# In epistulam ad Titum (homiliae 1-6) 2.1-4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Titum (homiliae 1-6), Πρεσβύτας νηφαλίους εἶναι, σεμνοὺς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ· πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους, ἵνα σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, σώφρονας, ἁγνὰς, οἰκουροὺς, ἀγαθὰς, ὑποτασσομένας τοῖς οἰκείοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-titum-homiliae-1-6/2.1-4

Ὁρᾷς πῶς συμπλέκει καὶ συνάγει τὸν λαόν; πῶς ὑποτάττει τὰς νεωτέρας ταῖς γεγηρακυίαις; Οὐ γὰρ περὶ θυγατέρων ἐνταῦθα διαλέγεται, ἀλλ' ἁπλῶς ἀπὸ τῆς ἡλικίας. Ἑκάστη, φησὶ, πρεσβυτέρα τὴν νεωτέραν σωφρονιζέτω. Φιλάνδρους εἶναι. Τὸ κεφάλαιον τοῦτο τῶν κατὰ τὴν οἰκίαν ἀγαθῶν· Γυνὴ γὰρ, φησὶν, ἀνδρὶ συμπεριφερομένη. Τούτου γὰρ ὄντος, οὐδὲν τῶν ἀηδῶν συμβήσεται. Πῶς γὰρ, τῆς κεφαλῆς πρὸς τὸ σῶμα συννενευκυίας, καὶ μηδεμιᾶς ἐκεῖ διαστάσεως οὔσης, οὐ πάντα τὰ λοιπὰ εἰρηνεύσεται; τῶν γὰρ ἀρχόντων ἐν εἰρήνῃ ὄντων, τίς ὁ διαιρῶν καὶ διατέμνων τὴν εἰρήνην; ὥσπερ αὖ τούτων κακῶς διακειμένων, οὐδὲν ὑγιὲς ἔσται κατὰ τὴν οἰκίαν. Οὐδὲν οὖν τούτου μεῖζον· καὶ χρημάτων καὶ εὐγενείας καὶ δυναστείας καὶ τῶν ἄλλων ἁπάντων τοῦτο λυσιτελέστερον. Οὐκ εἶπεν ἁπλῶς, ἐν εἰρήνῃ εἶναι, ἀλλὰ, φιλεῖν τοὺς ἄνδρας. Ὅταν γὰρ ἀγάπη ᾖ, οὐδὲν τῶν δυσκόλων παρείσδυσιν ἕξει· ἀπὸ ταύτης γὰρ καὶ τὰ λοιπὰ τίκτεται ἀγαθά. Φιλοτέκνους, φησί. Καλῶς· ἡ γὰρ τὴν ῥίζαν ἀγαπῶσα, πολλῷ μᾶλλον καὶ τοὺς καρπούς. Σώφρονας, ἁγνὰς, οἰκουροὺς, ἀγαθάς. Πάντα ἀπ' ἐκείνης τίκτεται· καὶ γὰρ ἀγαθαὶ καὶ οἰκουροὶ ἀπὸ τῆς ἀγάπης καὶ τῆς περὶ τὸν ἄνδρα φιλίας γίνονται. Ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται· ὡς ἥ γε τοῦ ἀνδρὸς καταφρονοῦσα καὶ τῆς οἰκίας ἀμελεῖ. Ἀπὸ δὲ τοῦ φιλεῖν καὶ σωφροσύνη πολλὴ τίκτεται, ἀπὸ τοῦ φιλεῖν πᾶσα ἀναιρεῖται φιλονεικία· κἂν Ἕλλην ᾖ, ταχέως πει[ς]θήσεται· κἂν Χριστιανὸς, βελτίων ἔσται. Ὁρᾷς τοῦ Παύλου τὴν συγκατάβασιν; Ὁ πάντα πράττων ὥστε ἡμᾶς ἀποστῆσαι τῶν βιωτικῶν, περὶ τῶν κατὰ τὴν οἰκίαν νῦν πολλὴν ποιεῖται τὴν φροντίδα. Τούτων γὰρ καλῶς διοικουμένων, καὶ τὰ πνευματικὰ χώραν ἔξει· ἑτέρως δὲ, κἀκεῖνα λυμαίνεται. Ἡ γὰρ οἰκουρὸς γυνὴ καὶ σώφρων ἔσται, ἡ οἰκουρὸς καὶ οἰκονομική· οὔτε περὶ τρυφὴν, οὔτε περὶ ἐξόδους ἀκαίρους, οὔτε περὶ ἄλλο τι τῶν τοιούτων ἀσχοληθήσεται. Ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ, φησὶ, βλασφημῆται. Ὁρᾷς ὅτι προηγουμένως τοῦ κηρύγματος φροντίζει, οὐχὶ τῶν κοσμικῶν πραγμάτων; Καὶ γὰρ πρὸς Τιμόθεον γράφων φησίν· Ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι· καὶ ἐνταῦθα, Ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται. Εἰ γὰρ συμβαίη γυναῖκα πιστὴν ἀπίστῳ συνοικοῦσαν μὴ εἶναι ἐνάρετον, ἡ βλασφημία ἐπὶ τὸν Θεὸν διαβαίνειν εἴωθεν· εἰ δὲ εἴη κοσμία, τὸ κήρυγμα καρποῦται τὴν δόξαν τὴν ἐξ ἐκείνης καὶ τῶν ὑπ' ἐκείνης κατορθουμένων. Ἀκουέτωσαν αἱ γυναῖκες, ὅσαι μοχθηροῖς ἢ ἀπίστοις συνοικοῦσιν ἀνδράσιν· ἀκουέτωσαν, καὶ παιδευέσθωσαν διὰ τῶν οἰκείων τρόπων ἐνάγειν αὐτοὺς εἰς εὐσέβειαν. Κἂν γὰρ μηδὲν ἕτερον κερδάνῃς, μηδὲ ἐφελκύσῃ τὸν ἄνδρα πρὸς τὴν τῶν ὀρθῶν δογμάτων κοινωνίαν, ἀλλὰ τὸ στόμα αὐτοῦ ἀπέῤῥαψας, οὐκ ἐῶσα βλασφημεῖσθαι τὸν Χριστιανισμόν. Τοῦτο δὲ οὐ μικρὸν, ἀλλὰ καὶ σφόδρα μέγα, τὸ θαυμάζεσθαι τὸ δόγμα ἐκ τῆς ἡμετέρας ἀναστροφῆς. Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν. Ὅρα πῶς πανταχοῦ παρακαλεῖ τὸ πρέπον φυλάττειν. Τῆς μὲν γὰρ εἰς τὰς γυναῖκας διδασκαλίας ταῖς γυναιξὶ τὸ πλέον ἀπένειμε, τὰς γεγηρακυίας ταῖς νεωτέραις ἐπιστήσας· τῶν δὲ ἀνδρῶν τὸ πᾶν αὐτῷ δίδωσι καὶ ἀπονέμει. Οὐδὲν γὰρ, οὐδὲν οὕτω δύσκολον καὶ χαλεπὸν τῇ ἡλικίᾳ ταύτῃ γένοιτ' ἂν, ὡς τὸ περιγενέσθαι τῶν ἡδονῶν τῶν ἀτόπων. Οὔτε γὰρ χρημάτων ἔρως, οὔτε δόξης ἐπιθυμία, οὔτε ἄλλο οὐδὲν οὕτω ταύτην διενοχλεῖ τὴν ἡλικίαν, ὡς ὁ τῶν σωμάτων ἔρως. Διὸ πάντα τὰ ἄλλα ἀφεὶς, περὶ τὸ καίριον αὐτῷ τὴν παραίνεσιν ἵστησιν. Εἶτα οὐδὲ τῶν ἄλλων ἕνεκεν ῥᾳθυμεῖ, ἀλλὰ τί φησι; Περὶ πάντα ἑαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων. Διδασκέτωσαν μὲν οὖν, φησὶ, καὶ αἱ πρεσβύτεραι τὰς νεωτέρας, καὶ σὺ δὲ αὐτὸς παρακάλει τοὺς νεωτέρους σωφρονεῖν. Ἔστω δὲ κοινὸν πᾶσι διδασκαλεῖον καὶ ὑπόδειγμα ἀρετῆς ἡ τοῦ σοῦ βίου λαμπρότης, εἰς μέσον πᾶσι προκειμένη, ὥσπερ ἀρχέτυπός τις εἰκὼν, πάντα ἔχουσα ἐν ἑαυτῇ τὰ καλὰ, μετὰ πολλῆς τῆς εὐκολίας τοῖς βουλομένοις ἐναπομάξασθαί τι τῶν ἐν αὐτῇ καλῶν παρεχομένη τὰ παραδείγματα. Ἐν τῇ διδασκαλίᾳ ἀδιαφθορίαν, σεμνότητα, λόγον ὑγιῆ, ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχων περὶ ἡμῶν λέγειν φαῦλον.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Titum (homiliae 1-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg166.local001/.
