# In epistulam i ad Corinthios (homiliae 1-44) 1.1-20

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Περὶ δὲ τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/1.1-20

Ἀναγκαῖον πρῶτον εἰπεῖν τί βούλεται αὐτῷ τουτὶ τὸ χωρίον· οὕτω γὰρ εὔληπτος ἔσται ὁ λόγος ἡμῖν. Ὁ γὰρ ἐγκαλούμενόν τινα ὁρῶν, ἂν μὴ πρότερον ἴδῃ τοῦ ἁμαρτήματος τὴν φύσιν, οὐκ εἴσεται τίνα ἐστὶ τὰ λεγόμενα. Τί ποτ' οὖν ἐστιν ὅπερ ἐνεκάλει τότε Κορινθίοις; Ἔγκλημα μέγα καὶ πολλῶν αἴτιον κακῶν. Ποῖον δὴ τοῦτο; Πολλοὶ παρ' αὐτοῖς μαθόντες, ὅτι οὐ τὰ εἰσερχόμενα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐκπορευόμενα, καὶ ὅτι τὰ εἴδωλα, ξύλα καὶ λίθοι καὶ δαίμονες, οὔτε βλάψαι οὔτε ὠφελῆσαι δυνάμενα, ἀμέτρως τῇ τελειότητι τῆς γνώσεως ταύτης ἐκέχρηντο, καὶ εἰς τὴν ἑτέρων καὶ εἰς τὴν ἑαυτῶν βλάβην. Καὶ γὰρ εἰς εἴδωλα εἰσῄεσαν, καὶ τῶν αὐτόθι μετεῖχον τραπεζῶν, καὶ μέγαν ἐντεῦθεν τὸν ὄλεθρον ἔτικτον. Οἵ τε γὰρ ἔτι τὸν τῶν εἰδώλων ἔχοντες φόβον, καὶ οὐκ εἰδότες αὐτῶν καταφρονεῖν, μετεῖχον τῶν δείπνων ἐκείνων, ἐπειδὴ τοὺς τελειοτέρους ἑώρων τοῦτο ποιοῦντας, καὶ τὰ μέγιστα ἐντεῦθεν ἐβλάπτοντο (οὐδὲ γὰρ μετὰ τῆς αὐτῆς ἐκείνοις γνώμης τῶν προκειμένων ἥπτοντο, ἀλλ' ὡς ἐπ' εἰδωλοθύτων, καὶ ὁδὸς ἐπὶ εἰδωλολατρείαν τὸ πρᾶγμα ἐγίνετο)· αὐτοί τε οὗτοι πάλιν οἱ δῆθεν τελειότεροι, οὐχ ὡς ἔτυχεν ἠδικοῦντο, δαιμονικῶν ἀπολαύοντες τραπεζῶν, Τὸ μὲν οὖν ἔγκλημα τοῦτο ἦν· ὁ δὲ μακάριος οὗτος μέλλων αὐτὸ διορθοῦν, οὐκ εὐθέως καταφορικῶς κέχρηται τῷ λόγῳ· καὶ γὰρ ἀνοίας μᾶλλον ἢ κακίας ἦν τὸ γινόμενον. Διὸ καὶ παραινέσεως ἐν ἀρχῇ μᾶλλον ἐδεῖτο, ἢ ἐπιπλήξεως σφοδρᾶς καὶ ὀργῆς. Σκόπει τοίνυν αὐτοῦ τὴν σύνεσιν, πῶς εὐθέως ἄρχεται τῆς νουθεσίας. Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Τοὺς ἀσθενεῖς ἀφεὶς, ὅπερ ἀεὶ ποιεῖ, τοῖς ἰσχύουσι διαλέγεται πρώτοις. Τοῦτο γὰρ καὶ ἐν τῇ πρὸς Ῥωμαίους ἐποίησεν εἰπών· Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; οὗτος γάρ ἐστιν ὁ καὶ ἐπιτίμησιν εὐκόλως δέξασθαι δυνάμενος. Ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ· καὶ κενοῖ τὸν τῦφον αὐτῶν πρῶτον, ὅπερ ἐνόμιζον αὐτῶν εἶναι ἐξαίρετον τὸ γνῶσιν ἔχειν τελείαν, τοῦτο κοινὸν ἀποφήνας· Οἴδαμεν γὰρ, φησὶν, ὅτι πάντες γνῶσιν ἔχομεν. Καὶ γὰρ εἰ ἀφεὶς αὐτοὺς μέγα φρονεῖν, πρῶτον ἔδειξεν ἐπιβλαβὲς ὂν τὸ πρᾶγμα ἑτέροις, οὐδὲν ἂν τοσοῦτον ὠφέλησεν, ὅσον ἔβλαψεν. Ἡ γὰρ φιλότιμος ψυχὴ, ὅταν ἐπί τινι καλλωπίζηται, κἂν ἑτέρους βλάπτῃ τοῦτο, σφόδρα αὐτοῦ ἔχεται διὰ τὴν τῆς κενοδοξίας τυραννίδα. Διὰ τοῦτο Παῦλος πρῶτον αὐτὸ καθ' ἑαυτὸ τὸ πρᾶγμα ἐξετάζει, ὅπερ καὶ ἐπὶ τῆς σοφίας τῆς ἔξωθεν ἐν τοῖς ἔμπροσθεν ἐποίησε, καθαιρῶν αὐτὴν μεθ' ὑπερβολῆς. Ἀλλ' ἐκεῖ μὲν τοῦτο εἰκότως ἐποίει· ὅλον γὰρ διόλου κατηγορίας ἄξιον ἦν καὶ πολλὴ ἡ εὐκολία· διόπερ οὐδὲ περιττὸν αὐτὸ δείκνυσι μόνον, ἀλλὰ καὶ ἐναντίον τῷ κηρύγματι. Ἐνταῦθα δὲ οὐκ ἐνῆν τοῦτο ποιῆσαι· γνῶσις γὰρ ἦν τὸ τελούμενον, καὶ γνῶσις τελεία. Οὔτε οὖν αὐτὴν καταβαλεῖν ἀσφαλὲς ἦν, καὶ τὸν τῦφον ἄλλως οὐκ ἐνῆν ἐκβαλεῖν τὸν ἐπὶ ταύτῃ. Τί οὖν ποιεῖ; Πρῶτον τῷ δεῖξαι κοινὴν αὐτὴν οὖσαν, καταστέλλει τὸ φύσημα τὸ ἐκείνων. Οἱ γὰρ ἔχοντές τι μέγα καὶ καλὸν, ὅταν μόνοι ἔχωσι, μᾶλλον ἐπαίρονται· ἂν δὲ μετὰ ἄλλων φανῶσιν αὐτὸ κεκτημένοι, οὐκέτι ὁμοίως τοῦτο πάσχουσι. Πρῶτον μὲν οὖν αὐτὸ κοινοποιεῖ, ἐπειδὴ ἐκεῖνοι αὐτῶν αὐτὸ εἶναι ἐνόμιζον μόνων· ἔπειτα ποιήσας κοινὸν, οὐ τίθησιν ἑαυτὸν ἐν τῇ κοινωνίᾳ μόνον, ἐπεὶ καὶ οὕτως ἂν μᾶλλον αὐτοὺς ἐπῆρεν. Ὥσπερ γὰρ τὸ μόνον ἔχειν ἐπαίρει, οὕτω κοινωνὸν ἕνα που καὶ δεύτερον ἔχειν τῶν ὑπερεχόντων, οὐκ ἔλαττον τοῦτο ποιεῖ. Διὰ τοῦτο οὐχ ἑαυτὸν τίθησιν, ἀλλὰ πάντας. Οὐ γὰρ εἶπεν, ὅτι Καὶ ἐγὼ ἔχω γνῶσιν, ἀλλ', Οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἑνὶ μὲν οὖν τούτῳ πρώτῳ κατέβαλεν αὐτῶν τὸ φρόνημα, δευτέρῳ δὲ σφοδροτέρως. Ποίῳ δὴ τούτῳ; Τῷ δεῖξαι ὅτι οὐδὲ αὐτὸ τὸ πρᾶγμα ἀπηρτισμένον ἐστὶν, ἀλλὰ καὶ σφόδρα ἀτελές· καὶ οὐ μόνον ἀτελὲς, ἀλλὰ καὶ βλαβερὸν, ἐὰν μὴ ᾖ συνεζευγμένον ἕτερον αὐτῷ. Εἰπὼν γὰρ, Ὅτι πάντες γνῶσιν ἔχομεν, ἐπήγαγεν· Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. Ὥστε ὅταν χωρὶς ἀγάπης ᾖ, καὶ εἰς ἀπόνοιαν αἴρει. Ἀλλ' οὐδὲ ἡ ἀγάπη, φησὶ, χωρὶς γνώσεως κέρδος ἔχει τι. Ἀλλ' οὐκ εἶπε τοῦτο· ἀλλ' ὡς ὡμολογημένον ἀφεὶς, δείκνυσιν ὅτι σφόδρα δεῖται ἐκείνου τοῦτο. Ὁ μὲν γὰρ ἀγαπῶν, ἅτε ἐντολὴν πληρῶν τὴν πασῶν κυριωτέραν, κἂν ἐλλείποντά τινα ἔχῃ, ταχέως ἀπολαύσεται τῆς γνώσεως διὰ τὴν ἀγάπην, ὥσπερ ὁ Κορνήλιος καὶ ἕτεροι πολλοί· ὁ δὲ γνῶσιν μὲν ἔχων, ἀγάπην δὲ μὴ ἔχων, οὐ μόνον οὐδὲν προσλήψεται, ἀλλὰ καὶ αὐτῆς ἐκπεσεῖται ἧς ἔχει, πολλάκις εἰς ἀπόνοιαν ἐμπεσών. Ὥστε ἡ μὲν γνῶσις ἀγάπης οὐκ ἔστι ποιητικὴ, ἀλλὰ καὶ τοὐναντίον ἀποσχίζει τὸν μὴ προσέχοντα, φυσῶσα καὶ ἐπαίρουσα. Καὶ γὰρ διαιρεῖν εἴωθεν ἡ ἀλαζονεία· ἡ δὲ ἀγάπη καὶ συνάγειν καὶ πρὸς γνῶσιν ἄγειν. Ὅπερ οὖν καὶ δηλῶν ἔλεγεν· Εἰ δέ τις ἀγαπᾷ τὸν Θεὸν, οὗτος ἔγνωσται ὑπ' αὐτοῦ. Ὥστε οὐ τοῦτο κωλύω, φησὶ, τὸ τελείαν γνῶσιν ἔχειν, ἀλλὰ τὸ μετὰ ἀγάπης ταύτην ἔχειν, τοῦτο κελεύω· ἐπεὶ κέρδος οὐδὲν, ἀλλὰ καὶ βλάβος.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
