# In epistulam i ad Corinthios (homiliae 1-44) 1.1-18

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη τοῦ Χριστοῦ εἰσιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω πόρνης μέλη; Μὴ γένοιτο.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/1.1-18

Ἀπὸ τοῦ πεπορνευκότος ἐπὶ τὸν πλεονέκτην μεταβὰς, πάλιν ἀπὸ τούτου πρὸς ἐκεῖνον ἔρχεται, οὐκέτι λοιπὸν πρὸς αὐτὸν διαλεγόμενος, ἀλλὰ τοῖς ἄλλοις τοῖς μὴ πεπορνευκόσι· καὶ τούτους ἀσφαλιζόμενος μήποτε περιπέσωσι τοῖς αὐτοῖς, ἐκείνου καθάπτεται πάλιν. Ὁ γὰρ ἡμαρτηκὼς, κἂν πρὸς ἕτερον ἀποτείνῃς τὸν λόγον, κεντεῖται καὶ οὕτω, τοῦ συνειδότος διεγειρομένου καὶ μαστιγοῦντος αὐτόν. Ἱκανὸς μὲν οὖν καὶ ἀπὸ τῆς τιμωρίας φόβος ἦν αὐτοὺς κατασχεῖν ἐπὶ τῆς σωφροσύνης· ἐπειδὴ δὲ οὐ βούλεται φόβῳ μόνον τὰ τοιαῦτα κατορθοῦν, καὶ ἀπειλὰς καὶ λογισμοὺς τίθησιν. Ἐκεῖ μὲν οὖν τὸ ἁμάρτημα εἰπὼν, καὶ τὴν τιμωρίαν ὁρίσας, καὶ τὴν βλάβην δείξας τὴν ἐκ τῆς συνουσίας τοῦ πεπορνευκότος ἐγγενομένην ἅπασιν, ἀπηλλάγη, καὶ πρὸς τὴν πλεονεξίαν μετέστη, καὶ τὴν ἔκπτωσιν τῆς βασιλείας ἀπειλήσας τούτῳ καὶ τοῖς λοιποῖς ἅπασιν, οἷς κατέλεξεν, οὕτω τὸν λόγον ἀπήρτισεν· ἐνταῦθα δὲ καὶ φρικωδέστερον μεταχειρίζει τὴν παραίνεσιν. Ὅ τε γὰρ τὸ ἁμάρτημα κολάζων μόνον, καὶ μὴ δεικνὺς σφόδρα παρανομώτατον ὂν, οὐδὲν τοσοῦτον ἀπὸ τῆς τιμωρίας εἰργάσατο· ὅ τε πάλιν ἐντρέπων μόνον, καὶ μὴ φοβῶν διὰ τῆς κολάσεως, οὐ σφόδρα καθάπτεται τῶν ἀναισθήτως διακειμένων. Διόπερ ἀμφότερα ποιεῖ Παῦλος, καὶ ἐντρέπει λέγων· Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν; καὶ φοβεῖ λέγων· Οὐκ οἴδατε ὅτι πλεονέκται βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι; Καὶ ἐπὶ τοῦ πεπορνευκότος πάλιν οὕτω κέχρηται τῷ λόγῳ· καὶ γὰρ φοβήσας δι' ὧν ἔμπροσθεν εἶπεν, ἐκτεμών τε αὐτὸν καὶ τῷ Σατανᾷ παραδοὺς, καὶ τῆς μελλούσης ἀναμνήσας ἡμέρας, ἐντρέπει πάλιν λέγων· Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη τοῦ Χριστοῦ ἐστιν; ὡς πρὸς παῖδας λοιπὸν εὐγενεῖς διαλεγόμενος. Ἐπειδὴ γὰρ εἶπε, Τὸ δὲ σῶμα τῷ Κυρίῳ, σαφέστερον αὐτὸ δείκνυσι νῦν· καὶ ἀλλαχοῦ δὲ τὸ αὐτὸ τοῦτο ποιεῖ λέγων· Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους. Καὶ τὸ αὐτὸ ὑπόδειγμα πολλαχοῦ τίθησιν, οὐκ ἐπὶ τῶν αὐτῶν, ἀλλὰ ποτὲ μὲν ὥστε τὴν ἀγάπην δεῖξαι, ποτὲ δὲ ὥστε τὸν φόβον αὐξῆσαι· ἐνταῦθα δὲ δεδιττόμενος αὐτὸ τέθεικε, καὶ φοβῶν· Ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω πόρνης μέλη; Μὴ γένοιτο. Οὐδὲν φρικωδέστερον τῆς λέξεως ταύτης. Καὶ οὐκ εἶπεν, Ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, συνάψω τῇ πόρνῃ· ἀλλὰ τί; Ποιήσω μέλη πόρνης; ὅπερ ἦν πληκτικώτερον. Εἶτα κατασκευάζει πῶς τοῦτο γίνεται ὁ πορνεύων, οὕτω λέγων· Ἦ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνη, ἓν σῶμά ἐστι; Πόθεν δῆλον; Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν. Ὁ δὲ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστιν. Οὐκέτι γὰρ ἀφίησιν ἡ συνουσία τοὺς δύο εἶναι δύο, ἀλλ' ἓν ἀμφοτέρους ἐργάζεται. Καὶ ὅρα πάλιν πῶς διὰ τῶν ὀνομάτων γυμνῶν πρόεισι, διὰ τῆς πόρνης καὶ διὰ τοῦ Χριστοῦ προάγων τὴν κατηγορίαν. Φεύγετε τὴν πορνείαν. Οὐκ εἶπεν, Ἀπέχεσθε τῆς πορνείας, ἀλλὰ, Φεύγετε, τουτέστι, Μετὰ σπουδῆς ποιεῖσθε τὴν ἀπαλλαγὴν τοῦ κακοῦ. Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. Τοῦτο τοῦ προτέρου ἔλαττον· πλὴν ἀλλ' ἐπειδὴ περὶ πόρνων ἦν ὁ λόγος αὐτῷ, πάντοθεν αὐτὸ ἀπαίρει, καὶ ἀπὸ τῶν μειζόνων καὶ ἀπὸ τῶν ἐλαττόνων αὔξων τὸ ἔγκλημα. Ἐκεῖνο μὲν οὖν τοῖς εὐλαβεστέροις εἴρηται τὸ πρότερον, τοῦτο δὲ τοῖς ἀσθενεστέροις. Καὶ γὰρ καὶ τοῦτο τῆς Παύλου σοφίας, μὴ ἀπὸ τῶν μεγάλων ἐντρέπειν μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν μικροτέρων, καὶ ἀπὸ τοῦ αἰσχροῦ καὶ ἀπρεποῦς. Τί οὖν; ὁ ἀνδροφόνος, φησὶν, οὐχὶ τὴν χεῖρα μολύνει; τί δὲ ὁ πλεονέκτης, καὶ ὁ ἅρπαξ; Παντί που δῆλον· ἀλλ' ἐπειδὴ εἰπεῖν οὐκ ἐνῆν τοῦ πόρνου οὐδὲν χεῖρον, ἑτέρως αὐτὸ ηὔξησε λέγων, ὅτι ἐπὶ τῆς πορνείας ὁλόκληρον τὸ σῶμα γίνεται μιαρόν. Ὥσπερ γὰρ εἰς λέβητα ἀκαθαρσίας ἐμπῖπτον καὶ τῷ μολυσμῷ βαπτόμενον, οὕτω φύρεται. Τοῦτο δὲ καὶ ἡμῖν ἔθος. Ἀπὸ μὲν γὰρ τῆς πλεονεξίας καὶ ἁρπαγῆς οὐκ ἄν τις σπουδάσειεν ἐπὶ βαλανεῖον ἐλθεῖν, ἀλλ' ἀδιαφόρως ἐπὶ τὴν οἰκίαν ἄνεισιν· ἀπὸ δὲ μίξεως πόρνης, καθάπερ ὅλος γενόμενος ἀκάθαρτος, ἐπὶ τὸ λούσασθαι ἔρχεται· οὕτως ἔχει τινὰ τὸ συνειδὸς ἀπὸ τῆς ἁμαρτίας ταύτης ὑπόληψιν αἰσχροτέραν. Ἀμφότερα μὲν οὖν χαλεπὰ, καὶ πλεονεξία καὶ πορνεία, καὶ εἰς γέενναν ἐμβάλλει· ἀλλ' ἐπειδὴ οἰκονομικῶς ὁ Παῦλος πάντα ποιεῖ, οἷς εἶχε, τούτοις ηὔξησε τὸ τῆς πορνείας ἔγκλημα. Ἦ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
