# In epistulam ad Titum (homiliae 1-6) 2.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Titum (homiliae 1-6), Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην· εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνὴρ, τέκνα ἔχων πιστὰ, μὴ ἐν κατηγορίᾳ ἀσωτίας, ἢ ἀνυπότακτα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-titum-homiliae-1-6/2.1-2

Ὁ μὲν γὰρ ἔξωθεν ἄρχων, ἐπειδὴ νόμῳ κρατεῖ καὶ ἀνάγκῃ, εἰκότως οὐ πολλαχοῦ τῆς τῶν ἀρχομένων γνώμης κοινωνεῖ· ὁ μέντοι ἑκόντων ὀφείλων ἄρχειν, καὶ χάριν αὐτῷ τῆς ἀρχῆς εἰδότων, ἂν οὕτω τὸ πρᾶγμα καταστήσῃ, ὡς ἀπὸ τῆς οἰκείας γνώμης μόνον πάντα ποιεῖν, καὶ μηδενὶ μεταδιδῷ λόγου, τυραννικώτερον μᾶλλον ἢ δημοτικώτερον τὴν ἐπιστασίαν πεποίηται. Δεῖ γὰρ, φησὶν, ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον. Πῶς γὰρ ἑτέρους παιδεύσει κρατεῖν τοῦ πάθους τούτου, ἑαυτὸν μὴ παιδεύσας; Εἰς πολλὰ γὰρ ἡ ἀρχὴ ἐξάγει, καὶ χαλεπώτερον ποιεῖ καὶ δυσάρεστον καὶ τὸν σφόδρα ἐπιεικῆ, μυρίας ἀνάγκας περιιστᾶσα ὀργῆς· ἂν μὴ ᾖ τοῦτο μεμελετηκὼς πρότερον, καὶ χαλεπώτερος ἔσται, καὶ πολλὰ διαφθερεῖ καὶ ἀπολέσει τῶν τῆς ἀρχῆς. Μὴ πάροινον, μὴ πλήκτην. Τὸν ὑβριστὴν ἐνταῦθά φησι· νουθετοῦντα γὰρ ἢ ἐπιπλήττοντα πάντα χρὴ ποιεῖν, μὴ ὑβρίζοντα· ποία γὰρ ἀνάγκη ὕβρεως, εἰπέ μοι; Φοβεῖν χρὴ τῇ τῆς γεέννης ἀπειλῇ, δεδίττεσθαι, καθικνεῖσθαι. Ὁ γὰρ ὑβρισθεὶς θρασύτερος γίνεται καὶ μᾶλλον καταφρονεῖ τοῦ ὑβρίζοντος. Οὐδὲν γὰρ οὕτω ποιεῖ καταφρόνησιν, ὡς ὕβρις, καὶ αἰσχύνει τὸν ὑβρίζοντα μᾶλλον, καὶ οὐκ ἀφίησιν εἶναι αἰδέσιμον ὡς δεῖ. Πολλῆς αὐτοῖς τῆς εὐλαβείας γέμειν τὸν λόγον χρὴ, ἐν τοῖς ἁμαρτήμασι μνήμην ἔχειν τῆς μελλούσης κρίσεως, πάσης δὲ ὕβρεως εἶναι καθαρόν· εἰ δέ τινες εἶεν οἱ κωλύοντες τὰ δέοντα ποιεῖν, μετὰ πάσης αὐθεντίας μετιέναι τὸ πρᾶγμα. Μὴ πλήκτην, φησίν. Ἰατρός ἐστιν ὁ διδάσκαλος τῶν ψυχῶν· ὁ δὲ ἰατρὸς οὐ πλήττει, ἀλλὰ τὸν πεπληγότα διορθοῦται καὶ θεραπεύει. Μὴ αἰσχροκερδῆ, ἀλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ, ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου. Εἶδες πόσην ἐπίτασιν ἀρετῆς ἀπῄτησε; Μὴ αἰσχροκερδῆ, φησί· τουτέστι, πολλὴν ὑπεροψίαν χρημάτων ἐπιδεικνύμενον· Φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον· τὰ αὑτοῦ πάντα τοῖς δεομένοις, φησὶ, προϊέμενον· ἐγκρατῆ. Οὐ τὸν νηστευτὴν εἶπεν ἐνταῦθα, ἀλλὰ τὸν πάθους κρατοῦντα, τὸν καὶ γλώττης καὶ χειρὸς καὶ ὀφθαλμῶν ἀκολάστων· τοῦτο γάρ ἐστιν ἐγκράτεια, τὸ μηδενὶ ὑποσύρεσθαι πάθει. Ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου. Πιστοῦ ἐνταῦθα τοῦ ἀληθοῦς φησιν, ἢ τοῦ διὰ πίστεως παραδεδομένου, οὐ δεομένου συλλογισμῶν οὐδὲ ζητημάτων. Ἀντεχόμενον, φροντίζοντα, ἔργον τοῦτο ποιούμενον. Τί οὖν, ἂν λόγων ἄπειρος ᾖ τῶν ἔξωθεν; Διὰ τοῦτο εἶπον, Τοῦ κατὰ διδαχὴν πιστοῦ λόγου. Ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν. Ὥστε οὐ χρεία κόμπου ῥημάτων, ἀλλὰ φρενῶν, καὶ Γραφῶν ἐμπειρίας, καὶ νοημάτων δυνάμεως. Οὐχ ὁρᾷς Παῦλον τρεψάμενον τὴν οἰκουμένην ἅπασαν, καὶ μειζόνως ἰσχύσαντα καὶ Πλάτωνος, καὶ τῶν ἄλλων ἁπάντων; Ἀλλ' ἀπὸ τῶν σημείων, φησίν. Οὐκ ἀπὸ τῶν σημείων μόνον· εἰ γὰρ ἐπέλθοις τὰς Πράξεις τῶν Ἀποστόλων, πολλαχοῦ αὐτὸν εὑρήσεις ἀπὸ τῆς διδασκαλίας κρατοῦντα καὶ πρὸ τῶν σημείων. Ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ· τουτέστι, πρὸς φυλακὴν τῶν οἰκείων, πρὸς ἀνατροπὴν τῶν ἐχθρῶν. Καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν. Τούτου γὰρ μὴ ὄντος, πάντα οἴχεται. Ὁ γὰρ οὐκ εἰδὼς μάχεσθαι τοῖς ἐχθροῖς, καὶ αἰχμαλωτίζειν πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, καὶ λογισμοὺς καθαιρεῖν· ὁ οὐκ εἰδὼς ἃ χρὴ περὶ τῆς ὀρθῆς διδάσκειν διδασκαλίας, πόῤῥω ἔστω θρόνου διδασκαλικοῦ. Τὰ μὲν γὰρ ἄλλα καὶ ἐν τοῖς ἀρχομένοις εὕροι τις ἂν, οἷον τὸ ἀνέγκλητον, τὸ τέκνα ἔχειν ἐν ὑποταγῇ, τὸ φιλόξενον, τὸ δίκαιον, τὸ ὅσιον· ὃ δὲ μάλιστα χαρακτηρίζει τὸν διδάσκαλον, τοῦτό ἐστι, τὸ δύνασθαι κατηχεῖν τὸν λόγον, οὗ πρόνοια οὐδεμία νῦν. Εἰσὶ γὰρ πολλοὶ καὶ ἀνυπότακτοι, ματαιολόγοι, καὶ φρεναπάται, μάλιστα ἐκ περιτομῆς· οὓς δεῖ ἐπιστομίζειν. Ὁρᾷς πῶς δείκνυσι πόθεν εἰσὶ τοιοῦτοι; Ἀπὸ τοῦ μὴ θέλειν ἄρχεσθαι, ἀλλὰ ἄρχειν· τοῦτο γὰρ ᾐνίξατο. Ὅταν οὖν πεῖσαι μὴ δυνηθῇς, μὴ διάταττε τούτοις, ἀλλ' ἐπιστόμιζε εἰς τὴν τῶν ἄλλων ὠφέλειαν. Τί οὖν τὸ κέρδος, ὅταν μὴ πείθωνται, ἢ καὶ εἰ ἀνυπότακτοί εἰσι; Τίνος ἕνεκεν ἐπιστομίζειν χρή; Ἵνα ὠφεληθῶσιν ἕτεροι ἐντεῦθεν. Οἵτινες ὅλους οἴκους ἀνατρέπουσι, διδάσκοντες ἃ μὴ δεῖ, αἰσχροῦ κέρδους χάριν. Εἰ γὰρ τὴν διδασκαλίαν ἀνεδέξατο, οὐχ ἱκανὸς δέ ἐστιν ἐκείνοις μάχεσθαι οὐδὲ ἐπιστομίσαι αὐτοὺς οὕτως ἀναισχυντοῦντας, τῆς τῶν ἀπολλυμένων βλάβης καθ' ἕκαστον αἴτιος γενήσεται. Εἰ γὰρ παραινεῖ τις λέγων, Μὴ ζήτει γενέσθαι κριτὴς, εἰ μὴ ἰσχύεις ἐξᾶραι ἀδικίαν, πολλῷ μᾶλλον ἐνταῦθα ἂν εἴποι τις, Μὴ ζήτει γενέσθαι διδάσκαλος, εἰ τῆς τοῦ πράγματος ἀξίας ἀπέχεις, ἀλλὰ καὶ ἑλκόμενος ἀποπήδα. Ὁρᾷς πανταχοῦ τὴν φιλαργυρίαν, τὴν αἰσχροκέρδειαν αἰτίαν τούτων οὖσαν; Διδάσκοντες, φησὶν, ἃ μὴ δεῖ, αἰσχροῦ κέρδους χάριν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Titum (homiliae 1-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg166.local001/.
