# In epistulam i ad Corinthios (homiliae 1-44) 1.1-30

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλὰ, πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα, ἕν ἐστι σῶμα· οὕτω καὶ ὁ Χριστός.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/1.1-30

Παραμυθησάμενος ἐκ τοῦ εἰπεῖν χάρισμα εἶναι τὸ διδόμενον, ἐκ τοῦ πάντα ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ Πνεύματος λαμβάνειν, ἐκ τοῦ πρὸς τὸ συμφέρον δίδοσθαι, ἐκ τοῦ διὰ τῶν ἐλαττόνων φανέρωσιν γίνεσθαι, καὶ μετὰ τούτων καὶ ἐπιστομίσας ἐκ τοῦ δεῖν παραχωρεῖν τῇ ἐξουσίᾳ τοῦ Πνεύματος· Πάντα γὰρ ταῦτα, φησὶν, ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται· διὸ οὐδὲ περιεργάζεσθαι θέμις· καὶ ἐξ ἑτέρου λοιπὸν αὐτοὺς παραμυθεῖται κοινοῦ παραδείγματος, καὶ ἐπὶ τὴν φύσιν αὐτὴν καταφεύγει, ὅπερ ἔθος αὐτῷ ποιεῖν. Καὶ γὰρ ἡνίκα περὶ τῆς κόμης διελέγετο τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν, μετὰ τὰ ἄλλα καὶ ἐντεῦθεν αὐτοὺς ἐπαίδευσε, λέγων· Ἦ οὐδὲ αὐτὴ ἡ φύσις ὑμᾶς διδάσκει, ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι, γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῆς ἐστι; Καὶ ὅτε περὶ τῶν εἰδωλοθύτων ἔλεγεν, ἀπαγορεύων αὐτῶν ἅπτεσθαι, καὶ ἀπὸ τῶν ἔξωθεν παραδειγμάτων ἐπεχείρει τῷ λόγῳ, Ὀλυμπικῶν τε ἀγώνων μεμνημένος, καὶ λέγων, ὅτι Οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον· καὶ ἀπὸ ποιμένων καὶ στρατιωτῶν καὶ γεωργῶν ταῦτα κατασκευάζων. Διὸ δὴ καὶ ἐνταῦθα κοινὸν ὑπόδειγμα εἰς μέσον φέρει, δι' οὗ βιάζεται καὶ φιλονεικεῖ δεῖξαι οὐδένα ἠλαττωμένον, ὃ καὶ θαυμαστὸν ἦν καὶ παράδοξον δυνηθῆναι κατασκευάσαι, καὶ τοὺς ἀφελεστέρους ἱκανὸν ἀνακτήσασθαι, τὸ τοῦ σώματος λέγω. Τὸν γὰρ μικρόψυχον καὶ ἠλαττωμένον οὐδὲν οὕτω παραμυθεῖται καὶ πείθει μὴ ἀλγεῖν, ὡς τὸ μαθεῖν ὅτι οὐκ ἠλάττωται. Διόπερ καὶ αὐτὸς κατασκευάζων αὐτὸ, οὕτω φησί· Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλά. Εἶδες σύνεσιν ἠκριβωμένην; Τὸ αὐτὸ καὶ ἓν, καὶ πολλὰ δείκνυσι. Διὸ καὶ ἐπάγει, μειζόνως ἐπαγωνιζόμενος τῷ προκειμένῳ· Πάντα δὲ τὰ μέλη τοῦ σώματος τοῦ ἑνὸς πολλὰ ὄντα, ἕν ἐστι σῶμα. Οὐκ εἶπε, Πολλὰ ὄντα τοῦ ἑνός ἐστι σώματος, ἀλλ', Αὐτὸ τὸ ἓν σῶμα πολλά ἐστι, κἀκεῖνα τὰ πολλὰ μέλη τοῦτό ἐστι τὸ ἕν. Εἰ τοίνυν ἕν ἐστι τὰ πολλὰ, καὶ τὸ ἓν πολλὰ, ποῦ ἡ διαφορά; ποῦ τὸ ὑπερέχον; ποῦ τὸ ἔλαττον; Πάντα γὰρ, φησὶν, ἕν ἐστι, καὶ οὐχ ἁπλῶς ἓν, ἀλλὰ κατὰ τὸ κυριώτερον ἐξεταζόμενα, κατὰ τὸ, σῶμα εἶναι, πάντα εὑρίσκεται ἓν ὄντα. Ὅταν δὲ τὸ κατὰ μέρος, τότε ἡ διαφορὰ, καὶ ἡ διαφορὰ ἐν πᾶσιν ὁμοίως. Οὐδὲν γὰρ αὐτῶν καθ' ἑαυτὸ σῶμα δύναται ποιεῖν. ἀλλ' ὁμοίως ἕκαστον λείπεται εἰς τὸ ποιεῖν σῶμα, καὶ δεῖ τῆς συνόδου. Ὅταν γὰρ τὰ πολλὰ ἓν γίνηται, τότε ἐστὶν ἓν σῶμα. Διὸ καὶ αὐτὸ τοῦτο αἰνιττόμενος, ἔλεγε· Πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα, ἕν ἐστι σῶμα. Καὶ οὐκ εἶπε, Τὰ ὑπερέχοντα καὶ τὰ ἐλάττονα, ἀλλὰ, Πολλὰ ὄντα, ὃ κοινὸν πᾶσίν ἐστιν. Καὶ πῶς δυνατὸν ἓν εἶναι; Ὅταν τὴν διαφορὰν ἐκβαλὼν τῶν μελῶν, τὸ σῶμα ἐξετάζῃς. Ὅπερ γάρ ἐστιν ὀφθαλμὸς, τοῦτο καὶ ποῦς, κατὰ τὸ, μέλος εἶναι καὶ σῶμα ποιεῖν· οὐδεμία γὰρ ἐνταῦθα διαφορά. Οὐδ' ἂν ἔχοις εἰπεῖν, ὅτι τὸ μὲν τῶν μελῶν ποιεῖ σῶμα καθ' ἑαυτὸ, τὸ δὲ οὐ ποιεῖ· πάντα γὰρ ἰσάζει ἐν τούτῳ, ἐπειδὴ καὶ πάντα ἕν ἐστι σῶμα. Εἰπὼν δὲ τοῦτο, καὶ ἀποδείξας σαφῶς ἀπὸ τῆς κοινῆς ἁπάντων ψήφου, ἐπήγαγεν· Οὕτω καὶ ὁ Χριστός. Καὶ δέον εἰπεῖν, Οὕτω καὶ ἡ Ἐκκλησία (τοῦτο γὰρ ἀκόλουθον ἦν), τοῦτο μὲν οὐ φησὶν, ἀντ' ἐκείνης δὲ τὸν Χριστὸν τίθησιν, εἰς ὕψος ἀνάγων τὸν λόγον, καὶ μειζόνως τὸν ἀκροατὴν ἐντρέπων. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὕτω καὶ τοῦ Χριστοῦ τὸ σῶμα, ὅπερ ἐστὶν ἡ Ἐκκλησία. Καθάπερ γὰρ καὶ σῶμα καὶ κεφαλὴ εἷς ἐστιν ἄνθρωπος, οὕτω τὴν Ἐκκλησίαν καὶ τὸν Χριστὸν ἓν ἔφησεν εἶναι. Διὸ καὶ τὸν Χριστὸν ἀντὶ τῆς Ἐκκλησίας τέθεικε, τὸ σῶμα αὐτοῦ οὕτως ὀνομάζων. Ὥσπερ οὖν, φησὶν, ἕν τι ἐστὶ τὸ ἡμέτερον σῶμα, εἰ καὶ ἐκ πολλῶν σύγκειται· οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ ἕν τι πάντες ἐσμέν. Εἰ γὰρ καὶ ἐκ πολλῶν αὕτη σύγκειται μελῶν, ἀλλὰ τὰ πολλὰ ταῦτα ἓν γίνεται σῶμα. Ἀνακτησάμενος τοίνυν καὶ ἀναγαγὼν τὸν δοκοῦντα ἠλλαττῶσθαι ἀπὸ τοῦ κοινοῦ τούτου παραδείγματος, πάλιν τὴν κοινὴν συνήθειαν ἀφίησι, καὶ ἐφ' ἕτερον ἔρχεται κεφάλαιον πνευματικὸν μείζονα φέρον τὴν παράκλησιν, καὶ πολλῆς ἰσοτιμίας ὂν ἐνδεικτικόν. Ποῖον δὴ τοῦτο; Καὶ γὰρ ἐν ἑνὶ Πνεύματι, φησὶ, πάντες ἡμεῖς εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Τὸ κατασκευάσαν ἡμᾶς ἓν σῶμα γενέσθαι, καὶ ἀναγεννῆσαν ἡμᾶς, ἕν ἐστι Πνεῦμα· οὐ γὰρ ἐν ἄλλῳ μὲν οὗτος, ἐν ἄλλῳ δὲ ὁ ἕτερος ἐβαπτίσθη πνεύματι. Οὐ μόνον δὲ τὸ βαπτίσαν ἡμᾶς ἓν, ἀλλὰ καὶ εἰς ὃ ἐβάπτισεν, τουτέστιν, ἐφ' ᾧ ἐβάπτισεν, ἕν. Οὐ γὰρ ἵνα διάφορα γένηται σώματα, ἀλλ' ἵνα πάντες τὴν ἑνὸς σώματος ἀκρίβειαν πρὸς ἀλλήλους διασώζωμεν, ἐβαπτίσθημεν· τουτέστιν, ἵνα πάντες ἓν σῶμα ὦμεν, εἰς τοῦτο ἐβαπτίσθημεν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
