Ancient Greek
Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι· προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Titum (homiliae 1-6) 2.1-5
Not analysed yet
Ὁρᾷς ὅτι, ὅπερ ἀεὶ λέγω, σωφροσύνη οὐ τοῦτο μόνον ἐστὶ, τὸ πορνείας ἀπέχεσθαι, ἀλλὰ καὶ τὸ τῶν λοιπῶν παθῶν ἐκτὸς εἶναι; Ἄρα καὶ ὁ χρημάτων ἐρῶν, οὐ σώφρων. Ὥσπερ γὰρ ἐκεῖνος σωμάτων, οὕτω καὶ οὗτος χρημάτων· μᾶλλον δὲ οὗτος ἀκολαστότερος, ὅσῳ οὐδὲ τοσαύτην ἔχει βίαν τὴν ὠθοῦσαν αὐτόν. Καὶ γὰρ ἡνίοχος ἐκεῖνος ἀκρατὴς μάλιστα ἂν λέγοιτο, οὐχ ὁ τὸν τραχὺν καὶ δυσήνιον μὴ κατέχων ἵππον, ἀλλ' ὁ τὸν ἠρέμα ἐπιεικέστερον μὴ δυνάμενος ὑποτάξαι. Τί δὲ, φησίν; ἡ τῶν χρημάτων ἐπιθυμία τῆς τῶν σωμάτων ἐλάττων; Παντί που δῆλον, καὶ πολλαχόθεν τοῦτο δείκνυται· καὶ πρῶτον μὲν, ὅτι ἀναγκαίως γέγονεν ἡ τῶν σωμάτων ἐπιθυμία· τὸ δὲ ἀναγκαίως γεγονὸς δῆλον ὅτι καὶ μετὰ πολλοῦ κατορθοῦται τοῦ πόνου, ἐπεὶ καὶ ἐνεσπάρη τῇ φύσει. Δεύτερον, ὅτι χρημάτων μὲν οὐ πολὺς τοῖς παλαιοῖς λόγος, γυναικῶν δὲ πολὺς σωφροσύνης ἕνεκεν· καὶ γυναικὶ μὲν συγγενομένῳ κατὰ νόμον οὐδεὶς ἂν μέμψαιτο μέχρι γήρως, χρηματιζομένῳ δὲ πάντες. Καὶ τῶν ἔξωθεν φιλοσόφων πολλοὶ χρημάτων μὲν κατεφρόνησαν, γυναικῶν δὲ οὐκέτι· οὕτω τοῦτο ἐκείνου τυραννικώτερον. Ἀλλ' ἐπειδὴ πρὸς τὴν Ἐκκλησίαν ἡμῖν ὁ λόγος, μὴ ἀπὸ τῶν ἔξωθεν φέρωμεν τὰ ὑποδείγματα, ἀλλὰ ἀπὸ τῶν Γραφῶν. Τοῦτο μὲν οὖν καὶ ἐν ἐπιτάγματος σχεδὸν μέρει τίθησιν ὁ μακάριος οὗτος οὕτω λέγων, Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα· περὶ δὲ τῶν γυναικῶν, Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου· καὶ πάλιν, Ἐπὶ τὸ αὐτὸ συνέρχεσθε. Καὶ πολλάκις ἴδοις ἂν αὐτὸν περὶ συνουσίας νομοθετοῦντα τῆς νομίμου. Καὶ ταύτης μὲν ἀφίησιν ἀπολαύειν τῆς ἐπιθυμίας, καὶ δευτέρῳ προσιέναι γάμῳ, καὶ πολλὴν ποιεῖται τοῦ πράγματος τὴν ἐπιμέλειαν, καὶ οὐδαμοῦ ὑπὲρ τούτου κολάζει· τὸν δὲ χρημάτων ἐφιέμενον, πανταχοῦ καταδικάζει. Καὶ περὶ μὲν χρημάτων ὁ Χριστὸς πολλαχοῦ διέταξεν, ὥστε φεύγειν τὴν ἐντεῦθεν λύμην· περὶ δὲ ἀποχῆς γυναικὸς, οὐχ οὕτως. Ἄκουε γὰρ τί φησι περὶ χρημάτων· Ἐὰν μή τις ἀποτάξηται πᾶσιν αὑτοῦ τοῖς ὑπάρχουσιν. Οὐδαμοῦ εἶπεν, Ἐὰν μή τις ἀποτάξηται γυναικί· οἶδε γὰρ οἵαν ἐνέθηκε τὴν τυραννίδα. Καὶ ὁ μακάριος οὗτός φησι· Τίμιος ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος. Οὐδαμοῦ τιμίαν τὴν τῶν χρημάτων ἐπιμέλειαν καλεῖ, ἀλλὰ τὸ ἐναντίον. Οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς. Οὐκ εἶπε, Πλεονεκτεῖν, ἀλλὰ, Πλουτεῖν. Ἵνα δὲ μάθητε καὶ ἀπὸ τῶν κοινῶν ἐννοιῶν, ἀναγκαῖον καὶ τοῦτον τὸν λόγον εἰς μέσον παραγαγεῖν. Χρημάτων μὲν γάρ τις καθάπαξ ἀποστερηθεὶς οὐκέτ' ἂν ἐνοχλοῖτο ὑπὸ τῆς ἐπιθυμίας· οὐδὲν γὰρ οὕτω ποιεῖ χρημάτων ἐπιθυμεῖν, ὡς τὸ χρήματα ἔχειν. Ἐπὶ δὲ τῆς τῶν σωμάτων ἐπιθυμίας οὐχ οὕτως, ἀλλὰ καὶ εὐνουχισθέντες πολλοὶ τὴν ἔνδον ἐνοχλοῦσαν πυρὰν οὐκ ἀπέβαλον· ἡ γὰρ ἐπιθυμία ἐν ἑτέροις κεῖται ὀργάνοις, ἔνδον ἐν τῇ φύσει ἐγκειμένη. Τίνος οὖν ἕνεκεν ἡμῖν ταῦτα εἴρηται; Ὅτι οἱ πλεονέκται τῶν πορνευόντων ἀκολαστότεροι, ὅσῳ ὑπὸ ἐλάττονος ἐνοχλοῦνται ἐπιθυμίας· μᾶλλον δὲ οὐδὲ ἐπιθυμίας τὸ πρᾶγμά ἐστιν, ἀλλὰ ῥᾳθυμίας. Ἐνταῦθα μὲν γὰρ οὕτως ἐστὶν ἡ ἐπιθυμία φυσικὴ, ὥστε κἂν γυναικί τις μὴ πλησιάζῃ, ἡ φύσις τὸ αὑτῆς ποιεῖ καὶ ἐργάζεται· ἐκεῖ δὲ οὐδὲν τοιοῦτον γίνεται. Καὶ εὐσεβῶς, φησὶ, ζήσωμεν ἐν τῷ νῦν αἰῶνι. Καὶ τίς ἡ ἐλπίς; τί τὸ ἔπαθλον τῶν πόνων; Προσδεχόμενοι, φησὶ, τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν. Ὄντως γὰρ οὐδὲν ἐκείνης μακαριώτερον, οὐδὲν ζηλωτότερον· καὶ ταῦτα λόγοι παραστῆσαι οὐ δύνανται· καὶ γὰρ νοῦν ὑπερβαίνει τὰ τότε ἀγαθά. Προσδεχόμενοι, φησὶ, τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν. Ποῦ εἰσιν οἱ τοῦ Πατρὸς ἐλάττονα τὸν Υἱὸν λέγοντες; Τοῦ μεγάλου, φησὶ, Θεοῦ καὶ Σωτῆρος. Ὁ τοὺς ἐχθροὺς σώσας, τί οὐκ ἐργάσεται τότε [οὐκ] εὐδοκιμοῦντας λαβών; Τοῦ μεγάλου, φησὶ, Θεοῦ. Τὸ μέγας ἐπὶ Θεοῦ ὅταν λέγῃ, οὐ πρός τι μέγας φησὶν, ἀλλ' ἀπολύτως μέγας, μεθ' ὃν οὐκ ἂν εἴη μέγας, ἐπεὶ πρός τι ἐστίν. Εἰ δὲ πρός τι, κατὰ σύγκρισιν, καὶ οὐ φύσει μέγας· νῦν δὲ ἀσυγκρίτως μέγας. Ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, φησὶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, τουτέστιν, ἐξειλεγμένον, οὐδὲν ἔχοντα κοινὸν πρὸς τοὺς λοιπούς. Ζηλωτὴν καλῶν ἔργων. Ὁρᾷς ὅτι καὶ τῶν παρ' ἡμῶν δεῖ. Οὐχ ἁπλῶς ἔργων, ἀλλὰ ζηλωτὴν, τουτέστι, μετὰ προθυμίας πολλῆς ἐπ' αὐτὴν ἰόντα τὴν ἀρετὴν, μετὰ σφοδρότητος τῆς προσηκούσης. Τὸ μὲν οὖν βεβαρημένους τοῖς κακοῖς καὶ ἀνίατα νοσοῦντας ἀπαλλάξαι, τῆς ἐκείνου φιλανθρωπίας ἦν· τὰ δὲ, μετὰ ταῦτα, καὶ ἡμῶν καὶ ἐκείνου. Ταῦτα λάλει καὶ παρακάλει, καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς. —Ταῦτα λάλει καὶ παρακάλει.