# In epistulam ad Titum (homiliae 1-6) 4.1-5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Titum (homiliae 1-6), Καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. Ταῦτά ἐστι καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις. Μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιίστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν νουθεσίαν καὶ δευτέραν παραιτοῦ· εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-titum-homiliae-1-6/4.1-5

Τοιοῦτόν τι ἔσται καὶ νῦν, ἐὰν βουλώμεθα γενναίως καὶ ἀνδρείως ἵστασθαι πρὸς τοὺς ἐπαγομένους πειρασμούς· ἂν εἰς τὸν Θεὸν ἔχωμεν τὰς ἐλπίδας, ἐσόμεθα μὲν ἡμεῖς ἐν ἀσφαλείᾳ καὶ εὐρυχωρίᾳ, οἱ δὲ ἐμβάλλοντες ἡμᾶς ἀπολοῦνται· Ὁ γὰρ ὀρύσσων βόθρον, φησὶν, ἐμπεσεῖται εἰς αὐτόν. Κἂν τὰς χεῖρας δήσωσι, κἂν τοὺς πόδας, ἡ θλῖψις λῦσαι δυνήσεται. Ὅρα γὰρ τὸ θαυμαστόν· οὓς ἔδησαν ἄνθρωποι, τούτους ἔλυσε τὸ πῦρ. Καθάπερ γὰρ εἴ τις παραδοίη τινὰς τοῖς οἰκέταις τῶν φίλων, οὗτοι δὲ τὴν φιλίαν αἰδούμενοι τοῦ δεσπότου, οὐ μόνον αὐτοῖς οὐ λυμαίνονται, ἀλλὰ καὶ πολλῆς μεταδιδόασι τιμῆς· οὕτω καὶ τὸ πῦρ, ἐπειδὴ ἐπέγνω ὅτι φίλοι τοῦ Δεσπότου αὐτοῦ εἰσιν οἱ παῖδες ἐκεῖνοι, καὶ διέῤῥηξεν αὐτῶν τὰ δεσμὰ, καὶ ἔλυσεν αὐτοὺς καὶ ἀφῆκε, καὶ ἔδαφος αὐτοῖς ἐγίνετο, καὶ κατεπατεῖτο ὑπ' αὐτῶν, εἰκότως· ὑπὲρ γὰρ τῆς δόξης ἐνεβέβληντο τοῦ Θεοῦ. Ὅσοι ἐν θλίψεσίν ἐσμεν, ταῦτα κατέχωμεν τὰ ὑποδείγματα. Ἀλλ' ἰδοὺ, φησὶν, ἐκεῖνοι ἀπηλλάγησαν τῆς θλίψεως, ἡμεῖς δὲ οὔ. Καὶ εἰκότως, ἐπειδὴ οὐχ οὕτως ἐνέβησαν εἰς τὴν κάμινον ἐκεῖνοι, ὡς ἀπαλλαγησόμενοι, ἀλλ' ὡς τεθνηξόμενοι τέλεον· ἄκουε γὰρ αὐτῶν λεγόντων· Ἔστι Θεὸς ἐν οὐρανοῖς, ὃς ῥύσεται ἡμᾶς· καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν. Ἡμεῖς δὲ ὡς πραγματευόμενοι τοῦ Θεοῦ τὰς παιδείας, καὶ χρόνον ὁρίζομεν λέγοντες· Ἐὰν μέχρι τοσοῦδε μὴ ἐλεήσῃ. Διὰ τοῦτο οὐκ ἀπαλλαττόμεθα. Ἐπεὶ καὶ ὁ Ἀβραὰμ οὐχ ὡς σῶον ληψόμενος τὸν υἱὸν, οὕτως ἀπήρχετο, ἀλλ' ὡς σφαγιάσων· καὶ παρὰ προσδοκίαν σῶον ἔλαβε. Καὶ σὺ ὅταν ἐμπέσῃς εἰς θλῖψιν, μὴ ταχύνῃς, μὴ σπεύσῃς ἀπαλλαγῆναι, παρασκεύασον τὴν διάνοιάν σου πρὸς πᾶσαν ὑπομονὴν, καὶ ἀπαλλαγήσῃ ταχέως τῆς θλίψεως· διὰ γὰρ τοῦτο καὶ ἐπάγει αὐτὴν ὁ Θεὸς, ἵνα παιδεύσῃ. Ὅταν οὖν ἐκ προοιμίων παιδευθῶμεν φέρειν, καὶ μὴ ἀλύωμεν, ἀνίησι λοιπὸν, ὡς τοῦ παντὸς κατωρθωμένου. Βούλομαί τι διήγημα πρὸς ὑμᾶς εἰπεῖν χρήσιμον, καὶ πολλὴν ἔχον τὴν ὠφέλειαν. Τί δὲ τοῦτό ἐστι; Διωγμοῦ ποτε κατειληφότος, καὶ πολέμου σφοδροῦ κατὰ τῆς Ἐκκλησίας ἀναῤῥιπισθέντος, δύο τινὲς συνελήφθησαν ἄνδρες· καὶ ὁ μὲν ἕτοιμος ἦν πᾶν ὁτιοῦν παθεῖν, ὁ δὲ πρὸς μὲν τὸ ἀποτμηθῆναι τὴν κεφαλὴν καὶ αὐτὸς ἕτοιμος καὶ γενναῖος, πρὸς δὲ τὰς ἄλλας βασάνους δεδοικὼς καὶ τρέμων. Ὅρα τοίνυν τὴν οἰκονομίαν· Ἐπειδὴ ἐκάθισεν ὁ δικαστὴς, τὸν μὲν ἕτοιμον ὄντα πᾶν ὁτιοῦν παθεῖν, ἐκέλευσεν ἀποτμηθῆναι τὴν κεφαλήν· ἐκεῖνον δὲ ἀναρτήσας κατέξαινε, καὶ οὐχ ἅπαξ οὐδὲ δεύτερον, ἀλλὰ πάσας περιάγων τὰς πόλεις. Τί δήποτε τοῦτο συνεχωρήθη; Ἵνα τὸ ἠμελημένον αὐτοῦ τῆς διανοίας ἀνακτήσηται διὰ τῶν βασάνων, ἵνα τὴν δειλίαν πᾶσαν ἐκβάλῃ, ἵνα μηκέτι ᾖ δεδοικὼς μηδὲ ὀκνῶν μηδὲ τρέμων πρὸς τὸ πρᾶγμα. Καὶ Ἰωσὴφ δὲ ὅτε μάλιστα ἠπείγετο ἐξελθεῖν, τότε μάλιστα ἐναπέμεινεν· ἄκουε γὰρ αὐτοῦ λέγοντος, Κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων· καὶ, Μνήσθητί μου, φησὶ, πρὸς τὸν βασιλέα. Διὰ τοῦτο ἐναπέμεινεν, ἵνα μάθῃ ὅτι οὐ χρὴ θαῤῥεῖν, οὐδὲ ἐπελπίζειν ἀνδράσιν, ἀλλὰ τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίπτειν. Ταῦτα οὖν εἰδότες, χάριν ὁμολογῶμεν τῷ Θεῷ, καὶ πάντα πράττωμεν τὰ πρὸς τὸ συμφέρον· ἵνα τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Titum (homiliae 1-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg166.local001/.
