# In epistulam i ad Corinthios (homiliae 1-44) 1.1-29

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοὶ, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/1.1-29

Τοῦτο ἅπαν τὸ χωρίον σφόδρα ἐστὶν ἀσαφές· τὴν δὲ ἀσάφειαν ἡ τῶν πραγμάτων ἄγνοιά τε καὶ ἔλλειψις ποιεῖ τῶν τότε μὲν συμβαινόντων, νῦν δὲ οὐ γινομένων. Καὶ τίνος ἕνεκεν οὐ γίνεται νῦν; Ἰδοὺ γὰρ καὶ ἡ αἰτία πάλιν τῆς ἀσαφείας ἕτερον ἡμῖν ζήτημα ἔτεκε. Τί δήποτε γὰρ τότε μὲν ἐγίνετο, νῦν δὲ οὐκέτι; Ἀλλὰ τοῦτο μὲν εἰς αὖθις ἀναβαλλώμεθα, τέως δὲ τὰ συμβαίνοντα τότε λέγωμεν. Τί οὖν τότε συνέβαινεν; Εἴ τις ἐβαπτίσατο, γλώσσαις εὐθέως ἐλάλει, καὶ οὐ γλώσσαις μόνον, ἀλλὰ πολλοὶ καὶ προεφήτευον, τινὲς δὲ καὶ ἑτέρας πλείους δυνάμεις ἐπεδείκνυντο. Ἐπειδὴ γὰρ ἀπὸ τῶν εἰδώλων προσιόντες, οὐδὲν εἰδότες σαφῶς, οὐδὲ ταῖς παλαιαῖς ἐντραφέντες βίβλοις, βαπτισθέντες εὐθέως Πνεῦμα ἐλάμβανον, τὸ δὲ Πνεῦμα οὐχ ἑώρων· ἀόρατον γάρ ἐστιν· αἴσθητόν τινα ἔλεγχον ἐδίδου τῆς ἐνεργείας ἐκείνης ἡ χάρις· καὶ ὁ μὲν τῇ Περσῶν, ὁ δὲ τῇ Ῥωμαίων, ὁ δὲ τῇ Ἰνδῶν, ὁ δὲ ἑτέρᾳ τινὶ τοιαύτῃ εὐθέως ἐφθέγγετο γλώσσῃ· καὶ τοῦτο ἐφανέρου τοῖς ἔξωθεν, ὅτι Πνεῦμά ἐστιν ἐν αὐτῷ τῷ φθεγγομένῳ. Διὸ καὶ οὕτως αὐτὸ καλεῖ λέγων· Ἑκάστῳ δὲ ἡ φανέρωσις τοῦ Πνεύματος δίδοται πρὸς τὸ συμφέρον· τὰ χαρίσματα φανέρωσιν Πνεύματος ὀνομάζων. Ἐπειδὴ γὰρ καὶ οἱ ἀπόστολοι τοῦτο πρῶτον σημεῖον ἔλαβον, καὶ οἱ πιστοὶ τοῦτο ἐλάμβανον τὸ τῶν γλωσσῶν, καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερα πλείω. Καὶ γὰρ καὶ νεκροὺς ἤγειρον πολλοὶ, καὶ δαίμονας ἤλαυνον, καὶ ἄλλα πολλὰ τοιαῦτα ἐθαυματούργουν· καὶ χαρίσματα δὲ εἶχον, οἱ μὲν ἐλάττονα, οἱ δὲ πλείω. Πλέον δὲ πάντων τὸ τῶν γλωσσῶν ἦν παρ' αὐτοῖς χάρισμα. Καὶ τοῦτο αἴτιον σχίσματος αὐτοῖς ἐγένετο, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀγνωμοσύνην τῶν εἰληφότων. Οἵ τε γὰρ τὰ μείζονα ἔχοντες ἐπῄροντο κατὰ τῶν τὰ ἐλάττονα κεκτημένων· οὗτοι δ' αὖ πάλιν ἤλγουν, καὶ τοῖς τὰ μείζονα ἔχουσιν ἐφθόνουν. Καὶ τοῦτο προϊὼν δείκνυσιν αὐτὸς ὁ Παῦλος. Ἐπεὶ οὖν ἐντεῦθεν καιρίαν ἐλάμβανον πληγὴν, διαλυομένης αὐτοῖς τῆς ἀγάπης, πολλὴν σπουδὴν ποιεῖται, ὥστε αὐτὸ διορθῶσαι. Συνέβη μὲν γὰρ τοῦτο καὶ ἐν τῇ Ῥώμῃ, ἀλλ' οὐχ οὕτω· διόπερ καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ κινεῖ μὲν αὐτὸ, συνεσκιασμένως δὲ καὶ ἐν βραχεῖ, λέγων οὕτω· Καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν· οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθ' εἷς, ἀλλήλων μέλη. Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ. Ὅτι δὲ καὶ ἐκεῖνοι εἰς ἀπόνοιαν ἐντεῦθεν ἐνέπιπτον, ἀρχόμενος ᾐνίξατο τοῦτο, οὕτως εἰπών· Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως. Ἐκείνοις μὲν οὖν (οὐδὲ γὰρ πολὺ τὸ νόσημα ἦν τῆς διαστάσεως καὶ ἀπονοίας) οὕτω διείλεκται· ἐνταῦθα δὲ μετὰ πολλῆς τῆς σπουδῆς· καὶ γὰρ σφοδρὰ τοῦ πάθους ἦν ἡ νομή. Καὶ οὐδὲ τοῦτο μόνον αὐτοὺς ἐθορύβει, ἀλλὰ καὶ μάντεις ἦσαν αὐτόθι πολλοὶ, ἅτε Ἑλληνικώτερον τῆς πόλεως διακειμένης, καὶ μετὰ τῶν ἄλλων καὶ τοῦτο αὐτοὺς ὑπεσκέλιζε καὶ ἐτάραττε. Διὸ καὶ ἀρχόμενος, πρῶτον τὸ μέσον μαντείας καὶ προφητείας τίθησι. Διὰ τοῦτο καὶ διακρίσεις ἔλαβον πνευμάτων, ὥστε διακρίνειν καὶ εἰδέναι, τίς μὲν ὁ πνεύματι φθεγγόμενος καθαρῷ, τίς δὲ ὁ ἀκαθάρτῳ. Ἐπειδὴ γὰρ αὐτόθεν οὐκ ἦν παρασχεῖν τῶν λεγομένων τὴν ἀπόδειξιν (προφητεία γὰρ οὐκ ἐν τῷ καιρῷ, ᾧ λέγεται, ἀλλ' ἐν τῷ καιρῷ τῆς ἐκβάσεως παρέχεται τῆς οἰκείας ἀληθείας τὸν ἔλεγχον)· καὶ οὐκ ἦν εὔκολον αὐτὴν διαγνῶναι, καὶ τίς μὲν ὁ προφητεύων, τίς δὲ ὁ ψευδόμενος (καὶ γὰρ μιαρὸς ὢν ὁ διάβολος ἐπεισῄει τοῖς προφητεύουσι, ψευδοπροφήτας εἰσάγων ὡς δῆθεν τὰ μέλλοντα προλέγοντας καὶ αὐτούς)· εἶτα ἐπειδὴ τέως ἀνεύθυνα ἦν τὰ λεγόμενα, οὔπω τῶν πραγμάτων ἐκβάντων περὶ ὧν προελέγετο, καὶ ῥᾳδίως παρεκρούετο (τὸν γὰρ ψευδόμενον καὶ τὸν ἀληθεύοντα τὸ τέλος ἤλεγχεν)· ἵνα δὴ μηδὲ πρὸ τοῦ τέλους ἀπατῶνται οἱ ἀκροαταὶ, δίδωσιν αὐτοῖς σημεῖον, ὃ καὶ πρὸ τῆς ἐκβάσεως ἐδείκνυ τοῦτον κἀκεῖνον· καὶ ἐντεῦθεν λαβὼν ἀκολουθίαν καὶ ἀρχὴν, οὕτω καὶ εἰς τὸν περὶ τῶν χαρισμάτων ἐκβαίνει λόγον, καὶ τὴν φιλονεικίαν διορθοῦται τὴν καὶ ἐντεῦθεν γινομένην. Τέως μέντοι τοῦ περὶ τῶν μάντεων ἄρχεται λόγου οὕτω λέγων· Περὶ δὲ τῶν πνευματικῶν οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί· πνευματικὰ τὰ σημεῖα καλῶν, ὅτι ταῦτα ἔργα τοῦ Πνεύματος μόνου, οὐδὲν ἀνθρωπίνης ἐπεισφερούσης σπουδῆς εἰς τὸ τὰ τοιαῦτα θαυματουργεῖν. Καὶ μέλλων περὶ αὐτῶν διαλέγεσθαι, πρότερον, ὅπερ ἔφην, τῆς μαντείας τὴν διαφορὰν καὶ τῆς προφητείας τίθησιν, οὕτω λέγων· Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐν τοῖς εἰδώλοις, φησὶν, εἴποτε κατεσχέθη τις ὑπὸ πνεύματος ἀκαθάρτου καὶ ἐμαντεύετο, ὥσπερ ἀπαγόμενος, οὕτως εἵλκετο ὑπὸ τοῦ πνεύματος δεδεμένος, οὐδὲν εἰδὼς ὧν λέγει. Τοῦτο γὰρ μάντεως ἴδιον, τὸ ἐξεστηκέναι, τὸ ἀνάγκην ὑπομένειν, τὸ ὠθεῖσθαι, τὸ ἕλκεσθαι, τὸ σύρεσθαι ὥσπερ μαινόμενον. Ὁ δὲ προφήτης οὐχ οὕτως, ἀλλὰ μετὰ διανοίας νηφούσης, καὶ σωφρονούσης καταστάσεως, καὶ εἰδὼς ἃ φθέγγεται, φησὶν ἅπαντα. Ὥστε καὶ πρὸ τῆς ἐκβάσεως κἀντεῦθεν γνώριζε τὸν μάντιν καὶ τὸν προφήτην. Καὶ σκόπει πῶς ἀνύποπτον ποιεῖ τὸν λόγον· αὐτοὺς μάρτυρας καλεῖ τοὺς ἐν τῇ πείρᾳ τοῦ πράγματος γενομένους. Ὅτι γὰρ οὐ ψεύδομαι, φησὶν, οὐδὲ ἁπλῶς διασύρω τὰ τῶν ἐθνῶν, ὡς ἐχθρὸς πλάττων, αὐτοὶ ὑμεῖς μοι μαρτυρήσατε· καὶ γὰρ οἴδατε ὅτε Ἕλληνες ἦτε, πῶς ἀπήγεσθε ἑλκόμενοι τότε. Εἰ δέ τις καὶ τούτους ὡς πιστοὺς ὑπόπτους εἶναι φαίη, φέρε καὶ ἐκ τῶν ἔξωθεν τοῦτο ὑμῖν ποιήσω φανερόν. Ἄκουσον γοῦν Πλάτωνος λέγοντος οὕτως· Ὥσπερ οἱ χρησμῳδοὶ καὶ οἱ θεομάντεις λέγουσι μὲν πολλὰ καὶ καλὰ, ἴσασι δὲ οὐδὲν ὧν λέγουσιν. Ἄκουσον γοῦν καὶ ἑτέρου ποιητοῦ τὰ αὐτὰ ἐνδεικνυμένου. Ἐπειδὴ γὰρ τελεταῖς τισι καὶ μαγγανείαις κατέδησε δαίμονά τις εἰς ἄνθρωπον; καὶ ἐμαντεύετο ἐκεῖνος, καὶ μαντευόμενος ἐῤῥιπτεῖτο καὶ ἐσπαράττετο, καὶ ἐνεγκεῖν τοῦ δαίμονος τὴν ὁρμὴν οὐκ ἠδύνατο, ἀλλ' ἔμελλε διασπώμενος οὕτως ἀπόλλυσθαι, τοῖς τὰ τοιαῦτα μαγγανεύουσί φησι· Λύσατε λοιπὸν, ἄνακτα βροτὸς θεὸν οὐκέτι χωρεῖ· καὶ πάλιν, Λύσατέ μοι στεφάνους, καί μευ πόδας ὕδατι λευκῷ Ῥάνατε, καὶ γραμμὰς ἀπαλείψατε, καί γε μολοῖμι. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα (καὶ γὰρ ἔστι πολλῷ πλείονα εἰπεῖν), ἀμφότερα ταῦτα ἡμῖν ἐνδείκνυται, καὶ τὴν ἀνάγκην ᾗ κατεχόμενοι δουλεύουσιν οἱ δαίμονες, καὶ τὴν βίαν ἣν ὑπομένοντες οἱ καθάπαξ ἑαυτοὺς ἐκδόντες αὐτοῖς, καὶ τῶν κατὰ φύσιν ἐξίστανται φρενῶν. Καὶ ἡ Πυθία δέ· ἀναγκάζομαι γὰρ καὶ ἑτέραν αὐτῶν ἀσχημοσύνην ἐκπομπεῦσαι νῦν, ἣν καλὸν μὲν ἦν παρελθεῖν διὰ τὸ ἡμῖν ἀπρεπὲς εἶναι τὰ τοιαῦτα λέγειν· ὥστε δὲ σαφέστερον αὐτῶν μαθεῖν τὴν αἰσχύνην, ἀναγκαῖον εἰπεῖν, ἵνα κἀντεῦθεν μάθητε τὴν παράνοιαν, καὶ τὸν πολὺν γέλωτα τῶν τοῖς μάντεσι κεχρημένων· λέγεται τοίνυν αὕτη ἡ Πυθία γυνή τις οὖσα ἐπικαθῆσθαι τῷ τρίποδί ποτε τοῦ Ἀπόλλωνος, διαιροῦσα τὰ σκέλη· εἶθ' οὕτω πνεῦμα πονηρὸν κάτωθεν ἀναδιδόμενον, καὶ διὰ τῶν γεννητικῶν αὐτῆς διαδυόμενον μορίων πληροῦν τὴν γυναῖκα τῆς μανίας, καὶ ταύτην τὰς τρίχας λύουσαν λοιπὸν ἐκβακχεύεσθαί τε, καὶ ἀφρὸν ἐκ τοῦ στόματος ἀφιέναι, καὶ οὕτως ἐν παροινίᾳ γενομένην τὰ τῆς μανίας φθέγγεσθαι ῥήματα. Οἶδα ὅτι ᾐσχύνθητε καὶ ἠρυθριάσατε ταῦτα ἀκούσαντες· ἀλλ' ἐκεῖνοι καὶ μέγα φρονοῦσι καὶ διὰ τὴν ἀσχημοσύνην καὶ διὰ τὴν μανίαν ταύτην.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
