# In epistulam i ad Corinthios (homiliae 1-44) 1.1-28

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/1.1-28

Τί βούλεται ταῦτα τὰ ῥήματα, ἑτέρας ὑποθέσεως τῆς προκειμένης οὔσης; Ἔθος τοῦτο τῷ Παύλῳ, ὥσπερ καὶ ἔμπροσθεν ἔφθην εἰπὼν, μὴ μόνον ἐκεῖνα ἐργάζεσθαι, ἅπερ αὐτῷ προκείμενά ἐστιν, ἀλλὰ κἂν ἕτερος παρεμπέσῃ λόγος τῇ ὑποθέσει, καὶ τούτῳ μετὰ πολλῆς ἐπεξιέναι τῆς σπουδῆς, καὶ μάλιστα ὅταν περὶ σφόδρα ἀναγκαίων καὶ κατεπειγόντων ᾖ. Καὶ γὰρ ὅτε τοῖς γεγαμηκόσι διελέγετο, καὶ ὁ τῶν οἰκετῶν αὐτῷ παρενέπεσε λόγος, σφόδρα γενναίως καὶ διὰ πολλῶν αὐτὸν κατεσκεύασε· καὶ ὅτε περὶ τοῦ μὴ δεῖν κρίνεσθαι ἐν τοῖς δικαστηρίοις ἔλεγε, καὶ τότε εἰς τὴν περὶ πλεονεξίας ἐμπεσὼν νουθεσίαν, πολλὰ καὶ περὶ ταύτης διελέχθη τῆς ὑποθέσεως· ὃ δὴ καὶ ἐνταῦθα πεποίηκεν. Ἐπειδὴ γὰρ ἅπαξ τῆς τῶν μυστηρίων ἐδεήθη μνήμης, ἀναγκαῖον εἶναι ἐνόμισεν ἐπεξελθεῖν τῇ ὑποθέσει· οὐδὲ γὰρ ἡ τυχοῦσα ἦν. Διὸ καὶ σφόδρα φοβερῶς περὶ αὐτῆς διελέχθη, τὸ κεφάλαιον τῶν ἀγαθῶν κατασκευάζων, τὸ μετὰ καθαροῦ προσιέναι συνειδότος αὐτοῖς. Ὅθεν οὐδὲ τοῖς ἔμπροσθεν εἰρημένοις ἠρκέσθη μόνον, ἀλλὰ καὶ ταῦτα προστίθησι λέγων· Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν· ὃ καὶ ἐν τῇ δευτέρᾳ φησίν· Ἑαυτοὺς πειράζετε, ἑαυτοὺς δοκιμάζετε· οὐ καθάπερ ἡμεῖς ποιοῦμεν νῦν, καιρῷ προσιόντες μᾶλλον, ἢ σπουδῇ γνώμης. Οὐ γὰρ ὅπως παρεσκευασμένοι καὶ τὰ κακὰ ἑαυτῶν ἐκκαθάραντες καὶ κατανύξεως πληρωθέντες προσέλθοιμεν σκοποῦμεν, ἀλλ' ὅπως ἐν ἑορταῖς, καὶ ἡνίκα ἂν ἅπαντες. Ἀλλ' οὐχ οὕτως ὁ Παῦλος ἐκέλευσεν, ἀλλ' ἕνα καιρὸν οἶδε προσόδου καὶ κοινωνίας, τοῦ συνειδότος τὴν καθαρότητα. Εἰ γὰρ αἰσθητῆς οὐκ ἄν ποτε μεταλάβοιμεν τραπέζης πυρέττοντες καὶ χυμῶν γέμοντες πονηρῶν, ὥστε μὴ ἀπολέσθαι· πολλῷ μᾶλλον ταύτης ἅπτεσθαι ἡμῖν οὐ θέμις μετὰ ἐπιθυμιῶν ἀτόπων, αἳ πυρετῶν εἰσι χαλεπώτεραι. Ὅταν δὲ ἐπιθυμίας ἀτόπους εἴπω, καὶ τὰς τῶν σωμάτων λέγω καὶ τὰς τῶν χρημάτων καὶ τὰς τῆς ὀργῆς καὶ τὰς τῆς μνησικακίας, καὶ πάσας ἁπλῶς τὰς ἀτόπους. Καὶ δεῖ τὸν προσιόντα, πάντα ἐξαντλήσαντα ταῦτα, οὕτω τῆς καθαρᾶς ἐκείνης ἅπτεσθαι θυσίας, καὶ μήτε ῥᾳθύμως διακείμενον καὶ ταλαιπώρως, ἀναγκάζεσθαι διὰ τὴν ἑορτὴν προσιέναι, μήτε αὖ κατανυγέντα καὶ παρεσκευασμένον, κωλύεσθαι διὰ τὸ μὴ εἶναι ἑορτήν. Ἑορτὴ γὰρ ἔργων ἀγαθῶν ἐστιν ἐπίδειξις, καὶ ψυχῆς εὐλάβεια, καὶ πολιτείας ἀκρίβεια· κἂν ταῦτα ἔχῃς, διαπαντὸς ἑορτάζειν δυνήσῃ, καὶ διαπαντὸς προσιέναι. Διὰ τοῦτό φησι, Δοκιμαζέτω δὲ ἑαυτὸν ἕκαστος, καὶ τότε προσίτω. Καὶ οὐχ ἕτερον ἑτέρῳ κελεύει δοκιμάσαι, ἀλλ' αὐτὸν ἑαυτὸν, ἀδημοσίευτον ποιῶν τὸ δικαστήριον, ἀμάρτυρον τὸν ἔλεγχον. Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, τοῦ Κυρίου κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει. Τί λέγεις; εἰπέ μοι· ἡ τοσούτων ἀγαθῶν αἰτία, καὶ ζωὴν βρύουσα τράπεζα, αὕτη κρῖμα γίνεται; Οὐ παρὰ τὴν αὐτῆς φύσιν, φησὶν, ἀλλὰ παρὰ τὴν τοῦ προσιόντος προαίρεσιν. Ὥσπερ γὰρ ἡ παρουσία αὐτοῦ, ἡ τὰ μεγάλα ἐκεῖνα καὶ ἀπόῤῥητα κομίσασα ἡμῖν ἀγαθὰ, τοὺς μὴ δεξαμένους αὐτὴν μᾶλλον κατέκρινεν· οὕτω καὶ τὰ μυστήρια μείζονος ἐφόδια κολάσεως γίνεται τοῖς ἀναξίως μετέχουσι. Διὰ τί δὲ κρῖμα ἑαυτῷ ἐσθίει; Μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου. Τουτέστι, Μὴ ἐξετάζων, μὴ ἐννοῶν, ὡς χρὴ, τὸ μέγεθος τῶν προκειμένων, μὴ λογιζόμενος τὸν ὄγκον τῆς δωρεᾶς. Εἰ γὰρ μάθοις ἀκριβῶς τίς ποτέ ἐστιν ὁ προκείμενος, καὶ τίς ὢν τίνι ἑαυτὸν δίδωσιν, οὐδενὸς ἑτέρου δεήσῃ λόγου, ἀλλ' ἀρκεῖ σοι τοῦτο εἰς ἅπασαν νῆψιν, εἰ μὴ σφόδρα εἴης ἀναπεπτωκώς. Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Ἐνταῦθα λοιπὸν οὐκέτι ἀπὸ ἑτέρων τὰ παραδείγματα φέρει, ὥσπερ ἐπὶ τῶν εἰδωλοθύτων ἐποίησε, τὰς παλαιὰς διηγούμενος ἱστορίας καὶ τὰς ἐν τῇ ἐρήμῳ πληγὰς, ἀλλ' ἀπ' αὐτῶν τῶν Κορινθίων, ὅπερ καὶ πληκτικώτερον ἐποίει τὸν λόγον. Ἐπειδὴ γὰρ ἔλεγε, Κρῖμα ἑαυτῷ ἐσθίει, καὶ, Ἔνοχός ἐστιν, ἵνα μὴ δοκῇ ῥήματα λέγειν, καὶ ἔργα δείκνυσι καὶ μάρτυρας αὐτοὺς καλεῖ, ὅπερ μᾶλλον τοῦ ἀπειλῆσαι καθικνεῖται, τῷ δεῖξαι εἰς ἔργον τὴν ἀπειλὴν ἐξελθοῦσαν. Οὐ μὴν τούτοις ἠρκέσθη μόνοις, ἀλλ' ἀπὸ τούτων καὶ τὸν περὶ τῆς γεέννης εἰσήγαγε καὶ ἐπιστώσατο λόγον, ἀμφοτέρωθεν φοβῶν, καὶ ζήτημα πανταχοῦ περιφερόμενον λύων. Ἐπειδὴ γὰρ πολλοὶ πρὸς ἀλλήλους ἀποροῦσι, πόθεν οἱ ἄωροι θάνατοι, πόθεν αἱ μακραὶ νόσοι, λέγει ὅτι ἐξ ἁμαρτημάτων πολλὰ τούτων τῶν ἀδοκήτων τὴν ὑπόθεσιν ἔχει.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
