# In epistulam ad Titum (homiliae 1-6) 1.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Titum (homiliae 1-6), Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην· εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνὴρ, τέκνα ἔχων πιστὰ, μὴ ἐν κατηγορίᾳ ἀσωτίας, ἢ ἀνυπότακτα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-titum-homiliae-1-6/1.1-2

Τοῖς μὲν παλαιοῖς ἀνδράσιν ἅπας ὁ βίος ἦν ἐνεργὸς καὶ ἐναγώνιος· ἡμῖν δὲ οὐχ οὕτως, ἀλλὰ ῥᾳθυμίας μεστός. Ἐκεῖνοι μὲν γὰρ ᾔδεσαν ὅτι διὰ τοῦτο εἰς τὸν κόσμον παρήχθησαν, ἵνα τῷ παραγαγόντι κατὰ γνώμην ἐργάζωνται· ἡμεῖς δὲ ὡς διὰ τοῦτο παραχθέντες, ἵνα ἐσθίωμεν καὶ πίνωμεν καὶ τρυφῶμεν, οὕτως οὐδενὸς τῶν πνευματικῶν λόγον ποιούμεθα. Οὐ περὶ τῶν ἀποστόλων λέγω μόνον, ἀλλὰ καὶ τῶν μετ' αὐτούς. Ὁρᾷς γοῦν αὐτοὺς πάντα διατρέχοντας, καὶ ὥσπερ τινὸς ἔργου τούτου ἐπειλημμένους, καὶ διόλου ἐν ξένῃ διατρίβοντας, ἅτε οὐκ ἔχοντας πόλιν ἐπὶ τῆς γῆς. Ἄκουσον γοῦν τοῦ μακαρίου τούτου τί φησι· Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ. Καθάπερ οἰκίαν μίαν τὴν οἰκουμένην διανειμάμενοι, οὕτως ἅπαντα διηκονοῦντο, καὶ τῶν ἀπανταχοῦ ἐπεμέλοντο, ὁ μὲν τοῦτο, ὁ δὲ ἐκεῖνο λαβὼν τὸ μέρος. Τούτου γὰρ χάριν, φησὶ, κατέλιπόν σε ἐν τῇ Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ. Οὐκ ἐπιτακτικῶς αὐτῷ παραινεῖ τέως· Ἵνα ἐπιδιορθώσῃ, φησίν. Ὁρᾷς ψυχὴν φθόνου παντὸς καθαρὰν, πανταχοῦ τὸ τῶν μαθητευομένων χρήσιμον ζητοῦσαν, οὐκ ἀκριβολογουμένην, εἴτε δι' αὐτοῦ, εἴτε δι' ἑτέρου γένοιτο; Ἔνθα μὲν γὰρ ἦν κίνδυνος καὶ πολλὴ δυσκολία, αὐτὸς κατώρθου παρών· ἃ δὲ τιμὴν μᾶλλον ἔφερεν ἢ ἔπαινον εἶχε, ταῦτα ἐπιτρέπει τῷ μαθητῇ, τῶν ἐπισκόπων λέγω τὰς χειροτονίας, καὶ τὰ ἄλλα πάντα, ὅσα ἐδεῖτό τινος ἐπιδιορθώσεως, ἢ, ὡς ἂν εἴποι τις, πλείονος καταρτισμοῦ. Τί λέγεις, εἰπέ μοι; τὰ σὰ προσδιορθοῦται; καὶ οὐχ ἡγῇ τὸ πρᾶγμα αἰσχρὸν οὐδὲ αἰσχύνην σοι φέρειν; Οὐδαμῶς· πρὸς γὰρ τὸ κοινὸν κέρδος ὁρῶ μόνον· εἴτε δὲ δι' ἐμοῦ, εἴτε δι' ἑτέρου γένοιτο, οὐδὲν ἐμοὶ διαφέρει Οὕτω τὸν προεστῶτα χρὴ διακεῖσθαι, μὴ τὴν ἰδίαν τιμὴν ζητεῖν, ἀλλὰ τὸ κοινῇ συμφέρον. Καὶ καταστήσῃς, φησὶ, κατὰ πόλιν πρεσβυτέρους. Τοὺς ἐπισκόπους ἐνταῦθά φησι, καθὼς ἀλλαχοῦ ἡμῖν εἴρηται. Ὡς ἐγώ σοι διεταξάμην· εἴ τις ἀνέγκλητος. —Κατὰ πόλιν, φησίν· οὐ γὰρ ἐβούλετο πᾶσαν τὴν νῆσον ἐπιτετράφθαι ἑνὶ, ἀλλ' ἕκαστον ἰδίαν ἔχειν φροντίδα καὶ μέριμναν· οὕτω γὰρ αὐτῷ τε εἶναι τὸν πόνον κοῦφον, καὶ τοὺς ἀρχομένους πλείονος ἀπολαύσεσθαι τῆς ἐπιμελείας, εἴ γε μὴ εἰς πολλῶν Ἐκκλησιῶν προστασίαν ὁ διδάσκαλος περιέρχοιτο, ἀλλὰ σχολάζοι μιᾷ μόνῃ, καὶ ταύτην κατακοσμοῖ. Εἴ τις, φησὶν, ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνὴρ, τέκνα ἔχων πιστὰ, μὴ ἐν κατηγορίᾳ ἀσωτίας, ἢ ἀνυπότακτα. Τίνος ἕνεκεν καὶ τὸν τοιοῦτον εἰς μέσον παράγει; Ἐπιστομίζει τοὺς αἱρετικοὺς τοὺς τὸν γάμον διαβάλλοντας, δεικνὺς ὅτι τὸ πρᾶγμα οὐκ ἔστιν ἐναγὲς, ἀλλ' οὕτω τίμιον, ὡς μετ' αὐτοῦ δύνασθαι καὶ ἐπὶ τὸν ἅγιον ἀναβαίνειν θρόνον· ἐν ταυτῷ δὲ καὶ τοὺς ἀσελγεῖς κολάζων, καὶ οὐκ ἀφιεὶς μετὰ δευτέρου γάμου τὴν ἀρχὴν ἐγχειρίζεσθαι ταύτην. Ὁ γὰρ πρὸς τὴν ἀπελθοῦσαν μηδεμίαν φυλάξας εὔνοιαν, πῶς ἂν οὗτος γένοιτο προστάτης καλός; τίνα δὲ οὐκ ἂν ὑποσταίη κατηγορίαν; Ἴστε γὰρ ἅπαντες, ἴστε ὅτι εἰ μὴ κεκώλυται παρὰ τῶν νόμων τὸ δευτέροις ὁμιλεῖν γάμοις, ἀλλ' ὅμως πολλὰς ἔχει τὸ πρᾶγμα κατηγορίας. Οὐδεμίαν οὖν παρέχειν λαβὴν τοῖς ἀρχομένοις τὸν ἄρχοντα βούλεται. Διὰ τοῦτο τίθησιν, Εἴ τις ἀνέγκλητος, τουτέστιν, εἰ κατηγορίας ὁ βίος ἐλεύθερος αὐτῷ γέγονεν, εἰ μηδεὶς ἔσχεν ἐπισκῆψαι ἐν τῇ ζωῇ. Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Εἰ γὰρ τὸ φῶς, φησὶ, τὸ ἐν σοὶ ᾖ σκότος, τὸ σκότος πόσον; Τέκνα ἔχων πιστὰ, μὴ ἐν κατηγορίᾳ ἀσωτίας, ἢ ἀνυπότακτα. Σκοπήσωμεν πῶς πολλὴν καὶ ὑπὲρ τῶν παίδων ποιεῖται τὴν πρόνοιαν. Ὁ γὰρ τῶν αὑτοῦ παίδων διδάσκαλος γενέσθαι μὴ δυνηθεὶς, πῶς ἂν ἑτέρων γένοιτο; Εἰ οὓς ἐξ ἀρχῆς εἶχε μεθ' ἑαυτοῦ καὶ ἔτρεφε, καὶ καθ' ὧν καὶ παρὰ τῶν νόμων, καὶ παρὰ τῆς φύσεως εἶχεν ἐξουσίαν, τούτους ῥυθμίσαι οὐκ ἴσχυσε, πῶς ἂν τοὺς ἔξωθεν ὠφελῆσαι δυνήσεται; Εἰ μὴ γὰρ πολλὴ νωθεία εἴη πατρὸς, οὐκ ἂν ὧν ἐξ ἀρχῆς ἔλαβεν ἐξουσίαν, τούτους περιεῖδε γενομένους κακούς. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ἐξ ἀρχῆς μετὰ πολλῆς τραφέντα τῆς ἐπιμελείας γενέσθαι κακὸν, καὶ πολλῆς ἀπολαύσαντα σπουδῆς· οὐ γάρ ἐστι φύσει τὰ ἁμαρτήματα, ἵνα τοσαύτης περιγένηται προνοίας. Εἰ δὲ ἐν δευτέρῳ τὰ τῶν παίδων ἐτίθετο, περὶ τὰ χρήματα σχολάζων, καὶ οὐ τοσαύτην αὐτῶν ἐποιεῖτο σπουδὴν, καὶ οὕτως ἀνάξιος. Εἰ γὰρ, ὅπου ἡ φύσις ἠνάγκαζεν, οὕτως ἄστοργος ἦν, ἢ οὕτως ἀνόητος, ὡς μᾶλλον τῶν χρημάτων φροντίζειν αὐτὸν ἢ αὐτῶν, πῶς ἂν οὗτος ἐπὶ τὸν θρόνον ἀναχθείη καὶ τὴν τοσαύτην ἀρχήν; Εἰ μὲν γὰρ οὐκ ἠδύνατο, πολλὴ τῆς νωθείας ἡ κατηγορία· εἰ δὲ οὐκ ἐσπούδασε, πολλὴ τῆς ἀστοργίας ἡ μέμψις. Ὁ τοίνυν τῶν παίδων ἀμελῶν τῶν ἑαυτοῦ, πῶς τῶν ἀλλοτρίων ἐπιμελήσεται; Καὶ οὐκ εἶπε μὴ ἁπλῶς ἄσωτος, ἀλλὰ μηδὲ διαβολὴν ἔχειν τοιαύτην, μηδὲ πονηρᾶς εἶναι δόξης. Δεῖ γὰρ τὸν ἐπίσκοπον, φησὶν, ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Titum (homiliae 1-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg166.local001/.
