# In epistulam ad Titum (homiliae 1-6) 3.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Titum (homiliae 1-6), Εἶπέ τις ἐξ αὐτῶν ἴδιος αὐτῶν προφήτης· Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί. Ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. Δι' ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει, μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-titum-homiliae-1-6/3.1-3

Οὐκ ἄρα παρὰ τὴν οἰκείαν φύσιν καθαρὰ ἢ ἀκάθαρτα, ἀλλὰ παρὰ τὴν προαίρεσιν τῶν μεταλαμβανόντων. Ἀλλὰ μεμίανται αὐτῶν, φησὶ, καὶ ὁ νοῦς καὶ ἡ συνείδησις. Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι. Οὐκοῦν καὶ ὁ ὗς καθαρόν· τί οὖν ὡς ἀκάθαρτον ἀπηγόρευται; Οὐ τῇ φύσει ἀκάθαρτον ἦν· πάντα γὰρ καθαρά· ἐπεὶ οὐδὲν ἰχθύος ἀκαθαρτότερον, ὅπου γε καὶ ἀνθρωπίνων ἀπογεύεται σωμάτων· ἀλλ' ἐπετέτραπτο, καὶ καθαρὸν εἶναι ἐδόκει. Πάλιν οὐδὲν ὄρνιθος ἀκαθαρτότερον· σκώληκας γὰρ ἐσθίει· οὐδὲν ἐλάφου· καὶ γὰρ καὶ παρὰ τοῦτό φασιν αὐτὸν καλεῖσθαι ἔλαφον διὰ τὸ ὄφεις ἐσθίειν· ἀλλὰ πάντα ταῦτα ἠσθίετο. Τίνος οὖν ἕνεκεν τὸν ὗν καὶ ἕτερά τινα τοιαῦτα ἀπηγόρευσεν; Οὐχ ὡς ἀκάθαρτα, ἀλλὰ τὸ πλέον τῆς τρυφῆς περικόπτων. Ἀλλ' εἰ μὲν τοῦτο εἶπεν, οὐκ ἂν ἔπεισε· νῦν δὲ τῷ φόβῳ τῆς ἀκαθαρσίας αὐτοὺς κατέσχε. Τί γὰρ, εἰπέ μοι, οἴνου ἀκαθαρτότερον, εἰ ταῦτα ἐξετάζειν χρή; τί δὲ ὕδατος, εἰπέ μοι, ᾧ μάλιστα ἐκαθαίροντο; νεκρῶν οὐχ ἥπτοντο, καὶ νεκρῷ καθηγνίζοντο· τὸ γὰρ σφαζόμενον νεκρὸν, καὶ τούτῳ ἐκαθαίροντο. Οὕτω παίδων ἦν ἡ διδασκαλία. Σκόπει δέ· Ὁ οἶνος οὐχὶ ἀπὸ κόπρου τὴν σύστασιν ἔχει; ὥσπερ γὰρ ἀπὸ τῆς γῆς ἕλκει ἡ ἄμπελος τὴν νοτίδα, οὕτω καὶ ἀπὸ τῆς κόπρου τῆς παρακειμένης. Καὶ ὅλως, εἰ βουλοίμεθα ἀκριβολογεῖσθαι, πάντα ἀκάθαρτα. Ἀλλ' οὐδὲν, εἰ βουλοίμεθα μὴ ἀκριβολογεῖσθαι, ἀκάθαρτον, ἀλλὰ πάντα καθαρά· οὐδὲν ὁ Θεὸς ἀκάθαρτον ἐποίησεν· οὐδὲν γὰρ ἀκάθαρτον, εἰ μὴ ἡ ἁμαρτία μόνη· ψυχῆς γὰρ ἅπτεται, καὶ ταύτην ῥυποῖ. Τοῦτο δὲ πρόληψίς ἐστιν ἀνθρωπίνη. Τοῖς δὲ μεμιαμμένοις, φησὶ, καὶ ἀπίστοις οὐδὲν καθαρὸν, ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις. Πῶς γὰρ ἐν τοῖς καθαροῖς ἀκάθαρτον ἂν εἴης; Ὁ ψυχὴν ἔχων ἀσθενῆ, πάντα ῥυποῖ. Εἰ δὲ ἐνσπαρῇ τοιοῦτος λογισμὸς τὸ καθαρὸν καὶ τὸ ἀκάθαρτον ζητῶν, οὐδενὸς ἅψεται· οὐδὲ γὰρ ταῦτα καθαρὰ, ἰχθῦς λέγω, καὶ τὰ ἄλλα κατὰ τὸν αὐτῶν λογισμὸν (Μεμίανται αὐτῶν, φησὶ, καὶ ὁ νοῦς καὶ ἡ συνείδησις), ἀλλὰ πάντα μιαρά. Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλὰ τί; Περιέτρεψεν εἰς αὐτοὺς τὸ πᾶν. Οὐδὲν γὰρ ἀκάθαρτον, φησὶν, ἀλλ' αὐτοὶ, καὶ ὁ νοῦς καὶ ἡ συνείδησις αὐτῶν· τούτων οὐδέν ἐστιν ἀκαθαρτότερον. Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι. Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. Τοῦτό ἐστιν ἀκαθαρσία· αὐτοί εἰσιν ἀκάθαρτοι· ἀλλὰ μὴ τούτων ἕνεκεν σιγήσῃς. Κἂν μὴ δέχωνται, φησὶ, σὺ τὰ σαυτοῦ πράττε· κἂν μὴ πείθωνται, σὺ παραίνει καὶ συμβούλευε. Ἐνταῦθα πλέον αὐτοὺς διαβάλλει. Καὶ γὰρ οἱ μαινόμενοι οὐδὲν νομίζουσιν ἑστηκέναι· ἀλλ' οὐ παρὰ τὰ ὁρώμενα τοῦτο γίνεται, ἀλλὰ παρὰ τοὺς ὁρῶντας ὀφθαλμούς. Ἐπειδὴ ἄστατοί εἰσι καὶ ἰλιγγιῶντες, νομίζουσι περιστρέφεσθαι αὐτοῖς τὴν γῆν· ἀλλ' οὐ περιστρέφεται, ἀλλ' ἕστηκε παγία· τοῦ γὰρ πάθους αὐτῶν ἡ ἀπόνοια, οὐ τοῦ στοιχείου τὸ πάθος. Οὕτω καὶ ἐνταῦθα· ὅταν ψυχὴ ἀκάθαρτος ᾖ, πάντα ἀκάθαρτα νομίζει. Ἄρα οὖν οὐ τὸ παρατηρεῖσθαι καθαρότητος, ἀλλὰ καθαρότητος τὸ πάντων κατατολμᾷν· ὁ γὰρ φύσει καθαρὸς, πάντων κατατολμᾷ, οἱ δὲ ἐῤῥυπωμένοι, οὐδενός. Τοῦτο καὶ πρὸς Μαρκίωνα ἔστιν εἰπεῖν. Ὁρᾷς ὅτι καθαρότητος τεκμήριον τίθεται τὸ παντὸς ῥύπου ἀνώτερον εἶναι, τὸ δὲ μηδενὸς ἅπτεσθαι, ἀκαθαρσίας; Οὕτω καὶ ἐπὶ Θεοῦ· ὅτι σάρκα ἀνέλαβε, τοῦτο καθαρότητος· εἰ δεδοικὼς δὲ οὐκ ἀνέλαβε, ῥύπου. Ὁ τὰ δοκοῦντα εἶναι ἀκάθαρτα μὴ ἐσθίων, οὗτός ἐστιν ἀκάθαρτος καὶ ἀσθενής· ὁ δὲ ἐσθίων, οὐκέτι. Μὴ καθαροὺς τοίνυν καλῶμεν τοὺς τοιούτους· οὗτοί εἰσιν οἱ ἀκάθαρτοι· ὁ δὲ πάντων κατατολμῶν, καθαρός. Ταύτην τὴν εὐλάβειαν ἐπὶ τῶν ῥυπούντων τὴν ψυχὴν ἐπιδείκνυσθαι χρή· ἐκεῖνο γὰρ ἀκαθαρσία, ἐκεῖνο ῥύπος· τοῦτο δὲ οὐδὲν τούτων. Ἐπεὶ καὶ οἱ στόμα ἔχοντες διεφθαρμένον νομίζουσι τὰ προσφερόμενα ἀκάθαρτα εἶναι, τοῦτο δὲ τοῦ πάθους ἐστί. Χρὴ τοίνυν τῶν καθαρῶν σφόδρα εἰδέναι καὶ τῶν ἀκαθάρτων τὴν φύσιν. Τί οὖν ἐστιν ἀκάθαρτον; Ἁμαρτία, κακία, πλεονεξία, πονηρία. Λούσασθε, φησὶ, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, φησὶ, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· ἐπεὶ καὶ αἱ παρατηρήσεις ἐκεῖναι σύμβολα ἦσαν καθαρσιῶν. Νεκροῦ, φησὶ, μὴ ἅψῃ. Τοιοῦτον γὰρ ἡ ἁμαρτία, νεκρὸν καὶ ὀδωδός. Ὁ λεπρὸς, φησὶν, ἀκάθαρτός ἐστι. Καὶ γὰρ ἡ ἁμαρτία ποικίλον καὶ πολυειδές. Καὶ ὅτι τοῦτο αἰνίττεται, ἐκ τῶν ἑξῆς δῆλον. Ἐὰν γὰρ ᾖ διαπαντὸς ἡ λέπρα καὶ καθ' ὅλου τοῦ σώματος, καθαρός ἐστιν· ἐὰν δὲ ἐν μέρει, οὐκέτι. Ὁρᾷς ὅτι τὸ ποικίλον καὶ ἐνηλλαγμένον ἐστὶ τὸ ἀκάθαρτον; Πάλιν ὁ γονοῤῥυὴς ἀκάθαρτος ἐν τῇ ψυχῇ. Λόγισαι τὸν γονοῤῥυῆ, τὸν τὰ σπέρματα ἀποβάλλοντα. Ὁ μὴ περιτμηθεὶς πάλιν ἀκάθαρτος. Ὁρᾷς πῶς οὐκ ἔστι ταῦτα ἀλληγορία, ἀλλὰ τύποι; Ὁ μὴ περιελὼν, φησὶ, τῆς ψυχῆς τὴν κακίαν. Ὁ ἐργαζόμενος ἐν τῷ σαββάτῳ, λιθάζεται· τουτέστιν, ὁ μὴ διαπαντὸς ἀνακείμενος τῷ Θεῷ, οὗτος ἀπόλλυται. Εἴδετε πόσοι τρόποι ἀκαθαρσιῶν; Ἡ ἀπὸ λέχους, φησὶν, ἀκάθαρτός ἐστι. Διὰ τί, εἰπέ μοι; Οὐχὶ σπόρον καὶ γέννησιν αὐτὸς ἐποίησε; τίνος οὖν ἕνεκεν ἀκάθαρτος ἡ γυνή; εἰ μὴ ἕτερόν τι ᾐνίττετο. Τί δὲ τοῦτό ἐστιν; Εὐλάβειαν ἐνέτικτε τῇ ψυχῇ, τῆς πορνείας ἀπήγαγε πόῤῥω. Εἰ γὰρ ἡ τεκοῦσα ἀκάθαρτος, πολλῷ μᾶλλον ἡ πορνεύουσα· εἰ τὸ τῇ γυναικὶ τῇ ἑαυτοῦ πλησιάζειν οὐ σφόδρα καθαρὸν, τὸ ἀλλοτρίᾳ μίγνυσθαι πολλῷ μᾶλλον. Ὁ ἀπὸ κήδους, φησὶν, ἀκάθαρτος· πολλῷ μᾶλλον ὁ ἀπὸ φόνου καὶ πολέμου. Καὶ πολλοὺς ἂν εὕροι τις τρόπους ἀκαθαρσιῶν, εἴ γε δεῖ πάντας ἀναλέγεσθαι. Ἀλλ' οὐ νῦν ταῦτα ἀπαιτούμεθα, ἀλλὰ μετέστη εἰς τὴν ψυχὴν τὸ πᾶν. Τὰ γὰρ σωματικὰ ἐγγυτέρω ἡμῶν· διὰ τοῦτο ἀπὸ τούτου ἐνήγαγεν· ἀλλ' οὐ νῦν· οὐ γὰρ ἔδει παρακαθέζεσθαι τοῖς τύποις, οὐδὲ προσεδρεύειν ταῖς σκιαῖς, ἀλλὰ τῆς ἀληθείας ἔχεσθαι, καὶ ταύτης ἀντιλαμβάνεσθαι. Ἀκάθαρτον ἡ ἁμαρτία· ταύτην φεύγωμεν, ταύτης ἀπεχώμεθα· Ἐὰν προσέλθῃς, φησὶ πρὸς αὐτὴν, δέξεταί σε. Οὐδὲν πλεονεξίας ἀκαθαρτότερον. Πόθεν τοῦτο δῆλον; Ἀπ' αὐτῶν τῶν πραγμάτων. Τί γὰρ οὐ μιαίνει; χεῖρας, ψυχὴν, αὐτὴν τὴν οἰκίαν, ἔνθα ἀπόκειται τὰ ἁρπαζόμενα. Πρὸς Ἰουδαίους μὲν οὖν οὐδὲν τοῦτο εἶναι δοκεῖ. Καίτοι ὀστᾶ ἐβάστασεν ὁ Μωϋσῆς τοῦ Ἰωσὴφ, καὶ ὁ Σαμψὼν ἀπὸ σιαγόνος ὄνου ἔπιε, καὶ ἀπὸ λέοντος μέλι ἔφαγε, καὶ Ἠλίας ἀπὸ κοράκων ἐτρέφετο, καὶ παρὰ γυναικὸς χήρας. Τί δὲ, εἰπέ μοι, εἰ τούτων ἕνεκεν ἀκριβολογεῖσθαι χρὴ, τὰ δέρματα τῶν βιβλίων αὐτῶν οὐ πάντων ἦν ἐναγέστερα; καὶ γὰρ ἀπὸ νεκρῶν ζώων ἐστίν. Οὐχὶ ὁ πόρνος τοίνυν ἀκάθαρτος μόνον, ἀλλὰ καὶ ἕτεροι τούτου μᾶλλον, καὶ ὁ μοιχὸς ἀκάθαρτος· ἀκάθαρτος δὲ καὶ οὗτος κἀκεῖνος, οὐ διὰ τὴν μίξιν· ἐπεὶ κατὰ τοῦτον τὸν λόγον καὶ ὁ γυναικὶ ἰδίᾳ πλησιάζων, ἀκάθαρτος· ἀλλὰ διὰ τὴν ἀδικίαν καὶ τὴν πλεονεξίαν, ὅτι τὸν ἀδελφὸν ἐπλεονέκτησεν ἐν τοῖς ἀναγκαιοτάτοις. Ὁρᾷς ὅτι ἡ κακία ἀκάθαρτον; Καὶ ὁ μὲν δύο γυναῖκας ἔχων οὐκ ἦν ἀκάθαρτος· καὶ πολλὰς ἔχων ὁ Δαυῒδ οὐκ ἦν ἀκάθαρτος· ἐπειδὴ δὲ μίαν ἔσχε παρανόμως, ἀκάθαρτος γέγονε. Διὰ τί; Ὅτι ἠδίκησεν, ὅτι ἐπλεονέκτησε. Καὶ ὁ πόρνος δὲ οὐ διὰ τοῦτο ἀκάθαρτος διὰ τὴν μίξιν, ἀλλὰ διὰ τὸν τρόπον, ὅτι ἀδικεῖ τὸ γύναιον, καὶ ἀλλήλους ἀδικοῦσι τὴν γυναῖκα ποιοῦντες κοινὴν, καὶ τοὺς τῆς φύσεως ἀνατρέποντες νόμους· ἑνὸς γὰρ αὐτὴν ἔδει εἶναι. Ἄρσεν γὰρ, φησὶ, καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ εἶπεν, Ἔσονται οἱ δύο εἰς σάρκα μίαν· οὐχ οἱ πολλοὶ, ἀλλ' Οἱ δύο εἰς σάρκα μίαν. Καὶ ἐνταῦθα τοίνυν ἀδικία ἐστὶ, καὶ διὰ τοῦτο πονηρὸν τὸ πρᾶγμα. Ὁ θυμὸς πάλιν ὅταν ὑπερβῇ τὰ μέτρα, ἀκάθαρτον ποιεῖ τὸν ἄνθρωπον, οὐ διὰ τὴν ὀργὴν, ἀλλὰ διὰ τὸν τρόπον· ἐπεὶ καὶ τοῦτο πρόσκειται, Ὁ ὀργιζόμενος, οὐχ ἁπλῶς, ἀλλὰ, εἰκῆ. Ὥστε πανταχοῦ τὸ τοῦ πλείονος ἐφίεσθαι, ἀκάθαρτον· ἀπὸ γὰρ ἀπληστίας καὶ τοῦ ἀκορέστου τὸ πρᾶγμα τίκτεται. Νήφωμεν τοίνυν, παρακαλῶ, καθαροὶ γενώμεθα τὴν ἀληθῆ καθαρότητα, ἵνα τὸν Θεὸν ἰδεῖν καταξιωθῶμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Titum (homiliae 1-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg166.local001/.
