# In epistulam ad Titum (homiliae 1-6) 2.1-6

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Titum (homiliae 1-6), Καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. Ταῦτά ἐστι καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις. Μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιίστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν νουθεσίαν καὶ δευτέραν παραιτοῦ· εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-titum-homiliae-1-6/2.1-6

Πῶς οὖν αὐτῷ κελεύεις τοὺς ἀντιλέγοντας ἐπιστομίζειν, εἰ περιιστάναι τούτους δεῖ, ὅταν ἐπὶ λύμῃ πάντα ποιῶσιν ἑαυτῶν; Φησὶ δὲ προηγουμένως ἐπὶ τῷ ἐκείνων κέρδει μηδέποτε τοῦτο ποιεῖν· οὐδὲ γὰρ ἂν κερδάνειάν ποτε, ἅπαξ διεστραμμένοι τὴν γνώμην. Εἰ μὲν γὰρ ἑτέροις λυμαίνοιντο, διεστάναι χρὴ καὶ μάχεσθαι, καὶ μετὰ πολλῆς τῆς ἀνδρείας περιίστασθαι· εἰ δὲ εἰς ἀνάγκην κατασταίης, ὁρῶν ἑτέρους διαφθειρομένους, μὴ σίγα, ἀλλ' ἐπιστόμιζε, τῶν μελλόντων ἀπόλλυσθαι κηδόμενος. Ὅλως δὲ οὐκ ἔστι τὸν σπουδὴν ἔχοντα καὶ βίον ὀρθὸν, μάχης ἀνέχεσθαι. Πλὴν, ὡς εἶπον, οὕτω ποίει· ἀπὸ γὰρ ἀργίας καὶ τῆς περιττῆς φιλοσοφίας τὸ πρᾶγμα γίνεται, τὸ περὶ τὰ ῥήματα ἠσχολῆσθαι μόνον. Καὶ γὰρ περιττὰ φθέγγεσθαι πολλὴ ζημία, δέον ἢ διδάσκειν, ἢ εὔχεσθαι, ἢ εὐχαριστεῖν. Οὐδὲ γὰρ χρημάτων μὲν φείδεσθαι ὀφείλομεν, ῥημάτων δὲ οὔ· ἀλλὰ μάλιστα τούτων ἢ ἐκείνων, καὶ μὴ ἁπλῶς πᾶσιν ἑαυτοὺς ἐκδιδόναι. Τί ἐστιν, Ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι; Ἵνα μὴ περιμένωσι τοὺς δεομένους ἐλθεῖν πρὸς αὐτοὺς, ἀλλὰ καὶ αὐτοὶ περιεργάζωνται τοὺς δεομένους τῆς αὐτῶν βοηθείας· ὁ γὰρ φροντίζων, οὕτω φροντίζει· οὕτω γὰρ μάλιστα καὶ μετὰ πολλῆς τῆς σπουδῆς τοῦτο ἐργάσεται. Καὶ γὰρ ἐν οἷς εὖ ποιεῖ, οὐ τοῖς πάσχουσι τοσοῦτον, ὅσον τοῖς εὖ ποιοῦσι πρόσοδον καὶ κέρδος φέρει τὸ γινόμενον· παῤῥησίαν γὰρ δίδωσιν αὐτοῖς πρὸς τὸν Θεόν. Ἐκεῖ δὲ τῆς μάχης τέλος οὐδέν. Τὸν ἀδιόρθωτον οὖν λέγει αἱρετικόν. Ὥσπερ γὰρ τὸ τοὺς ἐλπίδας ἔχοντας μεταβολῆς παρορᾷν, νωθείας· οὕτω τὸ τοὺς ἀνίατα νοσοῦντας θεραπεύειν, ἀνοίας καὶ τῆς ἐσχάτης παραπληξίας θρασυτέρους γὰρ ἐργαζόμεθα ἐκείνους. Μανθανέτωσαν δὲ, φησὶ, καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. Ὁρᾷς ὅτι αὐτῶν φροντίζει μᾶλλον, ἢ τῶν λαμβανόντων; Ἐνῆν γὰρ ἴσως πολλαχόθεν τούτους προπέμψαι, ἀλλὰ τῶν ἡμετέρων, φησὶ, φροντίζω. Τί γὰρ ὄφελος, εἰπέ μοι; Εἰ γὰρ θησαυροὺς ἀνορύττοντες ἔτρεφον τοὺς διδασκάλους ἕτεροι, τούτοις οὐδὲν οὐδέπω κέρδος ἦν· ἄκαρποι γὰρ ἔμενον. Τί οὖν, εἰπέ μοι; οὐκ ἠδύνατο ὁ Χριστὸς ὁ ἀπὸ πέντε ἄρτων πεντακισχιλίους, καὶ ἀπὸ ἑπτὰ τετρακισχιλίους θρέψας, θρέψαι ἑαυτὸν καὶ τοὺς συνόντας αὐτῷ; τίνος οὖν ἕνεκεν ὑπὸ γυναικῶν ἐτρέφετο (Ἠκολούθουν γὰρ αὐτῷ, φησὶ, γυναῖκες, αἵτινες διηκόνουν αὐτῷ); Διδάσκων ἡμᾶς ἄνωθεν ὅτι τῶν οὗ ποιούντων φροντίζει. Οὐκ ἠδύνατο ὁ Παῦλος ὁ καὶ ἑτέροις ἐπαρκῶν διὰ τῶν ἑαυτοῦ χειρῶν, μηδαμόθεν λαμβάνειν; Ἀλλ' ὁρᾷς αὐτὸν καὶ λαμβάνοντα καὶ αἰτοῦντα· καὶ ἄκουσον, διὰ τί· Ζητῶ γὰρ, φησὶν, οὐ τὸ δόμα, ἀλλὰ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν. Καὶ παρὰ τὴν ἀρχὴν δὲ, ὅτε τὰ αὑτῶν ἅπαντα πιπράσκοντες ἐτίθεσαν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, ὁρᾷς τοὺς ἀποστόλους αὐτῶν φροντίζοντας μᾶλλον, ἢ τῶν λαμβανόντων; Εἰ γὰρ ὁπωσδήποτε μόνον τῶν πενήτων ἐφρόντιζον, οὐδένα ἂν λόγον ὑπὲρ τῆς Σαπφείρας καὶ τοῦ Ἀνανία ἐποιήσαντο, ἡνίκα ἐνοσφίσαντο τὰ χρήματα, οὐκ ἂν διετάξατο Παῦλος λέγων· Μὴ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης. Τί λέγεις, Παῦλε; ἐμποδίζεις τοῖς πένησιν; Οὒ, φησίν· οὐ γὰρ τὸ ἐκείνων ὁρῶ, ἀλλὰ τὸ τῶν διδόντων. Ὅρα δὲ καὶ τὸν προφήτην, ἡνίκα τῷ Ναβουχοδονόσορ συνεβούλευε τὴν ἀρίστην ἐκείνην γνώμην, οὐχὶ τῶν πενήτων μόνον φροντίζοντα· οὐ γὰρ εἶπε, Δὸς τοῖς πένησιν ἁπλῶς, ἀλλὰ τί; Τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων. Κένωσον τὰ χρήματα, φησὶν, οὐχ ἵνα ἕτεροι τραφῶσι μόνον, ἀλλ' ἵνα ἀπαλλαγῇς αὐτὸς τῆς τιμωρίας. Καὶ πάλιν ὁ Χριστός· Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι. Ὁρᾷς ὅτι κἀκεῖ διὰ τὴν ἀκολούθησιν τοῦτο ἐπετάγη; Ἐπειδὴ γὰρ ἐμπόδιόν ἐστι τὰ χρήματα, διὰ τοῦτο διδόναι πένησιν ἐπέταξε, παιδεύων τὴν ψυχὴν ἐλεήμονα εἶναι καὶ οἰκτίρμονα, παιδεύων χρημάτων καταφρονεῖν, παιδεύων πλεονεξίας ἀφίστασθαι. Ὁ γὰρ παιδευόμενος τῷ μὴ ἔχοντι δοῦναι, παιδευθήσεται τῷ χρόνῳ καὶ μὴ λαμβάνειν ἀπὸ τῶν ἐχόντων. Τοῦτο ὁμοίους ποιεῖ τῷ Θεῷ. Καίτοι γε ἡ παρθενία χαλεπώτερον αὐτῆς πόνον ἔχει, καὶ ἡ νηστεία καὶ τὸ χαμευνεῖν· ἀλλ' οὐδὲν οὕτως ἰσχυρὸν καὶ δυνατὸν πρὸς τὸ σβέσαι τῶν ἁμαρτημάτων ἡμῶν τὴν πυρὰν, ὡς ἡ ἐλεημοσύνη· πάντων αὕτη μείζων ἐστὶ, παρ' αὐτὸν ἵστησι τὸν βασιλέα τοὺς αὐτῆς ἐραστάς· καὶ μάλα εἰκότως. Παρθενία μὲν γὰρ καὶ νηστεία καὶ χαμευνία περὶ τὸν ποιοῦντα ἵσταται μόνον, ἕτερον δὲ ἔσωσεν οὐδένα· ἡ δὲ ἐλεημοσύνη εἰς πάντας ἐκτείνεται, καὶ τὰ μέλη περιπλέκεται τοῦ Χριστοῦ· πολὺ δὲ τῶν εἰς τὸν ἕνα περιισταμένων τὰ πρὸς πολλοὺς ἐκτεινόμενα κατορθώματα μείζονα.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Titum (homiliae 1-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg166.local001/.
