# In epistulam ad Titum (homiliae 1-6) 3.1-6

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Titum (homiliae 1-6), Καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. Ταῦτά ἐστι καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις. Μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιίστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν νουθεσίαν καὶ δευτέραν παραιτοῦ· εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-titum-homiliae-1-6/3.1-6

Αὕτη γὰρ μήτηρ ἀγάπης ἐστὶν, ἀγάπης τῆς τὸν Χριστιανισμὸν χαρακτηριζούσης, τῆς τῶν σημείων ἁπάντων μείζονος, δι' ἧς οἱ μαθηταὶ φαίνονται τοῦ Χριστοῦ· αὕτη φάρμακόν ἐστι τῶν ἡμετέρων ἁμαρτημάτων, σμῆγμα τοῦ ῥύπου τῆς ἡμετέρας ψυχῆς, κλῖμαξ εἰς τὸν οὐρανὸν ἐστηριγμένη· αὕτη τοῦ Χριστοῦ τὸ σῶμα συνδεῖ. Βούλεσθε μαθεῖν ὅσον ἀγαθὸν αὕτη ἐστίν; Ἐπὶ τῶν ἀποστόλων πάντες τὰ ἑαυτῶν πωλοῦντες ἔφερον πρὸς αὐτοὺς, ἃ καὶ διεδίδοτο· Διεδίδοσαν γὰρ, φησὶν, ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν. Εἰπὲ γάρ μοι, καὶ χωρὶς τῶν μελλόντων (μήπω γὰρ περὶ τῆς βασιλείας νῦν κινήσωμεν. ἀλλ' ἐν τῷ παρόντι ἴδωμεν) τίνες κερδαίνουσιν, οἱ λαμβάνοντες, ἢ οἱ δόντες; Ἐκεῖνοι μὲν γὰρ ἐγόγγυζον, καὶ διεπληκτίζοντο πρὸς ἀλλήλους· οὗτοι δὲ εἶχον ψυχὴν μίαν· Ἦν γὰρ, φησὶν, ἁπάντων ἡ καρδία καὶ ἡ ψυχὴ μία, καὶ χάρις ἦν ἐπὶ πάντας αὐτοὺς, καὶ μετὰ πολλῆς ὠφελείας διῆγον. Ὁρᾷς ὅτι καὶ ἐντεῦθεν ἐκεῖνοι ἐκέρδαινον; Εἰπὲ δή μοι, τίνων ἂν ἠθέλησας εἶναι, τῶν τὰ αὐτῶν ῥιπτούντων καὶ οὐδὲν ἐχόντων, ἢ τῶν καὶ τὰ ἑτέρων λαμβανόντων; Ὅρα τὸν καρπὸν τῆς ἐλεημοσύνης· τὰ διαφράγματα καὶ τὰ κωλύματα ἀνῃρέθη, καὶ εὐθέως συνήφθησαν αὐτῶν αἱ ψυχαί· Πάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. Ὥστε καὶ χωρὶς τῆς ἐλεημοσύνης τὸ τὰ χρήματα κενοῦν πολὺ ἔχει τὸ κέρδος. Ταῦτα δέ μοι εἴρηται, ἵνα οἱ κλῆρον παρὰ προγόνων μὴ διαδεξάμενοι, μὴ ἀλγῶσι μηδὲ κατηφιῶσιν, ὡς ἔλαττον τῶν πλουτούντων ἔχοντες· μείζονα γὰρ ἔχουσιν, ἂν ἐθέλωσι. Καὶ γὰρ καὶ πρὸς ἐλεημοσύνην μετὰ πλείονος ἥξουσι τῆς εὐκολίας, καθάπερ ἡ χήρα, καὶ τῆς πρὸς τὸν πλησίον ἔχθρας οὐδεμίαν ἕξουσιν ἀφορμὴν, καὶ πάντων ἔσονται ἐλευθερώτεροι· οὐδεὶς ἀπειλῆσαι δυνήσεται τῷ τοιούτῳ δήμευσιν, ἀλλ' ἔστιν ἀνώτερος τοῦ παθεῖν κακῶς. Καὶ καθάπερ τοὺς γυμνοὺς φεύγοντας οὐδεὶς ἂν ταχέως κατάσχοι, τῶν δὲ πολλὰ περιβεβλημένων καὶ ἐπισυρομένων ῥᾳδίως ἄν τις ἐπιλάβοιτο· οὕτω καὶ ὁ πλούσιος, καὶ ὁ πένης ἐστίν. Ὁ μὲν γὰρ, κἂν ἁλῷ, εὐκόλως διαδρᾶναι δυνήσεται· ὁ δὲ, κἂν μὴ κατασχεθῇ, τοῖς ἑαυτοῦ σχοινίοις συμποδίζεται, φροντίσι μυρίαις, ἀθυμίαις, ὀργαῖς, παροξυσμοῖς. Ταῦτα πάντα καταχωννύει τὴν ψυχήν· καὶ οὐ ταῦτα μόνα, ἀλλὰ καὶ ἄλλα πολλὰ, ἅπερ ἀπὸ τοῦ πλούτου ἐπισυρόμεθα. Καὶ γὰρ μετριάζειν δυσκολώτερον τὸν πλούσιον ἢ τὸν πένητα, καὶ ἐν εὐτελείᾳ ζῇν, καὶ θυμοῦ ἀπηλλάχθαι δυσκολώτερον τοῦτον ἢ ἐκεῖνον. Οὐκοῦν πλείονα, φησὶν, ἕξει μισθόν; Οὐδαμῶς. Διὰ τί, εἴ γε τὰ δύσκολα κατορθοῖ; Ὅτι αὐτὸς ἑαυτῷ τὰς δυσκολίας ἐπενόησεν· οὐ γὰρ ἐπιτέτακται πλουτεῖν, ἀλλὰ καὶ τοὐναντίον· ἑαυτῷ δὲ μυρία σκάνδαλα καὶ κωλύματα κατασκευάζει. Ἄλλοι δὲ οὐ μόνον τὰ χρήματα ἀποτίθενται, ἀλλὰ καὶ τοῦ σώματος τὸ πλέον κατατήκουσιν, ὡς στενὴν ὁδεύοντες ὁδόν· σὺ δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ αὔξεις τὴν κάμινον τῶν παθῶν, καὶ ἕτερα περιβάλλεις. Οὐκοῦν εἰς τὴν εὐρύχωρον ἄπιθι· ἐκείνη γάρ ἐστιν ἡ τοὺς τοιούτους δεχομένη· ἡ δὲ στενὴ τοὺς θλιβομένους, τοὺς ἐστενωμένους, τοὺς οὐδὲν βαστάζοντας, ἀλλ' ἢ ταῦτα τὰ φορτία, ἃ δι' αὐτῆς κομίζεσθαι δυνατὸν, ἐλεημοσύνην, φιλανθρωπίαν, χρηστότητα, ἐπιείκειαν. Ἂν ταῦτα βαστάζῃς, εὐκόλως δυνήσῃ εἰσελθεῖν· ἂν δὲ ἀπόνοιαν καὶ φλεγμονὴν ψυχῆς, καὶ τὸ τῶν ἀκανθῶν φορτίον, τὸν πλοῦτον, πολλῆς σοι δεῖ τῆς εὐρυχωρίας. Οὐδὲ γὰρ εἰς τὸν ὄχλον ἐμβῆναί σοι δυνατὸν, ὥστε μὴ ἑτέρους πλήττειν ἄνωθεν ἐπιφερόμενον, ἀλλ' ἔδει πολλῆς διαστάσεως ἐνταῦθα. Ὁ μέντοι ἀποφέρων χρυσίον καὶ ἀργύριον, τὰ τῆς ἀρετῆς λέγω κατορθώματα, οὐ μόνον φεύγοντας οὐκ ἔχει τοὺς πλησίον, ἀλλὰ καὶ πλησίον γινομένους καὶ συνδυάζοντας. Πλὴν εἰ ὁ πλοῦτος αὐτὸς ἄκανθά ἐστι, τί ἡ πλεονεξία; τίνος ἕνεκεν ταύτην ἀπάγεις ἐκεῖ; ἵνα μείζονα τὴν φλόγα ἐργάσῃ, φορτία ὑποτιθεὶς τῷ πυρί; οὐ γὰρ ἀρκεῖ τὸ τῆς γεέννης πῦρ; Ἐννόησον οἱ τρεῖς παῖδες πῶς περιεγένοντο τῆς καμίνου· ἐκείνην νόμισον γέενναν εἶναι· μετὰ θλίψεως ἐνέπεσον εἰς αὐτὴν δεδεμένοι καὶ συμπεπεδημένοι· ἀλλὰ πολλὴν εὗρον ἔνδον τὴν εὐρυχωρίαν· ἀλλ' οὐχ οἱ ἔξωθεν περιεστῶτες.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Titum (homiliae 1-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg166.local001/.
