# In epistulam i ad Corinthios (homiliae 1-44) 1.1-12

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι' ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε, τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/1.1-12

Ἕως μὲν αὐτῷ τῶν φορτικῶν ἔδει ῥημάτων, οὐκ ἀπεκάλυψε τὴν σκηνὴν, ἀλλ' ὡς αὐτὸς ὢν ὁ ταῦτα ἀκούων, οὕτω διελέγετο, ἵνα τὸ ἀξίωμα τῶν ἐγκαλουμένων προσώπων τοῖς ἐγκαλοῦσιν ἀντιπίπτον, ἀπὸ τῶν ἐγκλημάτων εἰς ὀργὴν ἐξενεχθῆναι μὴ συγχωρήσῃ· ἐπειδὴ δὲ ἀνεῖναι λοιπὸν ἔδει, τότε ἀπαμφιάσας αὐτὸ, καὶ τὸ προσωπεῖον ἀπάρας, ἔδειξε τὰ κρυπτόμενα πρόσωπα ἐν τῇ τοῦ Παύλου καὶ Ἀπολλὼ προσηγορίᾳ. Διὸ καὶ ἔλεγε· Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλώ. Καὶ καθάπερ ἐπὶ τῶν καμνόντων, ὅταν λακτίζῃ τὸ παιδίον τὸ ἀῤῥωστοῦν καὶ ἀποστρέφηται τὰ προσφερόμενα σιτία παρὰ τῶν ἰατρῶν, τὸν πατέρα ἢ τὸν παιδαγωγὸν καλέσαντες οἱ προσεδρεύοντες, παρὰ τῶν τοῦ ἰατροῦ χειρῶν λαβόντας τὰ σιτία προσάγειν κελεύουσιν, ὥστε ἐκ τοῦ φόβου τοῦ πρὸς ἐκείνους δέξασθαι καὶ ἡσυχάσαι· οὕτω καὶ Παῦλος μέλλων ὑπὲρ ἑτέρων ἐγκαλεῖν, τῶν μὲν ὡς ἀδικουμένων, τῶν δὲ ὡς πέρα τοῦ μέτρου τιμωμένων, αὐτὰ μὲν οὐκ ἔθηκε τὰ πρόσωπα, ἐπὶ δὲ τῆς ἑαυτοῦ προσηγορίας καὶ τῆς Ἀπολλὼ τὸν λόγον προσήγαγεν, ἵνα αἰδούμενοι τούτους δέξωνται τὴν θεραπείαν· ἐπειδὴ δὲ ἐδέξαντο, τότε λοιπὸν ἀπεκάλυψεν ὑπὲρ ὧν ταῦτα ἔλεγεν. Ἦν δὲ ταῦτα οὐχ ὑπόκρισις, ἀλλὰ συγκατάβασις καὶ οἰκονομία. Εἰ γὰρ εἶπε φανερῶς, ὅτι Ὑμεῖς δὲ τοὺς ἄνδρας κρίνετε τοὺς ἁγίους καὶ θαυμαστοὺς, κἂν ἐδυσχέραναν καὶ ἀπεπήδησαν· νῦν δὲ εἰπών· Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ· καὶ πάλιν, Τίς δέ ἐστι Παῦλος; τίς δὲ Ἀπολλώς; εὐπαράδεκτον τὸν λόγον ἐποίησε. Διά τοι τοῦτο ἔφησεν, ὅτι Ταῦτα εἰς ἐμαυτὸν μετεσχημάτισα δι' ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, δεικνὺς ὅτι εἰ ἐπ' ἐκείνων τὸν λόγον προσήγαγεν, οὐκ ἂν ἔμαθον ὅσα μαθεῖν ἔδει, οὐδ' ἂν ἐδέξαντο τὴν διόρθωσιν, δυσχεραίνοντες πρὸς τὰ λεγόμενα. Νυνὶ δὲ αἰδούμενοι τοὺς περὶ Παῦλον, ἤνεγκαν ῥᾳδίως τὴν ἐπιτίμησιν. Τί δέ ἐστι τὸ, Μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν; Γέγραπται· Τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; καὶ, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Εἰ γάρ ἐσμεν ἓν καὶ συνδεδέμεθα ἀλλήλοις, ἐπανίστασθαι ἀλλήλοις οὐ χρή. Ὁ ταπεινῶν γὰρ ἑαυτὸν ὑψωθήσεται, φησί· καὶ, Ὁ θέλων εἶναι πρῶτος πάντων, γενέσθω πάντων διάκονος. Ταῦτά ἐστιν ἃ γέγραπται. Ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. Πάλιν τοὺς διδασκάλους ἀφεὶς, τοῖς μαθηταῖς ἐπιτιμᾷ· ἐκεῖνοι γὰρ ἦσαν οἱ τούτους ἐπαίροντες. Καὶ ἄλλως δὲ οἱ ἄρχοντες οὐκ ἂν εὐκόλως ἐδέξαντο τὸν τοιοῦτον λόγον, διὰ τὸ τῆς δόξης ἐπιθυμεῖν τῆς ἔξωθεν· καὶ γὰρ ἦσαν πεπηρωμένοι τῷ πάθει· οἱ δὲ αὐτοὶ μὴ καρπούμενοι τὴν δόξαν, ἀλλ' ἑτέροις αὐτὴν παρέχοντες, καὶ εὐκολώτερον ἂν ἤνεγκαν τὴν νουθεσίαν, καὶ κυριώτεροι τῶν ἀρχόντων ἦσαν πρὸς τὸ λῦσαι τὸ νόσημα. Ἄρα καὶ τοῦτο φυσιώσεως, τὸ ὑπὲρ ἑτέρου ἐπαίρεσθαι, κἂν μὴ ἐπὶ τοῖς αὑτοῦ τις τοῦτο πάσχῃ. Ὥσπερ γὰρ ὁ ἐπὶ πλούτῳ μέγα φρονῶν ἀλλοτρίῳ, ἐξ ἀπονοίας αὐτὸ ποιεῖ· οὕτω καὶ ὁ ἐπὶ τῇ δόξῃ τοῦ ἑτέρου. Καὶ καλῶς φυσίωσιν ἐκάλεσεν. Ὅταν γὰρ ἐπαναστῇ τὸ μέλος τὸ ἓν, οὐδὲν ἕτερόν ἐστιν ἢ φλεγμονὴ καὶ νόσημα· ἄλλως γὰρ οὐ γίνεται ὑψηλότερον ἕτερον ἑτέρου μέλος, ἀλλ' ἢ ὅταν οἴδημα γένηται. Οὕτω τοίνυν καὶ ἐν τῷ σώματι τῆς Ἐκκλησίας ὁ φλεγμαίνων καὶ φυσιούμενος, αὐτὸς ἂν εἴη ὁ νοσῶν· οἰδεῖ γὰρ ὑπὲρ τὴν κοινὴν συμμετρίαν. Τοῦτο γάρ ἐστιν οἴδημα. Οὕτω καὶ ἐν τῷ σώματι γίνεται, ὅταν νόθος τις καὶ πονηρὸς ἐπιῤῥεύσῃ χυμὸς, ἀλλὰ μὴ ἡ εἰωθυῖα τροφή. Οὕτω καὶ ἀλαζονεία τίκτεται, ἀλλοτρίων ἡμῖν ἐπεισερχομένων λογισμῶν. Καὶ ὅρα πῶς κυρίως εἶπε· Μὴ φυσιοῦσθε. Τὸ γὰρ πεφυσημένον ὄγκον ἔχει πνεύματος ἐμπεπλησμένον χυμοῦ διεφθορότος. Ταῦτα δὲ λέγει, οὐ τὴν θεραπείαν ἐκκόπτων, ἀλλὰ τὴν ἐπὶ κακῷ θεραπείαν. Βούλει θεραπεύειν τὸν δεῖνα; Οὐ κωλύω· ἀλλὰ μὴ εἰς ἑτέρου λύμην. Οὐ γὰρ ἵνα κατ' ἀλλήλων συνταττώμεθα, διδάσκαλοι ἡμῖν ἐδόθησαν, ἀλλ' ἵνα πάντες ἀλλήλοις συναπτώμεθα. Καὶ γὰρ ὁ στρατηγὸς διὰ τοῦτο ἐπίκειται τῷ στρατοπέδῳ, ἵνα τοὺς κεχωρισμένους ἓν σῶμα ἐργάσηται· εἰ δὲ μέλλοι διασπᾷν τὸ στρατόπεδον, πολεμίου μᾶλλον ἢ στρατηγοῦ χώραν ἐπλήρωσε. Τίς γάρ σε διακρίνει; τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; Λοιπὸν ἀφεὶς τοὺς ἀρχομένους, πρὸς τοὺς ἄρχοντας τρέπεται. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Πόθεν δῆλον ὅτι ἄξιος εἶ τοῦ ἐπαινεῖσθαι; κρίσις γὰρ γέγονεν; ἐξέτασις προεχώρησε; δοκιμασία, βάσανος ἀκριβής; Ἀλλ' οὐκ ἂν ἔχοις εἰπεῖν. Εἰ δὲ ἄνθρωποι ψηφίζονται, ἀλλ' οὐκ ὀρθὴ τούτων ἡ κρίσις. Θῶμεν δὲ, ὅτι καὶ ἄξιος ἐπαίνων εἶ, καὶ ἔχεις ὄντως τὸ χάρισμα, καὶ οὐ διέφθαρται τῶν ἀνθρώπων ἡ κρίσις· οὐδέ γε οὕτως ἐχρῆν μέγα φρονεῖν. Οὐδὲν γὰρ οἴκοθεν ἔχεις, ἀλλὰ παρὰ τοῦ Θεοῦ λαβών. Τί τοίνυν ἔχειν προσποιῇ, ὅπερ οὐκ ἔχεις; Ἀλλ' ἔχεις τοῦτο σὺ, καὶ ἕτεροι μετὰ σοῦ. Οὐκοῦν λαβὼν ἔχεις, οὐχὶ τόδε καὶ τόδε, ἀλλὰ πάντα ὅσα ἔχεις.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
