# In epistulam ad Titum (homiliae 1-6) 4.1-4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Titum (homiliae 1-6), Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι· προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-titum-homiliae-1-6/4.1-4

Οὐδὲν γὰρ τῆς ἀνθρωπίνης θηριωδίας χεῖρον ἦν πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας· ὥσπερ γὰρ ἐχθροὶ καὶ πολέμιοι πάντες διέκειντο πρὸς ἀλλήλους· τοὺς παῖδας ἔσφαζον τοὺς ἑαυτῶν πατέρες, καὶ μητέρες παισὶν ἐπεμαίνοντο· οὐδὲν ἦν ἑστηκὸς, οὐ φυσικὸς, οὐ γραπτὸς νόμος, ἀλλὰ ἀνατέτραπτο ἅπαντα· μοιχεῖαι διηνεκεῖς, φόνοι, καὶ εἴ τι φόνων χαλεπώτερον, κλοπαὶ (φησὶ δέ τις τῶν ἔξωθεν, ὅτι καὶ ἀρετῆς τὸ πρᾶγμα ἐδόκει εἶναι· καὶ εἰκότως, ὅπου γε καὶ θεὸν τοιοῦτον ἔσεβον), χρησμοὶ συνεχεῖς τὸν δεῖνα ἀναιρεῖσθαι καὶ τὸν δεῖνα κελεύοντες. Εἴπω τι τῶν κατ' ἐκεῖνον τὸν χρόνον; Ἀνδρόγεώς τις τοῦ Μίνωος υἱὸς ἐλθὼν εἰς Ἀθήνας καὶ πάλην νικήσας, δίκην ἐδίδου, καὶ ἀνῃρέθη. Ὁ οὖν Ἀπόλλων κακῷ τὸ κακὸν ἰώμενος, ἐκέλευσε δὶς ἑπτὰ παῖδας ἀπάγεσθαι ὑπὲρ τούτου. Τί ταύτης τῆς τυραννίδος ὠμότερον; Καὶ τοῦτο ἐγένετο, καὶ ἄνθρωπος τοῦ δαίμονος τὴν μανίαν λῦσαι ἐπελθὼν, ἔσφαξε τοὺς παῖδας ἐκείνους, ὅτι παρ' αὐτοῖς ἡ ἀπάτη ἴσχυεν· ἐπειδὴ δὲ διανέστησαν καὶ ἤμυναν ἑαυτοῖς, οὐκέτι. Εἰ μὲν οὖν δικαίως τὸ πρᾶγμα ἐγίνετο, οὐκ ἐχρῆν κωλυθῆναι· εἰ δὲ ἀδίκως, ὥσπερ οὖν καὶ ἀδίκως, οὐδὲ παρὰ τὴν ἀρχὴν ἐπιταγῆναι. Πύκτας προσεκύνουν καὶ παλαιστάς. Πόλεμοι συνεχεῖς καὶ ἐπάλληλοι, κατὰ πόλιν, κατὰ κώμην, κατὰ οἰκίαν. Ἐπαιδεράστουν· καὶ παρ' αὐτοῖς φιλόσοφός τις ἐνομοθέτει, δούλῳ ἐξεῖναι μήτε παιδεραστεῖν, μήτε ξηραλοιφεῖν, ὡς ἐναρέτου τοῦ πράγματος ὄντος καὶ πολλὴν ἔχοντος τιμήν. Διὰ τοῦτο καὶ ἐπ' οἰκήματος εἱστήκεισαν φανερῶς τοῦτο ποιοῦντες. Καὶ εἰ πάντα τις ἐπέλθοι τὰ κατ' αὐτοὺς, εὑρήσει φανερῶς ὅτι καὶ εἰς τὴν φύσιν αὐτὴν ἐνύβριζον, καὶ οὐδεὶς ὁ κωλύων ἦν· ἀλλὰ τὰ δράματα αὐτοῖς πάντα τούτων γέμει, μοιχείας, ἀσελγείας, διαφθορᾶς. Παννυχίδες ἐγίνοντο μιαραὶ, καὶ γυναῖκες ἐκαλοῦντο ἐπὶ τὴν θέαν. Ὢ τῆς μιαρίας. ἐν νυκτὶ, ἐν θεάτρῳ παννυχὶς ἦν, καὶ παρθένος ἐκάθητο μεταξὺ νέων μεμηνότων καὶ μεθύοντος ὄχλου .. Τὸ σκότος ἦν ἡ πανήγυρις, καὶ τὰ μυσαρὰ ἔργα τὰ ὑπ' αὐτῶν τελούμενα. Διὰ τοῦτό φησιν· Ἦμέν ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις. Ὁ δεῖνα τῆς μητρυιᾶς ἠράσθη, φησὶ, καὶ ἡ δεῖνα τοῦ προγόνου, καὶ ἀπήγξατο. Τοὺς γὰρ τῶν παίδων ἔρωτας, οὕσπερ αὐτοῖς παιδικὰ καλεῖν ἔθος ἐστὶν, οὐδὲ εἰπεῖν ἔνι. Ἀλλὰ τί; βούλει μητρογαμίας ἰδεῖν; Ἔστι καὶ τοῦτο παρ' αὐτοῖς, καὶ τὸ δὴ δεινὸν, ὑπὸ ἀγνοίας τὸ πρᾶγμα ἐγίνετο, καὶ οὐκ ἐκώλυεν ὁ θεὸς ὁ παρ' αὐτοῖς, ἀλλὰ περιεώρα τὴν φύσιν ὑβριζομένην, καὶ ταῦτα τῶν ἐπισήμων οὖσαν Εἰ δὲ οὓς εἰκὸς, εἰ καὶ μὴ δι' ἕτερόν τι, διὰ γοῦν τὴν τῶν πολλῶν δόξαν ἀντέχεσθαι τῆς ἀρετῆς, οὗτοι δὲ οὕτω πρηνεῖς κατὰ τῆς κακίας ἐφέροντο· τί εἰκὸς τοὺς πολλοὺς καὶ λανθανόντως βιοῦντας διαπράττεσθαι; τί ποικιλώτερον ταύτης τῆς ἡδονῆς; Ἠράσθη ἡ δεῖνα τοῦ δεῖνος· ἐπανελθόντα τὸν ἄνδρα ἔσφαξε διὰ τοῦ μοιχοῦ. Τάχα ἴστε τὸ διήγημα οἱ πολλοί. Τὸν μοιχὸν ἀνεῖλεν ὁ παῖς τοῦ φονευθέντος, κἀκείνην ἐπέθυσε· μετὰ ταῦτα ἐμάνη καὶ αὐτὸς, καὶ ταῖς ἐριννύσιν ἠλαύνετο· εἶτα αὐτὸς οὕτως ὁ μανεὶς ἀπελθὼν ἔσφαξεν ἕτερον, καὶ τὴν ἐκείνου γυναῖκα λαμβάνει. Τί τούτων χεῖρον τῶν συμφορῶν; Τούτου χάριν ταῦτα λέγω ἀπὸ τῶν ἔξωθεν, ἵνα τοὺς Ἕλληνας πείσω, πόσα κατεῖχε τὴν οἰκουμένην κακά. Ἀλλ', εἰ βούλεσθε, καὶ ἀπὸ τῶν ἡμετέρων δεικνύωμεν. Ἔθυσαν, φησὶ, τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις. Καὶ πάλιν οἱ τὰ Σόδομα οἰκοῦντες δι' οὐδὲν ἕτερον ἀπώλοντο, ἢ ὅτι παισὶν ἐπεμαίνοντο. Ἀλλὰ πάλιν ἐν προοιμίοις τῆς τοῦ Χριστοῦ παρουσίας οὐχὶ ἡ τοῦ βασιλέως θυγάτηρ ἐν μέσοις ὠρχεῖτο τοῖς συμποσίοις ἐν ἀνθρώποις μεθύουσιν; οὐχὶ φόνον ᾔτει, καὶ ὀρχήσεως τιμὴν τὴν κεφαλὴν τοῦ προφήτου; Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; Στυγητοὶ, φησὶ, μισοῦντες ἀλλήλους. Ἀνάγκη γὰρ πάντως, ὅταν πάσας τῇ ψυχῇ ἐπαφῶμεν τὰς ἡδονὰς, πολὺ τὸ μῖσος γίνεσθαι. Διὰ τί; Ὅτι οὗ μετὰ ἀρετῆς ἡ ἀγάπη, οὐδεὶς οὐδένα πλεονεκτεῖ. Ὅρα καὶ ὁ Παῦλος τί φησι. Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε πλεονέκται, οὐ λοίδοροι, οὐ μέθυσοι βασιλείαν Θεοῦ κληρονομήσουσι. Καὶ ταῦτά τινες ἦτε. Ὁρᾷς πῶς πᾶν κακίας εἶδος ἐπεπόλαζε, καὶ πολλή τις ἦν ἡ ἀχλὺς, καὶ τὸ δίκαιον διεφθείρετο; Εἰ γὰρ οἱ προφητείας ἀπολαύοντες, καὶ τοσαῦτα ὁρῶντες γινόμενα κακὰ καὶ ἐν τοῖς πολεμίοις καὶ ἐν ἑαυτοῖς, ὅμως οὐκ ἠνείχοντο, ἀλλὰ μυρία καινὰ εἰργάζοντο· τί ἂν οἱ ἄλλοι; Ἀλλά τις πάλιν παρ' αὐτοῖς παρθένους γυμνὰς ἐκέλευε παλαίειν ἐπ' ὄψεσιν ἀνθρώπων. Πολλὰ ὑμῖν γένοιτο ἀγαθὰ, ὅτι οὐδὲ τὸ ῥῆμα ἀκοῦσαι φέρετε· αὐτὸ δὲ τὸ πρᾶγμα οἱ φιλόσοφοι οὐκ ᾐσχύνοντο. Ἕτερος δέ τις φιλόσοφος, ὁ κορυφαῖος αὐτῶν, καὶ εἰς πολέμους αὐτὰς ἐξάγει, καὶ κοινὰς εἶναι κελεύει, ὡς μαστροπός τις ὢν καὶ προαγωγός. Ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, φησίν. Εἰ γὰρ οἱ φιλοσοφοῦντες παρ' αὐτοῖς τοιαῦτα ἐνομοθέτουν, τί ἂν εἴποιμεν περὶ τῶν μὴ φιλοσοφησάντων; εἰ οἱ τὸ γένειον ἔχοντες βαθὺ, καὶ τὸν τρίβωνα ἀναβεβλημένοι τοιαῦτα λέγουσι, τί ἂν εἴποιμεν περὶ ἑτέρων; Οὐ διὰ τοῦτο γέγονεν ἡ γυνὴ, ἄνθρωπε, ὥστε κοινῇ πᾶσι προκεῖσθαι. Ὦ πάντα ἀνατρέποντες ὑμεῖς· οἱ τοῖς μὲν ἄῤῥεσιν ὡς θηλείαις μιγνύμενοι, τὰς δὲ θηλείας ὡς ἄνδρας εἰς πόλεμον ἐξάγοντες· τοῦτο γὰρ ἔργον τοῦ διαβόλου, τὸ πάντα συγχέειν καὶ ἀνατρέπειν, καὶ τὰ ἐξ ἀρχῆς τεθέντα ὅρια διασαλεύειν καὶ μεταίρειν ἃ Θεὸς ἔθετο τῇ φύσει. Τῇ μὲν γὰρ γυναικὶ τὸ οἰκουρεῖν μόνον ἔδωκεν ὁ Θεὸς, τῷ δὲ ἀνδρὶ τὰ δημόσια πράττειν· σὺ δὲ τὴν κεφαλὴν εἰς τοὺς πόδας κατάγεις, καὶ τοὺς πόδας εἰς τὴν κεφαλὴν ἀνάγεις. Γυναῖκας ὁπλίζεις, καὶ οὐκ αἰσχύνῃ; Τί δὲ ταῦτα λέγω; εἰσάγουσί τινα παρ' αὐτοῖς γυναῖκα καὶ παῖδας ἀνελοῦσαν, καὶ οὐκ αἰσχύνονται οὐδὲ ἐντρέπονται τοιαῦτα μυσαρὰ διηγήματα εἰς τὰς τῶν ἀνθρώπων ἀκοὰς ἐμβάλλοντες. Ὅτε δὲ ἡ χρηστότης, φησὶ, καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον, ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν, ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι, κληρονόμοι γενηθῶμεν κατ' ἐλπίδα ζωῆς αἰωνίου. Τί ἔστι, Κατ' ἐλπίδα; Τουτέστι, Καθὼς ἠλπίσαμεν, οὕτως ἀπολαύσομεν· ἢ ὅτι Ἤδη καὶ κληρονόμοι ἐστέ. Πιστὸς ὁ λόγος. Ἐπειδὴ γὰρ περὶ μελλόντων διελέχθη καὶ οὔπω παρόντων, ἐπήγαγε τὸ ἀξιόπιστον. Ἀληθῆ ταῦτά ἐστι, φησὶ, καὶ δῆλον ἐκ τῶν φθασάντων. Ὁ γὰρ τοσαύτης ἡμᾶς ἀνομίας ἀπαλλάξας καὶ τοσούτων κακῶν, εὔδηλον ὅτι καὶ τῶν μελλόντων ἡμῖν μεταδώσει πάντως ἐπιμείνασι τῇ χάριτι· ἀπὸ γὰρ τῆς αὐτῆς κηδεμονίας ἅπαντα γίνεται.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Titum (homiliae 1-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg166.local001/.
