Ancient Greek
Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 1.1-25
Not analysed yet
Εἰπὼν ὅτι ἀδύνατον ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων, καὶ καθάπαξ ἀπαγαγὼν τῶν τραπεζῶν ἐκείνων, ἀπὸ παραδειγμάτων Ἰουδαϊκῶν, ἀπὸ λογισμῶν ἀνθρωπίνων, ἀπὸ τῶν μυστηρίων τῶν φρικτῶν, ἀπὸ τῶν ἐν τοῖς εἰδώλοις τελουμένων, καὶ πολὺν φόβον ἐνθεὶς αὐτοῖς· ἵνα μὴ τῷ φόβῳ τούτῳ πάλιν εἰς ἑτέραν ἀμετρίαν αὐτοὺς ἐξωθήσῃ, καὶ ἀναγκασθῶσι πλείονι περιεργίᾳ κεχρημένοι τοῦ δέοντος δεδοικέναι, μήποτε καὶ ἀγνοούντων αὐτῶν ἐπεισέλθῃ τι τοιοῦτον, ἢ ἐξ ἀγορᾶς ἢ ἄλλοθέν ποθεν, ἀφιεὶς αὐτοὺς ταύτης τῆς ἀνάγκης, φησί· Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες. Ἐὰν γὰρ ἀγνοῶν, φησὶ, φάγῃς καὶ μὴ εἰδὼς, οὐχ ὑπόκεισαι τῇ τιμωρίᾳ· τῆς γὰρ ἀγνοίας λοιπὸν τὸ πρᾶγμα, οὐχὶ τῆς λαιμαργίας. Καὶ οὐ ταύτης μόνον αὐτοὺς ἀπαλλάττει τῆς ἀγωνίας, ἀλλὰ καὶ ἑτέρας, πολλὴν ἄδειαν καὶ ἐλευθερίαν αὐτοῖς κατασκευάζων. Οὐδὲ γὰρ ἀνακρίνειν ἀφίησι, τουτέστιν, ἐξετάζειν καὶ πυνθάνεσθαι, εἴτε εἰδωλόθυτον, εἴτε μὴ τοιοῦτον· ἀλλ' ἁπλῶς ἐσθίειν ἅπαν τὸ ἐξ ἀγορᾶς, μηδὲ τοῦτο μανθάνειν, ὅ τι ποτέ ἐστι τὸ προκείμενον. Ὥστε ἔστι καὶ φαγόντα ἀγνοοῦντα ἀπηλλάχθαι. Τοιαῦτα γὰρ τὰ μὴ τῇ φύσει πονηρὰ, ἀλλ' ἀπὸ τῆς διανοίας ποιοῦντα τὸ ἀκάθαρτον. Διὰ τοῦτό φησι, Μηδὲν ἀνακρίνοντες. Τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, οὐχὶ τῶν δαιμόνων. Εἰ δὲ ἡ γῆ καὶ οἱ καρποὶ καὶ τὰ ἄλογα αὐτοῦ πάντα, οὐδὲν ἀκάθαρτον· ἀλλ' ἑτέρως ἀκάθαρτον γίνεται, ἀπὸ τῆς διανοίας καὶ ἀπὸ τῆς παρακοῆς. Διὰ τοῦτο οὐ μόνον ἐπέτρεψεν, ἀλλὰ καὶ, Ἐάν τις ὑμᾶς, φησὶ, καλῇ τῶν ἀπί στων, καὶ θέλητε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. Ὅρα πάλιν τὴν συμμετρίαν· οὐ γὰρ ἐπέταξε καὶ ἐνομοθέτησεν ἀπιέναι, ἀλλ' οὐδὲ ἐκώλυσεν· ἀπελθόντας δὲ πάλιν ἀπαλλάττει πάσης ὑποψίας. Τί δήποτε; Ἵνα μὴ δόξῃ φόβου τινὸς εἶναι ἡ τοσαύτη πολυπραγμοσύνη καὶ δειλίας. Ὁ μὲν γὰρ περιεργαζόμενος, ὡς δεδοικὼς τοῦτο ποιεῖ· ὁ δὲ μετὰ τὸ ἀκοῦσαι ἀπεχόμενος, ὡς καταφρονῶν καὶ μισῶν καὶ ἀποστρεφόμενος, ἀπέχεται. Διόπερ ὁ Παῦλος ἀμφότερα βουλόμενος κατασκευάσαι φησί· Πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε. Ἂν δέ τις ὑμῖν εἴπῃ, Τοῦτο εἰδωλόθυτόν ἐστι, μὴ ἐσθίετε διὰ τὸν μηνύσαντα. Οὐδὲ γὰρ ὡς ἐχόντων ἰσχὺν, ἀλλ' ὡς βδελυρῶν ἀπέχεσθαι κελεύει. Μήτε τοίνυν ὡς δυνάμενα καταβλάψαι, φεύγετε· οὐδεμίαν γὰρ ἔχει ἰσχύν· μήτε, ἐπειδὴ μηδεμίαν ἔχει ἰσχὺν, ἀδιαφόρως μετέχετε· ἐχθρῶν γάρ ἐστι καὶ ἠτιμωμένων ἡ τράπεζα. Διὸ ἔλεγε, Μὴ ἐσθίετε διὰ τὸν μηνύσαντα, καὶ τὴν συνείδησιν. Τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Ὁρᾷς πῶς καὶ ὅτε ἐσθίειν κελεύει, καὶ ὅτε ἀπέχεσθαι δεῖ, τὴν αὐτὴν μαρτυρίαν εἰς μέσον ἄγει; Οὐδὲ γὰρ διὰ τοῦτο κωλύω, φησὶν, ὡς ἀλλοτρίων ὄντων· τοῦ γὰρ Κυρίου ἡ γῆ· ἀλλὰ δι' ὅπερ εἶπον, διὰ τὴν συνείδησιν, τουτέστιν, ἵνα μὴ βλαβῇ. Οὐκοῦν δεῖ περιεργάζεσθαι; Οὒ, φησίν· οὐδὲ γὰρ τὴν σὴν εἶπον συνείδησιν, ἀλλὰ τὴν ἐκείνου. Προλαβὼν γὰρ εἶπον, Διὰ τὸν μηνύσαντα· καὶ πάλιν, Συνείδησιν δὲ λέγω, οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου. Ἀλλ' ἴσως εἴποι τις ἂν, ὅτι Τῶν μὲν ἀδελφῶν εἰκότως φείδῃ, καὶ οὐκ ἐᾷς ἡμᾶς ἀπογεύεσθαι δι' ἐκείνους, ἵνα μὴ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα οἰκονομηθῇ εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν· εἰ δὲ Ἕλλην τις εἴη, τί σοι τούτου μέλει; οὐ σὺ ἔλεγες, Τί γάρ μοι καὶ τοὺς ἔξω κρίνειν; τίνος οὖν ἕνεκεν αὐτῶν πάλιν φροντίζεις; Οὐκ ἐκείνου φροντίζω, φησὶν, ἀλλὰ καὶ ἐνταῦθα σοῦ. Διὸ καὶ ἐπήγαγεν· Ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; ἐλευθερίαν τὸ ἀπαρατήρητον καὶ ἀκώλυτον λέγων· τοῦτο γὰρ ἐλευθερία, Ἰουδαϊκῆς ἀπηλλαγμένη δουλείας. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐλεύθερόν με ἐποίησεν ὁ Θεὸς, καὶ πάσης βλάβης ἀνώτερον· ἀλλ' οὐκ οἶδεν ὁ Ἕλλην δικάζειν τῇ ἐμῇ φιλοσοφίᾳ, οὐδὲ τὴν τοῦ Δεσπότου μου φιλοτιμίαν συνορᾷν, ἀλλὰ καταγνώσεται καὶ ἐρεῖ πρὸς ἑαυτόν· Μῦθος τὰ Χριστιανῶν, ἀπέχονται τῶν εἰδώλων, φεύγουσι δαίμονας, καὶ τῶν ἐκείνοις προσαγομένων ἔχονται· πολλὴ παρ' αὐτοῖς ἡ γαστριμαργία. Καὶ τί τοῦτο; φησί· ποῖον δὲ ἡμῖν βλάβος, ἂν κακῶς ἐκεῖνος κρίνῃ; Πόσῳ δὲ βέλτιον τὸ μηδὲ ὅλως κρίνειν αὐτῷ διδόναι; ἂν γὰρ ἀπέχῃ, οὐδὲ ταῦτα ἐρεῖ. Πῶς, φησὶν, οὐκ ἐρεῖ; ὅταν γὰρ ἴδῃ μὴ ἐξετάζοντα ταῦτα, μὴ ἐν μακέλλῳ, μὴ ἐν συμποσίῳ, πῶς οὐκ ἐρεῖ καὶ καταγνώσεται, ὡς ἀδιαφόρως μου μετέχοντος; Οὐδαμῶς· οὐ γὰρ ὡς εἰδωλοθύτων μετέχεις, ἀλλ' ὡς καθαρῶν· εἰ δὲ οὐ περιεργάζῃ, ἵνα δείξῃς, ὅτι οὐ δέδοικας τὰ προκείμενα. Διὰ γὰρ τοῦτο, κἂν εἰς Ἑλλήνων οἰκίαν εἰσέλθῃς, κἂν εἰς ἀγορὰν ἐμβάλῃς, οὐκ ἀφίημί σε ἐρωτᾷν, ἵνα μὴ ψοφοδεὴς γένῃ μηδὲ λινοπλὴξ, μηδὲ περιττὰ ἑαυτῷ πράγματα παρέχῃς. Εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; Τίνος μετέχεις χάριτι; εἰπέ μοι. Τῶν τοῦ Θεοῦ δωρεῶν· ἡ γὰρ χάρις αὐτοῦ τοσαύτη, ὡς κατασκευάσαι μοι τὴν ψυχὴν ἀμόλυντον καὶ ἀνωτέραν πάσης κηλῖδος. Καθάπερ γὰρ ἥλιος ἐπαφιεὶς τὰς ἀκτῖνας πολλαῖς κηλῖσι, πάλιν αὐτὰς συστέλλει καθαράς· οὕτω καὶ ἡμεῖς, καὶ πολλῷ πλέον, ἐν μέσῳ τῷ κόσμῳ στρεφόμενοι, καθαροὶ διαμένομεν, ἂν ἐθέλωμεν, ὅσῳ καὶ μείζονα δύναμιν ἔχομεν.