Ancient Greek
Παῦλος κλητὸς ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ, καὶ Σωσθένης ὁ ἀδελφὸς, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 1.1
Not analysed yet
Ὅρα πῶς εὐθέως ἐκ προοιμίων τὸν τῦφον κατέβαλε, καὶ χαμαὶ ἔῤῥιψε πᾶσαν αὐτῶν τὴν οἴησιν, κλητὸν ἑαυτὸν εἰπών. Οὐ γὰρ αὐτὸς εὗρον, φησὶν, ὅπερ ἔμαθον, οὐδὲ οἰκείᾳ κατέλαβον σοφίᾳ, ἀλλὰ διώκων καὶ πορθῶν τὴν Ἐκκλησίαν, ἐκλήθην. Ἐνταῦθα δὲ τοῦ μὲν καλοῦντος τὸ πᾶν· τοῦ δὲ κληθέντος οὐδὲν, ὡς εἰπεῖν, γίνεται, ἢ τὸ ὑπακοῦσαι μόνον. Χριστοῦ Ἰησοῦ. Ὁ διδάσκαλος ὑμῶν Χριστός· καὶ ὑμεῖς ἀνθρώπους ἐπιγράφεσθε τῆς διδασκαλίας προστάτας· Διὰ θελήματος Θεοῦ. Ὁ γὰρ Θεὸς τοῦτο ἠθέλησε τὸ οὕτως ὑμᾶς σωθῆναι. Οὐδὲν γὰρ ἡμεῖς κατωρθώσαμεν, ἀλλὰ διὰ τοῦ θελήματος τοῦ Θεοῦ τὴν σωτηρίαν εὑράμεθα· καὶ ἐπειδὴ αὐτῷ ἔδοξεν, ἐκλήθημεν, οὐκ ἐπειδὴ ἄξιοι ἦμεν. Πάλιν μετριάζει, συντάττων ἑαυτῷ τὸν ἐλάττονα πολλῷ· καὶ γὰρ πολὺ τὸ μέσον ἦν Παύλου καὶ Σωσθένους. Εἰ δὲ, ἔνθα τοσοῦτον ἦν τὸ μέσον, συνέταξεν ἑαυτῷ τὸν καταδεέστερον, τί ἂν ἔχοιεν εἰπεῖν ἐκεῖνοι οἱ τοὺς ὁμοτίμους ὑπερορῶντες; Τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Οὐ τοῦδε καὶ τοῦδε, ἀλλὰ τοῦ Θεοῦ. Τῇ οὔσῃ ἐν Κορίνθῳ. Ὁρᾷς πῶς καθ' ἑκάστην λέξιν κατέβαλεν αὐτῶν τὸ φύσημα, τὴν διάνοιαν ἐθίζων διὰ πάντων πρὸς τὸν οὐρανόν; Ἐκκλησίαν δὲ Θεοῦ καλεῖ, δεικνὺς ὅτι ἡνῶσθαι αὐτὴν χρή. Εἰ γὰρ Θεοῦ ἐστιν, ἥνωται, καὶ μία ἐστὶν, οὐκ ἐν Κορίνθῳ μόνον, ἀλλὰ καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ. Τὸ γὰρ τῆς Ἐκκλησίας ὄνομα οὐ χωρισμοῦ, ἀλλὰ ἑνώσεώς ἐστι καὶ συμφωνίας ὄνομα. Ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ. Πάλιν τοῦ Ἰησοῦ τὸ ὄνομα. οὐδαμοῦ ἀνθρώπων τίθησι. Τί δέ ἐστιν ὁ ἁγιασμός; Τὸ λουτρὸν, ὁ καθαρισμός. Ἀναμιμνήσκει γὰρ αὐτοὺς τῆς οἰκείας ἀκαθαρσίας, ἧς ἀπήλλαξε, καὶ πείθει μικρὰ φρονεῖν· οὐ γὰρ ἐν τοῖς οἰκείοις κατορθώμασιν, ἀλλ' ἐν τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ ἡγιάσθησαν. Κλητοῖς ἁγίοις. Καὶ γὰρ τοῦτο αὐτὸ τὸ πίστει σωθῆναι, φησὶν, οὐκ ἐξ ὑμῶν· οὐ γὰρ προσήλθετε πρῶτοι, ἀλλ' ἐκλήθητε. Ὥστε οὐδὲ τὸ μικρὸν τοῦτο, ὑμέτερον ὅλον. Καίτοι εἰ καὶ προσήλθετε, μυρίων ὄντες ὑπεύθυνοι κακῶν, οὐδὲ οὕτως ὑμῖν χάρις, ἀλλὰ τῷ Θεῷ. Διὰ τοῦτο καὶ Ἐφεσίοις γράφων ἔλεγε· Χάριτί ἐστε σεσωσμένοι διὰ πίστεως, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν. Οὐδὲ ἡ πίστις ὑμῶν ὁλόκληρος· οὐ γὰρ ὑμεῖς ἐπιστεύσατε προλαβόντες, ἀλλὰ κληθέντες ὑπηκούσατε. Σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οὐ τοῦ δεῖνος καὶ τοῦ δεῖνος, ἀλλὰ Τὸ ὄνομα τοῦ Κυρίου. Ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν. Εἰ γὰρ καὶ πρὸς Κορινθίους τὰ γράμματά ἐστι γεγραμμένα μόνον, ἀλλὰ καὶ πάντων τῶν ἐν πάσῃ τῇ γῇ μέμνηται πιστῶν, δεικνὺς ὅτι τὴν ἐπὶ τῆς οἰκουμένης μίαν δεῖ εἶναι Ἐκκλησίαν, καίτοι τόποις πολλοῖς κεχωρισμένην, καὶ πολλῷ μᾶλλον τὴν ἐν Κορίνθῳ. Εἰ δὲ ὁ τόπος χωρίζει, ἀλλ' ὁ Κύριος αὐτοὺς συνάπτει κοινὸς ὤν· διὸ καὶ ἑνῶν αὐτοὺς ἐπήγαγε τὸ, Ἡμῶν τε καὶ αὐτῶν. Πολὺ δὲ τοῦτο ἐκείνου κυριώτερον. Ὥσπερ γὰρ οἱ ἐν ἑνὶ τόπῳ ὄντες, ὅταν πολλοὺς ἔχωσιν ἐναντίους δεσπότας, διεσπασμένοι εἰσὶ, καὶ οὐδὲν ἀπὸ τοῦ τόπου εἰς ὁμόνοιαν ὠφελοῦνται, διάφορα τῶν δεσποτῶν ἐπιταττόντων, καὶ πρὸς ἑαυτοὺς ἑλκόντων (Οὐ δύνασθε γὰρ, φησὶ, Θεῷ δουλεύειν καὶ μαμμωνᾷ)· οὕτως οἱ ἐν διαφόροις τόποις ὄντες, ἐὰν μὴ διαφόρους ἔχωσι κυρίους, ἀλλ' ἕνα μόνον, οὐδὲν ἀπὸ τῶν τόπων εἰς ὁμόνοιαν παραβλάπτονται, τοῦ Κυρίου τοῦ ἑνὸς συνάπτοντος αὐτούς. Οὐ λέγω τοίνυν, φησὶν, ὅτι πρὸς Κορινθίους Κορίνθιοι ὄντες ὁμονοεῖν ὀφείλετε μόνον, ἀλλὰ καὶ πρὸς πάντας τοὺς ἐν τῇ οἰκουμένῃ πάσῃ, κοινὸν ἔχοντες Δεσπότην. Διὰ τοῦτο καὶ ἐκ δευτέρου προσέθηκε τὸ, Ἡμῶν. Ἐπειδὴ γὰρ εἶπε, Τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα μὴ δόξῃ χωρίζειν παρὰ τοῖς ἀνοήτοις, ἐπάγει πάλιν, Κυρίου ἡμῶν τε καὶ αὐτῶν. Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, ἀναγνώσομαι κατὰ τὸ νόημα οὕτω· Παῦλος καὶ Σωσθένης τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, καὶ πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν τε καὶ αὐτῶν ἐν παντὶ τόπῳ, κἂν ἐν Ῥώμῃ, κἂν ὅπου δήποτε ἂν ὦσι· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἢ οὕτω πάλιν, ὃ καὶ μᾶλλον ἡγοῦμαι ἀληθέστερον εἶναι· Παῦλος καὶ Σωσθένης τοῖς ἐν Κορίνθῳ ἡγιασμένοις, κλητοῖς ἁγίοις σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν. Τουτέστι, Χάρις ὑμῖν καὶ εἰρήνη ὑμῖν τοῖς ἐν Κορίνθῳ ἡγιασμένοις, καὶ κλητοῖς γενομένοις· οὐ μόνοις, ἀλλὰ μετὰ πάντων τῶν ἐν παντὶ τόπῳ ἐπικαλουμένων τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ αὐτῶν. Εἰ δὲ ἀπὸ χάριτος ἡ εἰρήνη, τί μέγα φρονεῖς, τί μέγα φυσᾷς, χάριτι σωθείς; εἰ δὲ εἰρήνην ἔχεις πρὸς τὸν Θεὸν, τί ἑτέροις σεαυτὸν προσνέμεις; τοῦτο γὰρ διαστασιάζειν ἐστί. Τί γὰρ, εἰ πρὸς τόνδε εἰρηνεύετε καὶ πρὸς τόνδε, καὶ χάριν ἔχετε; Ἐγὼ δὲ ἀπὸ τοῦ Θεοῦ αἰτῶ ταῦτα ὑμῖν ἀμφότερα γενέσθαι, καὶ ἀπ' αὐτοῦ καὶ πρὸς αὐτόν. Οὔτε γὰρ βεβαία μένει, ἂν μὴ τῆς ἄνωθεν ἀπολαύσῃ ῥοπῆς· οὔτε, ἐὰν μὴ πρὸς αὐτὸν ᾖ, ἔσται τι πλέον ὑμῖν. Οὐδὲν γὰρ ὄφελος ἡμῖν, κἂν πρὸς πάντας ὦμεν εἰρηνικοὶ, πρὸς δὲ τὸν Θεὸν ἐκπεπολεμωμένοι· ὥσπερ οὐδὲν βλάβος ἡμῖν, κἂν παρὰ πάντων πολεμώμεθα, τῷ δὲ Θεῷ εἰρηνεύωμεν· καὶ πάλιν οὐδὲν ὄφελος, κἂν παρὰ πᾶσιν εὐδοκιμῶμεν, τῷ δὲ Κυρίῳ προσκρούωμεν· ὥσπερ οὐδεὶς κίνδυνος, κἂν πάντες ἡμᾶς ἀποστρέφωνται καὶ μισῶσιν, ὁ δὲ Θεὸς ἀποδέχηται καὶ φιλῇ. Ἡ γὰρ ὄντως χάρις, ἡ ὄντως εἰρήνη, παρὰ τοῦ Θεοῦ. Ὁ μὲν γὰρ τὴν παρὰ τῷ Θεῷ χάριν ἔχων, οὐδένα δέδοικε, κἂν μυρία πάσχῃ δεινά· οὐ λέγω ἄνθρωπον, ἀλλ' οὐδὲ αὐτὸν τὸν διάβολον· ὁ δὲ τούτῳ προσκεκρουκὼς, πάντας ὑποπτεύει, κἂν ἐν ἀσφαλείᾳ εἶναι δοκῇ. Ἄστατον γὰρ τὸ τῶν ἀνθρώπων γένος, καὶ οὐ φίλοι μόνον καὶ ἀδελφοὶ, ἀλλ' ἤδη καὶ πατέρες μεταβαλλόμενοι, πολλάκις ἀπὸ πικρᾶς αἰτίας τοῦτον, ὃν ἐγέννησαν, ὃν ἐφύτευσαν, πάντων πολεμίων μᾶλλον ἤλασαν· καὶ παῖδες πατέρας ἐξέβαλον. Σκόπει δέ.