# In epistulam i ad Corinthios (homiliae 1-44) 1.1-17

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ' οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/1.1-17

Τοὺς λαιμάργους ἐνταῦθα αἰνίττεται. Ἐπειδὴ γὰρ μέλλει πάλιν ἐπὶ τὸν πεπορνευκότα φέρεσθαι, ἡ δὲ πορνεία ἀπὸ τρυφῆς καὶ ἀμετρίας, σφοδρῶς τὸ πάθος κολάζει. Οὐδὲ γὰρ περὶ τῶν ἀπηγορευμένων λέγει τοῦτο· ἐκεῖνα γὰρ οὐκ ἔξεστιν· ἀλλὰ περὶ τῶν ἀδιαφόρων εἶναι δοκούντων. Οἷόν τι λέγω· Ἔξεστι, φησὶ, φαγεῖν, καὶ πιεῖν, ἀλλ' οὐ συμφέρει μετὰ ἀσωτίας. Καὶ τὸ δὴ θαυμαστὸν αὐτοῦ καὶ παράδοξον, ὃ δὴ πολλαχοῦ ποιεῖν εἴωθεν εἰς τὸ ἐναντίον περιτρέπων τὸν λόγον, τοῦτο καὶ ἐνταῦθα κατασκευάζει, καὶ δείκνυσιν ὅτι τὸ ἐν ἐξουσίᾳ ποιεῖν, οὐ μόνον οὐ συμφέρει, ἀλλ' οὐδὲ ἐξουσίας ἐστὶν, ἀλλὰ δουλείας. Καὶ πρῶτον μὲν ἀπὸ τοῦ ἀσυμφόρου ἀποτρέπει λέγων· Οὐ συμφέρει· δεύτερον δὲ καὶ ἀπὸ τοῦ ἐναντίου, λέγων, ὅτι Οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Κύριος εἶ τοῦ φαγεῖν, φησίν· οὐκοῦν μένε κύριος ὢν, καὶ σκόπει μὴ γένῃ δοῦλος τούτου τοῦ πάθους. Ὁ μὲν γὰρ εἰς δέον αὐτῷ κεχρημένος, αὐτὸς αὐτοῦ κύριός ἐστιν· ὁ δὲ εἰς ἀμετρίαν ἐξιὼν, οὐκέτι κύριος, ἀλλὰ δοῦλος αὐτοῦ γίνεται, τῆς ἀδηφαγίας ἐν αὐτῷ τυραννούσης. Εἶδες πῶς τὸν νομίζοντα ἐξουσίαν ἔχειν, ἔδειξεν ὑπὸ ἐξουσίαν ὄντα; Τοῦτο γὰρ ἔθος τῷ Παύλῳ ποιεῖν, ὅπερ ἔφθην εἰπὼν, εἰς τὸ ἐναντίον περιτρέπειν τὰς ἀντιθέσεις, ὃ δὴ καὶ ἐνταῦθα πεποίηκε. Σκόπει δέ· Ἐκείνων ἕκαστος ἔλεγεν· Ἔξεστί μοι τρυφᾷν· αὐτός φησιν, ὅτι Οὐχ οὕτως αὐτὸ ποιεῖς, ὡς ἐξουσίαν ἔχων αὐτοῦ, ἀλλ' ὡς αὐτὸς ὑποκείμενος τῇ ἐξουσίᾳ ταύτῃ. Οὐδὲ γὰρ ἔχεις ἐξουσίαν τῆς γαστρὸς, ἕως ἂν ἄσωτος ᾖς, ἀλλ' αὐτὴ σοῦ τὴν ἐξουσίαν ἔχει. Τοῦτο καὶ ἐπὶ τῶν χρημάτων καὶ ἐπὶ τῶν ἄλλων ἔστιν εἰπεῖν. Τὰ βρώματα τῇ κοιλίᾳ. Κοιλίαν ἐνταῦθα, οὐ τὴν γαστέρα, ἀλλὰ τὴν γαστριμαργίαν λέγει· ὡς ὅταν λέγῃ· Ὧν ὁ θεὸς ἡ κοιλία, οὐ περὶ τοῦ μέλους λέγων, ἀλλὰ περὶ τῆς ἀδηφαγίας. Ὅτι γὰρ τοῦτό ἐστιν, ἄκουσον τῶν ἑξῆς· Καὶ ἡ κοιλία τοῖς βρώμασι· τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ. Καὶ μὴν καὶ ἡ κοιλία, σῶμα. Ἀλλὰ δύο συζυγίας ἔθηκε, τὰ βρώματα καὶ τὴν γαστριμαργίαν, ὅπερ κοιλίαν ἐκάλεσε, τὸν Χριστὸν καὶ τὸ σῶμα. Τί δέ ἐστι, Τὰ βρώματα τῇ κοιλίᾳ; Τὰ βρώματα, φησὶ, πρὸς τὴν γαστριμαργίαν ἔχει φιλίαν, καὶ αὕτη πρὸς ταῦτα. Οὐ δύναται οὖν πρὸς τὸν Χριστὸν ἡμᾶς ἄγειν, ἀλλὰ πρὸς ταῦτα ἕλκει. Πάθος γὰρ χαλεπὸν καὶ θηριῶδές ἐστι, καὶ δούλους ποιεῖ, καὶ ταύτῃ διακονεῖσθαι παρασκευάζει. Τί τοίνυν περὶ τροφὴν ἐπτόησαι καὶ κέχηνας, ἄνθρωπε; Τὸ γὰρ τέλος ἐκείνης τῆς διακονίας τοῦτο, καὶ πλέον οὐδὲν ἐπιδείξεται· ἀλλ' ὥσπερ δεσποίνῃ τινὶ διακονουμένη μένει διατηροῦσα τὴν δουλείαν ταύτην, καὶ οὐ πρόεισι περαιτέρω, καὶ οὐδὲν ἔργον ἕτερον ἔχει, ἀλλ' αὐτὸ τοῦτο τὸ μάταιον. Καὶ ἀμφότερα ἀλλήλοις συμπέπλεκται καὶ συγκαταλύεται, ἡ κοιλία τοῖς βρώμασι, καὶ τὰ βρώματα τῇ κοιλίᾳ, δρόμον τινὰ ἀνήνυτον ἀνελίττουσα· ὡς ἂν εἰ ἀπὸ σώματος διεφθαρμένου σκώληκες τίκτοιντο, καὶ πάλιν ὑπὸ τῶν σκωλήκων ἀναλίσκοιτο τὸ σῶμα· ἢ ὥσπερ ἂν εἰ κῦμα κορυφούμενον καὶ διαλυόμενον μηδὲν περαίνοι πλέον. Ταῦτα δὲ οὐ περὶ τροφῆς καὶ σώματος λέγει, ἀλλὰ τὸ πάθος τῆς γαστριμαργίας καὶ τὴν ἀμετρίαν τῶν ἐδεσμάτων διαβάλλει. Καὶ δηλοῖ τὰ ἑξῆς· ἐπάγει γάρ· Ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει· οὐ τὴν γαστέρα λέγων, ἀλλὰ τὴν ἄμετρον ἐπιθυμίαν, οὐδὲ τὴν τροφὴν, ἀλλὰ τὴν τρυφήν. Πρὸς γὰρ ἐκεῖνα οὐ δυσχεραίνει, ἀλλὰ καὶ νομοθετεῖ περὶ αὐτῶν οὕτω λέγων· Ἔχοντες τροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα· ἀλλὰ ταύτῃ διαβάλλει τὸ πρᾶγμα, καὶ τὴν διόρθωσιν αὐτοῦ μετὰ συμβουλὴν ἐπιτρέψας εὐχῇ. Τινὲς δέ φασιν, ὅτι προφητεία τὸ εἰρημένον ἐστὶ, τὴν ἐν τῷ μέλλοντι αἰῶνι κατάστασιν δηλοῦσα, καὶ ὅτι οὐκ ἔστιν ἐκεῖ φαγεῖν οὐδὲ πιεῖν. Εἰ δὲ τὸ σύμμετρον ἕξει τέλος, πολλῷ μᾶλλον τῆς ἀμετρίας ἀπέχεσθαι δεῖ. Εἶτα ἵνα μὴ νομίσῃ τις ὅτι τοῦ σώματός ἐστιν ἡ διαβολὴ, μηδὲ ὑποπτεύσῃ ὅτι ἀπὸ τοῦ μέρους τὸ ὅλον διέβαλε, μηδὲ λέγῃ ὅτι ἡ φύσις τοῦ σώματος αἰτία ἦν τῆς πορνείας, ἄκουσον τῶν ἑξῆς. Οὐ γὰρ τὴν φύσιν αἰτιῶμαι, φησὶ, τοῦ σώματος, ἀλλὰ τὴν ἄμετρον τῆς ψυχῆς ἀσωτίαν· διὸ καὶ ἐπάγει· Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ. Οὐ γὰρ διὰ τοῦτο κατεσκευάσθη, ἵνα ἀσώτως ζῇ καὶ πορνεύῃ, ὥσπερ οὐδὲ ἡ κοιλία, ἵνα γαστριμαργῇ, ἀλλ' ἵνα τῷ Χριστῷ ἕπηται ὡς κεφαλῇ, καὶ ὁ Κύριος τῷ σώματι ἐπικέηται. Αἰδεσθῶμεν, φρίξωμεν ὅτι τοσαύτης ἀξιωθέντες τιμῆς, ὡς ἐκείνου τοῦ ἄνω καθημένου γενέσθαι μέλη, τοσούτοις κακοῖς καταισχύνομεν ἑαυτούς. Κατηγορήσας τοίνυν ἱκανῶς τῶν γαστριμάργων, καὶ τῇ τῶν μελλόντων ἐλπίδι τῆς κακίας ἀπάγει ταύτης, λέγων· Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε, καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
