Ancient Greek
Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ' οὐδὲ ἐμαυτὸν ἀνακρίνω (οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα· ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι)· ὁ δὲ ἀνακρίνων με, Κύριός ἐστι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 1.1-11
Not analysed yet
Μετὰ τῶν ἄλλων κακῶν οὐκ οἶδα πῶς ἐπεισῆλθε τῇ τῶν ἀνθρώπων φύσει τὸ τῆς περιεργίας καὶ τὸ τῆς πολυπραγμοσύνης τῆς ἀκαίρου νόσημα· ὃ καὶ ὁ Χριστὸς ἐκόλασεν εἰπών· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· ὅπερ ἡδονὴν μὲν οὐδεμίαν ἔχει, καθάπερ καὶ τὰ λοιπὰ τῶν ἁμαρτημάτων, κόλασιν δὲ μόνον καὶ τιμωρίαν. Καὶ γὰρ μυρίων αὐτοὶ γέμοντες κακῶν, καὶ τὰς δοκοὺς ἐπὶ τῶν ὀμμάτων φέροντες, τῶν ἁμαρτημάτων τοῦ πλησίον, κάρφους οὐδὲν διαφερόντων, ἀκριβεῖς γινόμεθα ἐξετασταί· ὥσπερ καὶ ἐν τῇ Κορίνθῳ τοῦτο συνέβαινεν. Ἄνδρας γὰρ εὐλαβεῖς καὶ Θεῷ φίλους διὰ τὴν ἀμαθίαν ἐκωμῴδουν καὶ ἐξέβα[λ]λον, τοὺς δὲ μυρίων γέμοντας κακῶν ἐνέκρινον διὰ τὴν εὐγλωττίαν. Εἶτα, καθάπερ δικασταὶ προκαθήμενοι, τοιαῦτα μετὰ προπετείας ἐψηφίζοντο· Ὁ δεῖνα ἄξιος, ὁ δεῖνα τοῦ δεῖνος ἀμείνων· καὶ οὗτος ἐκείνου καταδεέστερος, κἀκεῖνος τούτου βελτίων· καὶ ἀφέντες τὰ ἑαυτῶν πενθεῖν κακὰ, ἑτέροις ἐγίνοντο δικασταὶ, καὶ ταύτῃ πολέμους ἀνῆπτον πάλιν χαλεπούς. Ὁ Παῦλος οὖν ἀναιρῶν τοῦτο τὸ νόσημα, ὅρα πῶς αὐτοὺς διορθοῦται συνετῶς. Ἐπειδὴ γὰρ εἶπεν, Ὃ δὲ λοιπὸν, ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ, καὶ ἐδόκει πάροδον αὐτοῖς διδόναι τοῦ κρίνειν καὶ ἐξετάζειν τὸν ἑκάστου βίον· τοῦτο δὲ τὴν στάσιν ἐπέτριβεν· ἵνα μὴ τοῦτο πάθωσιν, ἀπήγαγεν αὐτοὺς τῆς τοιαύτης ἐρεσχελίας, λέγων· Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ· πάλιν ἐπὶ τοῦ οἰκείου προσώπου τὸν λόγον προάγων. Τί δέ ἐστιν, Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας; Ἀνάξιον ἐμαυτὸν κρίνω, φησὶ, τοῦ παρ' ὑμῶν κρίνεσθαι· καὶ τί λέγω παρ' ὑμῶν; καὶ τὸ παρ' οὑτινοσοῦν ἑτέρου. Ἀλλὰ μηδεὶς ἀπόνοιαν καταγινωσκέτω τοῦ Παύλου, εἰ μηδένα τῶν ἀνθρώπων ἄξιον εἶναι λέγει τοῦ φέρειν τὴν περὶ αὐτοῦ ψῆφον. Πρῶτον μὲν γὰρ οὐ δι' ἑαυτὸν ταῦτά φησιν, ἀλλ' ἑτέρους ἐξαρπάσαι βουλόμενος τῆς παρ' ἐκείνων ἐπαχθείας· ἔπειτα δὲ οὐδὲ μέχρι Κορινθίων τὸ πρᾶγμα ἔστησεν, ἀλλὰ καὶ ἑαυτὸν τῆς κρίσεως ταύτης ἐξέβαλε, μεῖζον εἶναι τῆς αὑτοῦ γνώμης λέγων τὰ τοιαῦτα ψηφίζεσθαι· ἐπήγαγε γοῦν· Οὐδὲ ἐμαυτὸν ἀνακρίνω. Πρὸς δὲ τοῖς εἰρημένοις καὶ τὴν ὑπόθεσιν ἐξετάσαι χρὴ, δι' ἣν ταῦτα ἐλέγετο· οἶδε γὰρ πολλαχοῦ καὶ μεγαλοφρόνως φθέγγεσθαι. Τοῦτο δὲ οὐκ ἔστι τύφου οὐδὲ ἀπονοίας, ἀλλ' οἰκονομίας ἀρίστης· ἐπεὶ καὶ νῦν οὐκ αὐτὸς ἐπαιρόμενος, ἀλλ' ἑτέρους καταστέλλων, ταῦτα ἔλεγε, καὶ ἀξίωμα σπεύδων περιθεῖναι τοῖς ἁγίοις. Ὅτι γὰρ τῶν σφόδρα ταπεινῶν ἦν, ἄκουσον τί φησι, τὴν τῶν ἐχθρῶν μαρτυρίαν εἰς μέσον περὶ τούτου φέρων· ὅτι Ἡ μὲν παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος· καὶ πάλιν, Ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί. Ἀλλ' ὅμως ὁ ταπεινὸς οὗτος, καιροῦ καλοῦντος, σκόπει ποῦ τὰ φρονήματα τῶν μαθητῶν ἐπῆρεν, οὐχὶ τῦφον διδάσκων, ἀλλὰ φρόνημα ὑγιὲς ἐμποιῶν. Αὐτοῖς γὰρ τούτοις διαλεγόμενος ἔλεγε· Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων. Ὥσπερ γὰρ ἀλαζονείας εἶναι χρὴ πόῤῥω τὸν Χριστιανὸν, οὕτω καὶ κολακείας καὶ ἀγεννοῦς φρονήματος. Οὐδὲ γὰρ εἰ λέγοι τις, ὅτι Τὰ χρήματα οὐδὲν ἡγοῦμαι εἶναι, ἀλλὰ τὰ παρόντα ἅπαντα σκιά μοι καὶ ὄναρ καὶ παίδων ἀθύρματα, ἀλαζονείας αὐτὸν γραψόμεθα· ἐπεὶ καὶ τὸν Σολομῶντα οὕτως εἰς ἀλαζονείαν διαβαλοῦμεν, περὶ τούτων φιλοσοφοῦντα καὶ λέγοντα· Ματαιότης ματαιοτήτων, καὶ τὰ πάντα ματαιότης. Ἀλλὰ μὴ γένοιτο τῷ τῆς ἀλαζονείας ὀνόματι τὴν φιλοσοφίαν καλεῖν. Ἄρα οὐκ ἀπόνοια τὸ καταφρονεῖν τούτων, ἀλλὰ μεγαλοψυχία, καίτοι γε βασιλεῖς καὶ ἄρχοντας καὶ δυνάστας ὁρῶμεν αὐτῶν ἀντεχομένους· ἀλλ' ὁ πτωχὸς φιλοσοφῶν πολλάκις αὐτῶν ὑπερορᾷ, καὶ οὐ διὰ τοῦτο ἀλαζόνα αὐτὸν, ἀλλὰ μεγαλόφρονα εἶναι φήσομεν· ὥσπερ οὖν οὐδὲ τὸν σφόδρα ἀντεχόμενον αὐτῶν, ταπεινόφρονα καὶ μέτριον, ἀλλ' ἀσθενῆ καὶ μικρόψυχον καὶ ἀνελεύθερον. Καὶ γὰρ εἴ τις υἱὸς τῶν μὲν τῷ πατρὶ προσηκόντων κατεφρόνει, τὰ δὲ δουλικὰ ἐθαύμαζεν, οὐχ ὡς ταπεινόφρονα αὐτὸν ἐπῃνέσαμεν ἂν, ἀλλ' ὡς ἀγεννῆ καὶ δουλικὸν ἐκακίζομεν· ἐθαυμάσαμεν δ' ἂν καταφρονοῦντα ἐκείνων, καὶ τῶν πατρικῶν πολὺν ποιούμενον λόγον. Ἀπονοίας γάρ ἐστι τὸ τῶν ὁμοδούλων ἑαυτὸν νομίζειν εἶναι βελτίω· τὸ μέντοι τὴν οὖσαν περὶ τῶν πραγμάτων φέρειν ψῆφον, οὐχὶ ἀλαζονείας, ἀλλὰ φιλοσοφίας ἐστί.