων, τελευτήσαντας δὲ πολλὴν τῇ τῆς νεότητος εὐκολίᾳ παρέχειν τὴν ἄδειαν. Καίτοι γε ζῶντες μὲν δυνησόμεθα καὶ εὐθύνας ἀπαιτεῖν, καὶ κακῶς τοῖς οὖσι κεχρημένους σωφρονίζειν καὶ χαλινοῦν· τελευτήσαντες δὲ ἂν μετὰ τῆς ἡμετέρας ἐρημίας καὶ τῆς νεότητος καὶ τὴν ἀπὸ τοῦ πλούτου παράσχωμεν ἐξουσίαν, εἰς μυρίους ὠθήσομεν κρημνοὺς τοὺς ἀθλίους καὶ ταλαιπώρους ἐκείνους, πῦρ ἐπεμβάλλοντες πυρὶ, καὶ ἔλαιον ἐπιστάζοντες καμίνῳ χαλεπῇ. Ὥστε, εἰ βούλει μετὰ ἀσφαλείας καταλιπεῖν πλουσίους, κατάλιπε τὸν Θεὸν ὀφειλέτην αὐτοῖς, καὶ αὐτῷ ἐγχείρισον τὸ γραμματεῖον αὐτῶν. Αὐτοὶ μὲν γὰρ τὰ χρήματα ἂν λάβωσιν, οὐδὲ ὅτῳ δώσουσιν ἴσασιν, ἀλλὰ πολλοῖς περιτεύξονται καὶ συκοφάνταις καὶ ἀγνώμοσιν· ἂν δὲ σὺ προλαβὼν αὐτὰ τῷ Θεῷ δανείσῃς, ἄσυλος μένει λοιπὸν ὁ θησαυρὸς, καὶ μετὰ πολλῆς ἔσται τῆς εὐκολίας ἡ ἀπόδοσις. Καὶ γὰρ χάριν ἔχει καὶ ὃ ὀφείλει καταβάλλων ἡμῖν ὁ Θεὸς, καὶ τοὺς δανειστὰς τοὺς αὑτοῦ καὶ τῶν οὐ δεδανεικότων ἥδιον ὁρᾷ, καὶ οἷς μάλιστα ὀφείλει, τούτους μάλιστα φιλεῖ. Ὥστε εἰ βούλει φίλον αὐτὸν ἔχειν διηνεκῶς, πολλῶν αὐτὸν κατάστησον χρεώστην. Οὐδὲ γὰρ οὕτω χαίρει δανειστὴς ὀφειλέτας ἔχων, ὡς ὁ Χριστὸς εὐφραίνεται δανειστὰς ἔχων· καὶ οἷς μὲν μηδὲν ὀφείλει, τούτους καὶ ἀποφεύγει, οἷς δὲ ὀφείλει, τούτοις καὶ ἐπιτρέχει. Πάντα τοίνυν ποιῶμεν, ὥστε αὐτὸν χρεώστην ἔχειν· ὁ γὰρ καιρὸς οὗτός ἐστιν ὁ τῶν δανεισμάτων, καὶ νῦν ἐν χρείᾳ καθέστηκεν. Ἂν τοίνυν μὴ δῷς αὐτῷ νῦν, οὐ δεήσεταί σου μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν. Ἐνταῦθα γὰρ διψῇ, ἐνταῦθα πεινᾷ· διψῇ δὲ, ἐπειδὴ τὴν σὴν διψῇ σωτηρίαν· διὰ τοῦτο γὰρ καὶ προσαιτεῖ, διὰ τοῦτο καὶ γυμνὸς περιέρχεται, πραγματευόμενός σοι ζωὴν ἀθάνατον. Μὴ τοίνυν αὐτὸν περιίδῃς· οὐ γὰρ τραφῆναι βούλεται, ἀλλὰ θρέψαι, οὐκ ἐνδυθῆναι, ἀλλ' ἐνδῦσαι καὶ τὸ ἱμάτιον ἐκεῖνό σοι κατασκευάσαι τὸ χρυσοῦν, τὴν στολὴν τὴν βασιλικήν. Οὐχ ὁρᾷς καὶ τῶν ἰατρῶν τοὺς κηδεμονικωτέρους, ὅταν τοὺς κάμνοντας λούωσιν, ὅτι καὶ αὐτοὶ λούονται, καίτοι μὴ δεόμενοι; Οὕτω καὶ αὐτὸς διὰ σὲ τὸν κάμνοντα πάντα ποιεῖ. Διὰ τοῦτό σε οὐδὲ μετὰ βίας ἀπαιτεῖ, ἵνα πολλήν σοι δῷ τὴν ἀμοιβήν· ἵνα μάθῃς, ὅτι οὐ χρείαν ἔχων ἀπαιτεῖ, ἀλλὰ τὴν σὴν διορθούμενος χρείαν. Διὰ τοῦτο καὶ ἐν εὐτελεῖ σχήματί σοι προσέρχεται, καὶ τὴν δεξιὰν ἐκτείνων· κἂν ὀβολὸν δῷς, οὐκ ἀποστρέφεται, κἂν ἀτιμάσῃς, οὐκ ἀφίσταται, ἀλλὰ πάλιν σοι πρόσεισιν· ἐρᾷ γὰρ σφόδρα, ἐρᾷ τῆς σωτηρίας τῆς ἡμετέρας. Καταφρονήσωμεν τοίνυν τῶν χρημάτων, ἵνα μὴ καταφρονηθῶμεν ὑπὸ τοῦ Χριστοῦ· καταφρονήσωμεν τῶν χρημάτων, ἵνα καὶ αὐτῶν ἐπιτύχωμεν τῶν χρημάτων. Ἂν μὲν γὰρ αὐτὰ φυλάσσωμεν ἐνταῦθα, ἀπολοῦμεν αὐτὰ πάντως καὶ ἐνταῦθα καὶ ἐκεῖ· ἂν δὲ διανείμωμεν αὐτὰ μετὰ δαψιλείας πολλῆς, ἐν ἑκατέρᾳ τῇ ζωῇ πολλῆς ἀπολαυσόμεθα τῆς εὐπορίας. Ὁ τοίνυν βουλόμενος γενέσθαι πλούσιος, γενέσθω πένης, ἵνα γένηται πλούσιος· ἀναλισκέτω, ἵνα συλλέξῃ· σκορπιζέτω, ἵνα συναγάγῃ. Εἰ δὲ καινὰ ταῦτα καὶ παράδοξα, τὸν σπείροντα σκόπει, καὶ λογίζου ὅτι οὐδὲ ἐκεῖνος δυνήσεται ἑτέρως πλείω συναγαγεῖν, ἂν μὴ τὰ ὄντα σκορπίσῃ καὶ τὰ ἕτοιμα πρόηται. Σπείρωμεν τοίνυν καὶ ἡμεῖς, καὶ γεωργήσωμεν τὸν οὐρανὸν, ἵνα μετὰ πολλῆς ἀμήσωμεν τῆς δαψιλείας, καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg155.local001/.
