# In epistulam i ad Corinthios (homiliae 1-44) 1.1-16

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις· καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ πλεονέκταις ἢ ἅρπαξιν ἢ εἰδωλολάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. Νυνὶ δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι, ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ μέθυσος ἢ λοίδορος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/1.1-16

Ἐπειδὴ γὰρ εἶπεν, Οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ὁ τοιοῦτος, καὶ, Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, καὶ εἰκὸς ἦν αὐτοὺς ὑποπτεῦσαι ὅτι πάντας τοὺς πόρνους δεῖ φεύγειν (εἰ γὰρ μεταδίδωσι τῆς οἰκείας λύμης ὁ ἡμαρτηκὼς τοῖς οὐχ ἡμαρτηκόσι, πολλῷ μᾶλλον τοὺς ἔξωθεν ἀποστρέφεσθαι χρή· εἰ γὰρ τοῦ οἰκείου οὐ δεῖ φείδεσθαι διὰ τὸ τοιαύτην ἐξ αὐτοῦ βλάβην γίνεσθαι, πολλῷ μᾶλλον τῶν ἄλλων)· τούτου δὲ ὑπονοουμένου ἀνάγκη ἦν χωρίζεσθαι καὶ τῶν παρ' Ἕλλησι πόρνων, καὶ οὕτως εἰς ἀδύνατον τοῦ πράγματος περιισταμένου, μειζόνως ἂν ἐδυσχέρανον, τῇ ἐπιδιορθώσει ταύτῃ κέχρηται, λέγων· Ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι πόρνοις· καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου· τὸ, Πάντως, ὡς ἐπὶ ὡμολογημένου τιθείς. Ἵνα γὰρ μὴ νομίσωσιν, ὅτι ὡς ἀτελεστέροις αὐτοῖς τοῦτο οὐκ ἐπέταξε, καὶ ὡς τέλειοι δῆθεν αὐτὸ πρᾶξαι ἐπιχειρήσωσι, δείκνυσιν ὅτι οὐδὲ δυνατὸν τοῦτο γενέσθαι, οὐδὲ εἰ σφόδρα βούλοιντο· ἐπεὶ ἑτέραν οἰκουμένην ἔδει ζητῆσαι. Διὸ καὶ ἐπήγαγεν· Ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. Εἶδες πῶς ἐστιν ἀνεπαχθὴς, καὶ πανταχοῦ οὐ τὸ δυνατὸν μόνον, ἀλλὰ καὶ τὸ εὔκολον τῆς νομοθεσίας σκοπεῖ; Πῶς γὰρ ἔνι ἄνθρωπον ὄντα, φησὶ, καὶ οἰκίας καὶ παίδων προϊστάμενον, καὶ τὰ τῆς πόλεως πράττοντα, ἢ χειροτέχνην ὄντα, ἢ στρατευόμενον, τῶν πλειόνων ὄντων Ἑλλήνων, τοὺς πανταχοῦ πόρνους φεύγειν; πόρνους γὰρ κόσμου τοὺς παρὰ τοῖς Ἕλλησι λέγει. Νῦν δὲ ἔγραψα ὑμῖν, ἐάν τις ἀδελφὸς ᾖ τοιοῦτος, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. Ἐνταῦθα καὶ ἑτέρους αἰνίττεται ἐν πονηρίᾳ ζῶντας. Καὶ πῶς ἀδελφὸς ὢν, εἰδωλολάτρης εἶναι δύναται; Ὡς ἐπὶ τῶν Σαμαρειτῶν συνέβη ποτὲ, οἳ ἐξ ἡμισείας τὴν εὐσέβειαν ᾑροῦντο· ἄλλως δὲ καὶ προκαταβάλλεται τὸν περὶ τῶν εἰδωλοθύτων λόγον, ὃν μετὰ ταῦτα μέλλει γυμνάζειν. Ἢ πλεονέκτης. Καὶ γὰρ καὶ πρὸς τούτους ἀποδύεται· διὸ καὶ ἔλεγε· Διὰ τί οὐκ ἀδικεῖσθε μᾶλλον; διὰ τί οὐκ ἀποστερεῖσθε; ἀλλ' ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε. —Ἢ μέθυσος. Καὶ γὰρ καὶ τοῦτο ἐγκαλεῖ προϊὼν, ὡς ὅταν λέγῃ· Ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει· καὶ, Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν. Ἢ λοίδορος, ἢ ἅρπαξ. Καὶ γὰρ καὶ τούτοις ἐπετίμησεν ἔμπροσθεν. Εἶτα καὶ τὴν αἰτίαν προστίθησι, δι' ἢν οὐ κωλύει τοῖς ἔξωθεν τοιούτοις οὖσιν ἀναμίγνυσθαι, δεικνὺς ὅτι οὐ μόνον οὐ δυνατὸν, ἀλλὰ καὶ περιττόν· Τί γάρ μοι καὶ τοὺς ἔξωθεν κρίνειν; τοὺς ἔσω καὶ τοὺς ἔξω, τοὺς Χριστιανοὺς καὶ τοὺς Ἕλληνας καλῶν, καθὼς καὶ ἀλλαχοῦ φησι· Δεῖ δὲ καὶ μαρτυρίαν ἔχειν αὐτὸν καλὴν ὑπὸ τῶν ἔξωθεν. Καὶ ἐν τῇ πρὸς Θεσσαλονικέας δὲ Ἐπιστολῇ τὸ αὐτό φησι λέγων· Μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ· καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. Ἐνταῦθα μέντοι τὴν αἰτίαν οὐ τίθησι. Τί δήποτε; Ὅτι ἐκεῖ μὲν παραμυθήσασθαι ἐβούλετο, ἐνταῦθα δὲ οὐκέτι. Οὐ γὰρ τὸ ἁμάρτημα ἐνταῦθα κἀκεῖ τὸ αὐτὸ, ἀλλ' ἐκεῖ ἔλαττον· ἀργίαν γὰρ ἐγκαλεῖ· ἐνταῦθα δὲ πορνείαν καὶ ἕτερα χαλεπώτατα ἁμαρτήματα. Καὶ πρὸς Ἕλληνας μὲν εἰ βούλοιτό τις ἀπιέναι, οὐ κωλύει συνεσθίειν, διὰ τὴν αὐτὴν πάλιν αἰτίαν. Οὕτω δὲ καὶ ἡμεῖς ποιοῦμεν, ὑπὲρ μὲν τῶν υἱῶν καὶ τῶν ἀδελφῶν πάντα πράττοντες, τῶν δὲ ἀλλοτρίων οὐ πολὺν ποιούμεθα λόγον. Τί οὖν; οὐκ ἐκήδετο καὶ τῶν ἔξωθεν Παῦλος; Ἐκήδετο μὲν, ἀλλὰ μετὰ τὸ δέξασθαι τὸ κήρυγμα καὶ ὑπευθύνους ποιῆσαι τῇ διδασκαλίᾳ τοῦ Χριστοῦ, τότε αὐτοῖς ἐνομοθέτει· ἕως δὲ ὅτε κατεφρόνουν, περιττὸν ἦν τὰ προστάγματα τοῦ Χριστοῦ λέγειν τοῖς αὐτὸν οὐκ εἰδόσι τὸν Χριστόν. Οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε; τοὺς δὲ ἔξω ὁ Θεὸς κρινεῖ. Ἐπειδὴ γὰρ εἶπε, Τί μοι τοὺς ἔξω κρίνειν; ἵνα μή τις νομίσῃ ἀτιμωρήτους τούτους ἀφίεσθαι, ἕτερον δικαστήριον ἐφίστησιν αὐτοῖς φοβερόν. Τοῦτο δὲ εἶπεν, ὁμοῦ μὲν ἐκείνους φοβῶν, ὁμοῦ δὲ τούτους παραμυθούμενος, καὶ δεικνὺς ὅτι ἡ κόλασις αὕτη ἡ πρόσκαιρος, τῆς ἀθανάτου καὶ διηνεκοῦς ἐξαρπάζει· ὃ καὶ ἀλλαχοῦ δηλῶν ἔλεγε· Νυνὶ δὲ κρινόμενοι, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν· καὶ, Ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
